5
συμπραττόντων, ἦλθε, φησὶν, ὁ Σωτὴρ ἐπαμῦναι τοῖς ἀγαθοῖς. Τὸν δὲ γάμον οὗτος πρῶτος τοῦ διαβόλου διδασκαλίαν ὠνόμασε. Νομοθετεῖ δὲ καὶ ἐμψύχων ἀπέχεσθαι. Τῶν δὲ προφητειῶν τὰς μὲν ὑπὸ τῶν κοσμοποιῶν ἀγ γέλων ἔφησεν εἰρῆσθαι, τὰς δὲ ὑπὸ τοῦ Σατανᾶ· καὶ τοῦτον δὲ ἄγγελον εἶναι, διαφερόντως ἀντιπράτ τοντα τῷ τῶν Ἰουδαίων Θεῷ. ∆ʹ. -Περὶ Βασιλίδου καὶ τοῦ Ἰσιδώρου. Ὁ δὲ Βασιλίδης, τούτων ὡς εὐτελῶν καταφρονή σας τῶν μύθων, ἑτέρους δυσσεβεστέρους ἀνέπλασεν. Ἔφησε γὰρ τὸν Ἀγέννητον Νοῦν πρῶτον γεννῆσαι, ἐκ δὲ τοῦ Νοὸς προβληθῆναι τὸν Λόγον, Φρόνησιν δὲ ἀπὸ τοῦ Λόγου, ἀπὸ δὲ τῆς Φρονήσεως Σοφίαν καὶ ∆ύναμιν, ἐκ δὲ τούτων ἀγγέλους καὶ ἀρχαγγέλους· τούτους δὲ δημιουργῆσαι τὸν οὐρανόν· ἐκ δὲ τῆς τούτων ἀποῤῥοίας ἄλλους γενομένους ἀγγέλους, ἄλ λον οὐρανὸν ποιῆσαι τῷ πρώτῳ προσόμοιον· εἶτα 83.349 πάλιν ἐκ τῆς τούτων ἀποῤῥοίας ἑτέρους φύντας, τεκτήνασθαι καὶ τούτους ἕτερον οὐρανὸν, καὶ τοὺς ἐκ τούτων πάλιν ἄλλον, καὶ μέχρι τριακοσιοστοῦ καὶ ἑξηκοστοῦ πέμπτου διαρκέσαι τὴν γενομένην ἀπόῤ ῥοιαν, καὶ τὴν τῶν οὐρανῶν δημιουργίαν· τοὺς δὲ τὸν οὐρανὸν τὸν ἔσχατον, τὸν ὑφ' ἡμῶν ὁρώμενον, οἰκοῦντας ἀγγέλους δημιουργῆσαι τὸν κόσμον, καὶ τὴν τῆς γῆς διανείμασθαι δεσποτείαν, ἕνα δὲ κληρω θῆναι τὴν τῶν Ἰουδαίων οἰκονομίαν, καὶ τοῦτον ἄρ χειν τῶν ἄλλων· βουληθέντι δὲ τούτῳ τοῖς οἰκείοις ἅπαντα ὑποτάξαι τὰ ἔθνη, τοὺς ἄλλους ἄρχοντας ἀντιπράξασθαι, τὸν δὲ Ἀγέννητον ταῦτα θεώμενον τὸν πρωτόγονον αὐτοῦ Νοῦν ἀποστεῖλαι, ὃν καὶ Χριστὸν προσηγόρευσεν, ὥστε σῶσαι τοὺς πιστεῦσαι προαιρουμένους· παθεῖν δὲ τοῦτον οὐδαμῶς λέγει, ἀλλὰ Σίμωνα τὸν Κυρηναῖον ὑπομεῖναι τὸ πάθος νομισθέντα εἶναι Χριστόν· τὸν δὲ Χριστὸν πόῤῥωθεν ὁρῶντα, γελᾷν τῶν Ἰουδαίων τὴν ἀπόνοιαν, εἶθ' ὕστερον ἀπελθεῖν πρὸς τὸν ἀποστείλαντα. Χρῆναι δὲ πιστεύειν ἔλεγεν, οὐκ εἰς τὸν ἐσταυρωμένον, ἀλλ' εἰς τὸν ἐσταυρῶσθαι δόξαντα. Οὕτω γὰρ, φησὶ, δυ νατὸν τῆς τῶν κοσμοποιῶν δυναστείας ἀπαλλαγῆναι. Ἠρνήθη δὲ καὶ οὗτος τῆς σαρκὸς τὴν ἀνάστασιν, τὰς δὲ προφητείας καὶ αὐτὸς ὑπ' ἀγγέλων ἔφησε γεγενῆσθαι, τὸν δὲ νόμον ὑπὸ τοῦ ἄρχοντος τεθῆναι τῶν Ἰουδαίων. Τῶν δὲ εἰδωλοθύτων ἀδεῶς μεταλαμ βάνειν προσέταξε, καὶ τὰς ἀπειρημένας πράξεις ἀδια κρίτως ἐπιτελεῖν. Καὶ οὗτοι δὲ, ὁμοίως τοῖς ἀπὸ Με νάνδρου καὶ Σίμωνος, καὶ ἐπῳδαῖς χρῶνται, καὶ γοητείαις, καὶ παντοδαπαῖς μαγγανείαις. Καὶ ἀγ γέλων δὲ ὀνόματα διαπλάσαντες, τοὺς μὲν τὸν πρῶ τον ἔχειν ἔφασαν οὐρανὸν, τοὺς δὲ τὸν δεύτερον, καὶ ἐφεξῆς μέχρι τοῦ πέμπτου καὶ ἑξηκοστοῦ καὶ τρια κοσιοστοῦ. Τὸν δὲ Σωτῆρα καὶ Κύριον Καυλακαύαν ὀνομάζουσι. Ταῦτα δὲ ἄῤῥητα εἶναι καλοῦσι, καὶ οὐ πᾶσι χωρητὰ καὶ καταληπτὰ, ἀλλὰ ἑνὶ ἀπὸ χιλίων. Εἶναι δὲ τὸν ἄρχοντα αὐτῶν φησιν Ἀβρασάξ· ἡ γὰρ ψῆφος τοῦ ὀνόματος τῶν τξεʹ οὐρανῶν σημαίνει τὸν ἀριθμόν. Εἶχε δὲ καὶ προφήτας ὁ Βασιλίδης, Βαρκάβαν καὶ Βαρκὼφ, καὶ ἑτέρους τινὰς παρα πλησίως βαρβάρους. Καὶ ἄλλους δὲ τούτων μυσα ρωτέρους ἀνέπλασε μύθους, οὓς διὰ τὴν τῶν ἐντευ ξομένων οὐκ ἐντέθεικα βλάβην. Καὶ Ἰσίδωρος δὲ, ὁ τοῦ Βασιλίδου υἱὸς, μετά τινος ἐπιθήκης τὴν τοῦ πατρὸς μυθολογίαν ἐκράτυνε. Καταγωνίζονται δὲ τούτους, Ἀγρίππας, ὁ καὶ Κάστωρ ἐπίκλην, καὶ Εἰρηναῖος, καὶ Κλήμης ὁ Στρωματεὺς, καὶ Ὠριγένης, τῆς ἀληθείας ὑπερμαχοῦντες. Εʹ. -Περὶ Καρποκράτους καὶ Ἐπιφάνους. Ὁ δὲ Καρποκράτης, Ἀλεξανδρεὺς ὢν τὸ γένος, ὑπὸ μὲν ἀγγέλων καὶ αὐτὸς τὴν