1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

5

Ἀθηναῖος οὐδὲ Σπαρτιάτης οὐδέ γε Κορίνθιος· τὸν δὲ Πυθαγόραν Ἀριστόξενος καὶ Ἀρίσταρχος καὶ Θεόπομπος Τυρρηνὸν εἶναί φασιν, ὁ δὲ Νεάνθης Τύριον ὀνομάζει· τὸν δὲ Θαλῆν οἱ μὲν Μιλήσιον λέγουσι, Λέανδρος δὲ καὶ Ἡρόδοτος Φοίνικα προσηγόρευσαν· καὶ μέντοι καὶ ὁ Ἀριστοτέλης Σταγειρίτης ἦν, Σινωπεὺς δὲ ὁ ∆ιογένης, καὶ Ἀλκμὰν ὁ Πειρίθου Κροτωνιάτης, ὃν πρῶτόν φασι περὶ φύσεως ξυγγράψαι λόγον· Ἀκραγαντῖνος δὲ ὁ Ἐμπεδοκλῆς, Σικελικὴ δὲ αὕτη πόλις. 1.25 Εἰ δὲ ἄρα τοῦτό φατε, ὡς ἔξω μὲν τῆς Ἑλλάδος καὶ ἔφυσαν οἵδε οἱ ἄνδρες καὶ ἐτράφησαν, τὴν δέ γε Ἑλληνικὴν ἠσκήθησαν γλῶτταν, πρῶτον μὲν ὁμολογεῖτε καὶ ἐν ἄλλοις ἔθνεσιν ἄνδρας γεγενῆσθαι σοφούς· καὶ γὰρ δὴ καὶ Ζάμολξιν τὸν Θρᾷκα καὶ Ἀνάχαρσιν τὸν Σκύθην ἐπὶ σοφίᾳ θαυμάζετε, καὶ τῶν Βραχμά νων πολὺ παρ' ὑμῖν τὸ κλέος· Ἰνδοὶ δὲ οὗτοι, οὐχ Ἕλληνες. 1.26 Ἔπειτα δὲ καὶ ἑτέρωθεν ἐξελέγχεσθε οὐκ ὀρθῶς προτιθέντες τῆς ἀληθείας τὴν εὐέπειαν, τὸν γάρ τοι Σωφρονίσκου Σωκράτην ὁμολογεῖτε δήπου καὶ ὑμεῖς τῶν Ἑλληνικῶν φιλοσόφων ἄριστον γεγενῆσθαι· ἀλλ' οὗτος ἐκ λιθοκόπου μὲν ἔφυ πατρός, ἐπὶ πλεῖ 1.27 στον δὲ τὴν πατρῴαν μετελήλυθε τέχνην. Καὶ τοῦτο πολλοὶ μὲν εἰρήκασι καὶ ἄλλοι, καὶ ὁ Πορφύριος δὲ ἐν τῷ τρίτῳ τῆς Φιλο σόφου τοῦτο ἱστορίας ξυνέγραψεν· ἔφη δὲ οὕτως· "Λέγωμεν περὶ τοῦ Σωκράτους τὰ καὶ παρὰ τοῖς ἄλλοις μνήμης κατηξιω μένα, τὰ μὲν πρὸς ἔπαινον αὐτοῦ καὶ ψόγον πολλαχῶς ὑπὸ τῶν λογίων ἀνδρῶν μεμυθευμένα ἐπ' ὀλίγον φυλοκρινοῦντες, καταλι πόντες δὲ ἀνεξέταστον τὸ εἴτε αὐτὸς εἰργάσατο ξὺν τῷ πατρὶ τὴν λιθοκοπικὴν τέχνην, εἴτε ὁ πατὴρ αὐτοῦ μόνος. Οὐδὲν γὰρ ἐνέ κοπτεν αὐτῷ τοῦτο πρὸς σοφίαν πρὸς ὀλίγον χρόνον ἐργασθέν. Εἰ δὲ δὴ ἑρμογλύφος ἦν, καὶ μᾶλλον· καθάριος γὰρ ἡ τέχνη καὶ 1.28 οὐ πρὸς ὀνείδους·" Καὶ τὰ ἑξῆς δὲ τῆς αὐτῆς ἔχεται διανοίας· εἰσάγει γάρ τινας λέγοντας λιθουργικῇ τέχνῃ τὸν Σωκράτην χρησάμενον. Ἀλλ' ἴσως τὴν μὲν πρώτην ἡλικίαν λιθουργῶν διετέλεσεν, ὕστερον δέ, λόγων ποιητικῶν καὶ ῥητορικῶν ἐρασθείς, 1.29 παιδείας μετέλαχεν. Ἀλλ' οὐδὲ τοῦτο ἔστιν εἰπεῖν· πᾶν γὰρ τοὐναντίον εἶπεν ὁ Πορφύριος· λέγει δὲ οὕτως· "Εἶναι δὲ αὐτὸν πρὸς οὐδὲν μὲν ἀφυῆ, ἀπαίδευτον δὲ περὶ πάντα, ὡς ἁπλῶς εἰπεῖν· σχεδὸν γὰρ οὐδὲ γράμματα πάνυ τι ἐπίστασθαι, ἀλλ' εἶναι γελοῖον, ὁπότε τι δέοι ἢ γράψαι ἢ ἀναγνῶναι, βατταρίζοντα 1.30 ὥσπερ τὰ παιδία." Καὶ ὁ Πλάτων δὲ αὐτὸν ἐν Ἀπολογίᾳ τοιάδε τέθεικε λέγοντα· "Οὐ μέντοι νὴ ∆ία, ὦ ἄνδρες Ἀθη ναῖοι, κεκαλλιεπημένους γε λόγους, ὥσπερ οἱ τούτων ῥήμασί τε καὶ ὀνόμασιν οὐδὲ κεκοσμημένους, ἀλλ' ἀκούσεσθε εἰκῇ λεγόμενα τοῖς ἐπιτυχοῦσιν ὀνόμασιν." Καὶ μετ' ὀλίγα δὲ ταῦτα πάλιν προστέθεικεν· "Καὶ δὴ καὶ νῦν ὑμῶν τοῦτο δέομαι δίκαιον, ὥς γέ μοι δοκῶ, τὸν σκοπὸν τῆς λέξεως ἐᾶν-ἴσως μὲν γὰρ χείρων, ἴσως δὲ βελτίων ἂν εἴη-αὐτὸ δὲ τοῦτο σκοπεῖν καὶ τούτῳ τὸν 1.31 νοῦν προσέχειν, εἰ δίκαια λέγω." Ἀλλ' ὅμως καὶ ἀμαθῆ γε γλῶτταν καὶ ἀπαίδευτον ἐσχηκώς, οὐ μόνον τῶν ἄλλων ἁπάντων, ἀλλὰ καὶ Πλάτωνος τοῦ ἅπαντας Ἕλληνας εὐεπείᾳ νενικηκότος αἰδοῦς ἀξιώτερος ἦν. Καὶ τοῦτο οὐδ' ἂν αὐτὸς ὁ Ἀρίστωνος ἀρνη θείη. Πῶς γάρ, ὅ γε πάντας ὅσους ὤδινε λόγους ἐκείνῳ προσα ναθείς τε καὶ προσαρμόσας καὶ τῆς ἐκείνου διανοίας ἐκγόνους εἶναι παρασκευάσας νομίζεσθαι; Ὅτι δὲ καὶ οὗτος, ὁ ἅπαντας 1.32 ἀνθρώπους καὶ οὐ τοὺς ἄλλους Ἕλληνας μόνον, ἀλλὰ καὶ αὐτοὺς Ἀθηναίους εὐγλωττίᾳ καὶ ὀνομάτων κάλλει πάμπαν ἀποκρύψας, μὴ τῇ κομψείᾳ τῶν λόγων, ἀλλὰ τῇ τῶν ἐνθυμημάτων ἁρμονίᾳ προσέχειν παρεγγυᾷ, ἀκούσατε αὐτοῦ διαρρήδην ἐν τῷ Πολιτικῷ λέγοντος· "Κἂν διαφυλάξῃς τὸ μὴ σπουδάζειν ἐπὶ τοῖς ὀνόμασι, 1.33 πλουσιώτερος εἰς τὸ γῆρας ἀναφανήσῃ φρονήσεως." Ἀκούσατε δὲ καὶ ἐν τῷ πέμπτῳ τῆς Πολιτείας οἷά φησιν· "Τούτους οὖν ἅπαντας καὶ τοὺς ἄλλους τοιούτων τινῶν μαθηματικοὺς καὶ τοὺς τῶν τεχνυδρίων φιλοσόφους θήσομεν; Οὐδαμῶς, εἶπον, ἀλλ' ὁμοίους φιλοσόφοις. Τοὺς δ' ἀληθινούς, ἔφη, τίνας λέγεις; Τοὺς τῆς ἀληθείας, ἦν δ' ἐγώ, φιλοθεάμονας. Οὐ γὰρ ἐν γεωμετρίᾳ, αἰτήματα καὶ