1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

5

ὄνομα· πῶς γὰρ οἷόν τε τὸν Θεὸν Λό γον, καὶ μονογενῆ καὶ πρωτότοκον εἶναι; Ἐναντία γὰρ τὰ ὀνόματα· καὶ ὁ μὲν μονογενὴς τὸν μόνον γεννηθέντα σημαίνει, ὁ δὲ πρωτότοκος τὸν πρὸ ἑτέ ρων τεχθέντα, καὶ ἑτέρων τῷ τόκῳ πρωτεύοντα· ὁ Θεὸς δὲ Λόγος ἀδελφὸν οὐκ ἔχει, μονογενὴς γάρ· πῶς οὖν πρωτότοκος ὁ μόνος ἐκ τοῦ Πατρὸς γεννη θείς; Οὐκοῦν εὔδηλον, ὡς τῆς οἰκονομίας «τὸ πρωτό τοκος» ὄνομα. Εἰ δέ τις ἀμφιβάλλει, παρὰ Παύλου μανθανέτω βοῶντος· «Ὅτι οὓς προέγνω, καὶ προώρισεν συμ μόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς.» Τίνος γὰρ κατὰ φύσιν ἀδελφοὶ οἱ πιστεύοντες; Οὐ τοῦ Θεοῦ Λόγου, ἀλλὰ τῆς ὁμοφυοῦς ἀνθρωπότητος· ταύτης γάρ εἰσι καὶ σύμμορφοι. Καὶ ἑτέρωθεν ἔλεγεν· «Ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ.» Οὐκοῦν αὐτός ἐστι καὶ πρωτότοκος ὁ τοὺς πολλοὺς ἔχων ἀδελφούς· περὶ ὧν αὐτὸς ἐν Ψαλ μοῖς φησιν· «Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελ φοῖς μου.» Οὐκ ἄλλον δὲ τὸν μονογενῆ, καὶ ἄλλον τὸν πρωτότοκον εἶναί φαμεν, ἀλλὰ τὸν αὐτὸν, οὐ κατὰ τὸ αὐτὸ δέ. Μονογενὴς μὲν γὰρ ὠνόμασται κατὰ τὴν ἄνωθεν γέννησιν, πρωτότοκος δὲ κέκληται ὡς πρῶτος τῆς ἐπὶ τὴν ζωὴν φερούσης γεννήσεως τὰς ὠδῖνας λύσας. ∆ιὰ τοῦτο καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν ὀνομάζεται, ὡς πρῶτος ἀναστὰς, καὶ τοῦ θανάτου τὰς πύλας ἀνοίξας· καὶ πρωτότοκος πάσης τῆς κτίσεως, ὡς πρῶτος ἐν τῇ καινῇ κτίσει τεχθεὶς, ἢν ἀνεκαίνισε γεννηθείς· περὶ ἧς ὁ μακάριος λέγει Παῦλος· «Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις, τὰ ἀρ χαῖα παρῆλθον, ἰδοὺ γέγονε τὰ πάντα καινά.» Εἰ δὲ φιλονεικεῖεν, οἱ τὴν ἔριν τῆς πειθοῦς προτιμῶν τες, περὶ τοῦ Θεοῦ Λόγου τὸ πρωτότοκος εἰρῆσθαι πάσης κτίσεως, τὴν μὲν ἀμαθίαν αὐτῶν γελασόμεθα· συγχωρήσομεν δὲ ὅμως, ἵνα καὶ οὕτως ἐκ πολλοῦ τοῦ περιόντος παρ' ἡμῖν οὖσαν τὴν ἀλήθειαν δείξω μεν· πρωτότοκος γὰρ, ἀλλ' οὐ πρωτόκτιστος πάσης κτίσεως λέγεται· ὡς εἶναι δῆλον ὅτι αὐτὸς μὲν πρὸ πάσης ἐγεννήθη τῆς κτίσεως, καὶ οὐδὲν τοῦ Υἱοῦ πρεσβύτερον, ἀλλὰ Πατρὶ μὲν ἀεὶ συνῆν, τῆς δὲ κτί σεως ἁπάσης προῆν· πᾶσα δὲ τῶν δημιουργημάτων ἡ φύσις ὕστερόν ποτε, εἰ ὑπ' αὐτοῦ πρὸς τὸ εἶναι παρήχθη. Ὥστε οὐδὲν ἐντεῦθεν τοῖς βλασφημοῦσι περιέσται.

ΙΑʹ. Ὅτι οὐδεὶς οἶδε τὸν Υἱὸν εἰ μὴ ὁ Πατὴρ, καὶ οὐδεὶς οἶδε τὸν Πατέρα, εἰ μὴ

ὁ Υἱός. Ἵνα δὲ δείξωμεν Πατρὸς καὶ Υἱοῦ τὴν ἰσότητα, ἐπ' αὐτὴν ἔλθωμεν τὴν τοῦ Κυρίου διδασκαλίαν· «Οὐ δεὶς, φησὶν, οἶδε τὸν Υἱὸν, εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν βούληται ὁ Υἱὸς ἀποκαλύψαι.» Τί τούτων τῶν ῥη μάτων σαφέστερον; Ἴση, φησὶν, ἡμῖν ἡ γνῶσίς ἐστι· γινώσκω γὰρ τὸν Πατέρα, γινωσκόμενος ὑπ' αὐτοῦ· καὶ γινώσκει με ὁ Πατὴρ, καὶ γινωσκόμενος ὑπ' ἐμοῦ. Πᾶσα δὲ ἡ κτίσις τῆς ἡμετέρας ἐκβέβληται γνώσεως. Πῶς γὰρ οἷόν τε τῆς φύσεως ἡμῶν οὐ κοι νωνοῦσαν, κοινωνῆσαι τῆς γνώσεως; μεταλαγχά νουσι δέ τινες ὅμως βραχείας τινὸς θεωρίας· ἀπο καλύπτω γὰρ ὡς οἷόν τε οἷς ἂν ἐθέλω τὴν περὶ τοῦ Πατρὸς γνῶσιν, ὡς ἐν ἐσόπτρῳ καὶ αἰνίγματι. Ταῦτα ἐκ τῶν ∆εσποτικῶν ἐμάθομεν διδαγμάτων· ποίαν ἐνταῦθα χώραν ἔχει τὸ μεῖζον καὶ ἔλαττον; Ποῖον κτίσμα τὸν κτίστην γινώσκει, ὡς ὑπὸ τοῦ κτί στου γινώσκεται; Ποῖον δὲ ποίημα τὴν πρὸς τὸν ποιητὴν ἰσότητα δέχεται; Ἢ οὐκ ἴσμεν ὅπως περὶ τῆς κτίσεως ἡ θεία Γραφὴ διαλέγεται; Ἀναμνησθῶ μεν τοίνυν τῶν τοῦ Προφήτου ῥημάτων· «Κατ' ἀρχὰς σὺ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οὐρανοί. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγή σονται· σὺ δὲ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλεί ψουσι.» Καὶ πάλιν· «Ὁ ποιῶν τοὺς ἀγγέλους αὐ τοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.» Αὕτη κτίσεως καὶ κτίστου διαφορά. Ἔνθα τοίνυν ἰσότης, οὐκέτι κτίσμα καὶ κτίστης, ἀλλὰ Πα τὴρ καὶ Υἱός· διὸ καὶ ταῦτα τέθεικε τὰ