ἵνα τε νομισθῶσιν αὐτοὶ διατρίβειν ἐν οὐρανῷ καὶ τὴν ἄλογον ἐπὶ γῆς πολιτείαν εὔλογον διὰ τῆς ἀστροθεσίας ἀποδείξωσιν. ὥστε ὁ θυμικὸς καὶ ὁ ἐπίμοχθος καὶ ὁ ἐγκρατευόμενος καὶ ὁ ἀκρατὴς καὶ ὁ πτωχεύων καὶ ὁ πλουτῶν ἐστι τῶν νομοθετησάντων τὴν γένεσιν. ἡ γὰρ τοῦ ζωδιακοῦ κύκλου γραφὴ θεῶν ἐστι ποίημα, 9.2 καὶ τὸ ἐπικρατῆσαν, ὥς φασιν, ἑνὸς αὐτῶν φῶς τοὺς πλείονας παραβραβεύει, καὶ ὁ νικώμενος νῦν εἰσαῦθις ἐπικρατεῖν εἴωθεν· εὐαρεστοῦσι δὲ αὐτοῖς οἱ ἑπτὰ πλανῆται *** ὥσπερ οἱ ἐν τοῖς πεσσοῖς ἀθύροντες. ἡμεῖς δὲ καὶ εἱμαρμένης ἐσμὲν ἀνώτεροι καὶ ἀντὶ πλανητῶν δαιμόνων ἕνα τὸν ἀπλανῆ δεσπότην μεμαθήκαμεν καὶ οὐ καθ' εἱμαρμένην ἀγόμενοι τοὺς ταύτης νομοθέτας παρῃτήμεθα. λέγε μοι πρὸς τοῦ θεοῦ· Τριπτόλεμος ἔσπειρε τοὺς πυρούς, καὶ μετὰ τὸ πένθος εὐεργετεῖ τοὺς Ἀθηναίους ἡ ∆ημήτηρ· διὰ τί δὲ τῆς θυγατρὸς μὴ ἀπολωλυίας τῶν ἀνθρώπων εὐεργέτις οὐκ ἐγένετο; κύων ὁ τῆς Ἠριγόνης ἐν οὐρανῷ δείκνυται καὶ σκορπίος ὁ τῆς Ἀρτέμιδος βοηθὸς καὶ Χείρων ὁ 9.3 Κένταυρος ἥ τε ἡμίτομος Ἀργὼ καὶ ἡ Καλλιστοῦς ἄρκτος· εἶτα πῶς πρὶν τούτους περὶ τὰς προειρημένας τάξεις γενέσθαι ἀκόσμητος ἦν ὁ οὐρανός; τίνι δὲ οὐ γελοῖον εἶναι δόξει τὸ κατὰ μέν τινας διὰ τὴν Σικελίαν ἀστροθετούμενον ∆ελτωτόν, κατ' ἐνίους δὲ ὡς τῆς τοῦ ∆ιὸς προσωνυμίας πρωτότυπον στοιχεῖον; διὰ τί γὰρ οὐχὶ καὶ ἡ Σαρδὼ καὶ ἡ Κύπρος ἐν οὐρανῷ τετίμηνται; τίνος δὲ ἕνεκεν οὐχὶ καὶ τῶν τοῦ ∆ιὸς ἀδελφῶν, οἳ διενείμαντο τὰς βασιλείας, *** γραμμάτων σχηματουργίᾳ κατηστερίσθησαν; πῶς τε ὁ πεδηθεὶς Κρόνος καὶ τῆς βασιλείας ἔκβλητος γενόμενος τῆς εἱμαρμένης οἰκονόμος καθίσταται; πῶς τε βασιλείας ὁ μηκέτι βασιλεύων δίδωσιν; καταβάλετε τοιγαροῦν τὸν 9.4 λῆρον καὶ μὴ διὰ τὸ μισεῖν ἡμᾶς ἀδίκως παρανομήσητε. 10.1 Μεταμόρφωσις ἀνθρώποις μεμυθολόγηται· μεταμορφοῦνται δὲ παρ' ὑμῖν καὶ οἱ θεοί. δένδρον ἡ Ῥέα γίνεται, δράκων δὲ ὁ Ζεὺς διὰ τὴν Φερσέφασσαν, αἴγειροί τε αἱ τοῦ Φαέθοντος ἀδελφαὶ καὶ ἡ Λητὼ ζῶον εὐτελές, δι' ἣν Ὀρτυγία ∆ῆλος ἡ νῦν κέκληται. θεός, εἰπέ μοι, κύκνος γίνεται καὶ τὴν ἀετοῦ μορφὴν ἀναλαμβάνει καὶ δι' οἰνοχοΐαν τοῦ Γανυμήδους τὴν παιδεραστίαν σεμνύνεται; τί μοι σέβειν θεοὺς δωρολήπτας καὶ ὀργιζομένους ἂν μὴ λάβωσιν; ἐχέτωσαν οὗτοι τὴν εἱμαρμένην· τοὺς πλανήτας προσκυνεῖν οὐ βούλομαι. τίς ἐστιν ὁ Βερενίκης πλόκαμος; ποῦ δὲ οἱ ἀστέρες αὐτῆς πρὶν τὴν προειρημένην ἀποθανεῖν; πῶς δὲ ὁ τεθνεὼς Ἀντίνοος μειράκιον ὡραῖον ἐν τῇ σελήνῃ 10.2 καθίδρυται; τίς ὁ ἀναβιβάσας αὐτόν, εἰ μήτι καὶ τοῦτον ὡς τοὺς βασιλέας μισθοῦ δι' ἐπιορκίας τις τοῦ θεοῦ καταγελῶν εἰς τὸν οὐρανὸν ἀνεληλυθέναι φήσας πεπίστευται κᾆτα τὸν ὅμοιον θεολογήσας τιμῆς καὶ δωρεᾶς ἠξίωται; τί μου τὸν θεὸν σεσυλήκατε; τί δὲ αὐτοῦ τὴν ποίησιν ἀτιμάζετε; θύεις πρόβατον, τὸ δ' αὐτὸ καὶ προσκυνεῖς· ταῦρός ἐστιν ἐν οὐρανῷ, καὶ τὴν εἰκόνα σφάττεις αὐτοῦ. ζῶον πονηρὸν ὁ Ἐν γόνασιν ἐκθλίβει· καὶ ὁ τὸν ἀνθρωποποιὸν Προμηθέα καταφαγὼν ἀετὸς τετίμηται. καλὸς ὁ κύκνος, ὅτι μοιχὸς ἦν· καλοὶ δὲ καὶ ἑτεροήμεροι ∆ιόσκοροι τῶν Λευκιππίδων οἱ ἁρπασταί. κρείττων ἡ Ἑλένη τὸν μὲν _κ_ά_ρ_η_ _ξ_α_ν_θ_ὸ_ν_ __Μ_ε_ν_έ_λαον καταλιποῦσα, τῷ 10.3 δὲ μιτρηφόρῳ καὶ πολυχρύσῳ Πάριδι κατακολουθοῦσα. δίκαιος καὶ σώφρων ὁ τὴν ἐκπορνεύσασαν εἰς Ἠλύσια πεδία μετατεθεικώς. ἀλλ' οὐδὲ ἡ Τυνδαρὶς ἀπηθανάτισται, καὶ σοφῶς ὁ Εὐριπίδης ὑπὸ Ὀρέστου τῆς προειρημένης γυναικὸς τὴν ἀναίρεσιν παρεισήγαγε. 11.1 Πῶς οὖν γένεσιν τὴν καθ' εἱμαρμένην ἀποδέξομαι τοιούτους αὐτῆς τοὺς οἰκονόμους θεωρῶν; βασιλεύειν οὐ θέλω, πλουτεῖν οὐ βούλομαι, τὴν στρατηγίαν παρῄτημαι, πορνείαν μεμίσηκα, ναυτίλλεσθαι διὰ τὴν ἀπληστίαν οὐκ ἐπιτηδεύω, στεφάνους ἔχειν οὐκ ἀγωνίζομαι, δοξομανίας ἀπήλλαγμαι, θανάτου καταφρονῶ, νόσου παντοδαπῆς ἀνώτερος γίνομαι, λύπη μου τὴν ψυχὴν οὐκ ἀναλίσκει. _δ_ο_ῦ_λ_ο_ς ἐὰν ὦ, τὴν δουλείαν ὑπομένω· κἂν _ἐ_λ_ε_ύ_θ_ε_ρ_ο_ς ὑπάρχω, τὴν εὐγένειαν οὐ σεμνύνομαι. τὸν ἥλιον ὁρῶ πάντων τὸν αὐτόν, ἕνα δὲ κατὰ πάντων τὸν θάνατον δι'