5
αἰῶνα." Οὕτω καὶ διὰ Ἡσαΐου τοῦ προφήτου φησίν· "Ὅτι ἐγὼ δώσω ἐν δίψει τοῖς πορευομένοις ἐν ἀνύδρῳ· καὶ ἀνοίξω ἐπὶ τῶν ὀρέων πηγὰς, καὶ ἐπὶ τῶν βουνῶν ποταμοὺς, ποτίσαι τὸ γένος μου τὸ ἐκλεκτὸν, τὸν λαόν μου ὃν περιεποιησάμην." Εἰκό 80.872 τως τοίνυν καὶ ὁ μακάριος ∆αβὶδ τὸν τοῖς θείοις λο γίοις ἐσχολακότα δένδροις ἀπείκασε παρὰ τὰς τῶν ὑδάτων ὄχθας πεφυτευμένοις, καὶ ἀειθαλῆ μὲν ἔχουσι τὰ φύλλα, τὸν δὲ καρπὸν φέρουσιν εἰς καιρόν. Καὶ γὰρ οἱ τῆς ἀρετῆς ἀθληταὶ τῶν μὲν πόνων κατὰ τὸν μέλλοντα βίον κομίσονται τοὺς καρπούς· οἷον δέ τινα φύλλα, τὴν ἀγαθὴν ἐλπίδα διηνεκῶς ἐν ἑαυτοῖς φέροντες τεθήλασι καὶ ἀγάλλονται, καὶ συλῶσι τῇ ψυχαγωγίᾳ τὴν τῶν πόνων βαρύτητα. Ἔχουσι δὲ καὶ τὸν μεγαλόδωρον ∆εσπότην τῇ προθυμίᾳ συνεργοῦντα διηνεκῶς· "Τοῖς γὰρ ἀγαπῶσι τὸν Θεὸν," φησὶν ὁ θεῖος Ἀπόστολος, "πάντα συνεργεῖ εἰς τὸ ἀγαθόν." ∆ιά τοι τοῦτο καὶ ὁ μακάριος ἔφη ∆αβίδ· "Καὶ πάντα ὅσα ἂν ποιῇ κατευοδωθήσεται· παρὰ Κυρίου γὰρ, φησὶ, τὰ διαβήματα ἀνθρώπου κατευθύνεται, καὶ τὴν ὁδὸν αὐτοῦ θελήσει σφόδρα." Τὸ δὲ πάντα οὐχ ἁπλῶς τέθεικεν, ἀλλὰ σὺν ἀκριβείᾳ πολλῇ. Πρότερον γὰρ ἅπαντα τῆς κακίας ἀπαγορεύσας τὰ εἴδη, καὶ τῶν θείων νόμων ὑποδείξας τὴν τελειότητα, οὕτως ἐπήγαγε, "Πάντα ὅσα ἂν ποιῇ κατευοδωθήσεται·" εἰδὼς ὡς οὐδὲν ἐναντίον τοῖς νόμοις ὅ γε τοιοῦτος δρᾶσαι βουλήσεται, τῷ θείῳ νόμῳ τὸ οἰκεῖον θέλημα συναρμόττων. "Ἐν γὰρ τῷ νόμῳ, φησὶ, Κυρίου τὸ θέλημα αὐτοῦ." Οὕτω διὰ τοῦτο προτρέψας εἰς ἀρετὴν, καὶ τὴν τελείαν ἐκπαιδεύσας φιλοσοφίαν, καὶ διὰ τῶν ἐναντίων ἀλείφει τοὺς ἀθλητὰς, καί φησιν· εʹ. "Οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως." Τῷ δι πλασιασμῷ τῆς ἀπαγορεύσεως σαφέστερον τὴν ἐν αντιότητα δείκνυσιν. "Ἀλλ' ἢ ὡσεὶ χνοῦς, ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς." Ἐκεῖνοι μὲν γὰρ, φησὶν, ὑπὸ τῶν θείων λογίων ἀρδόμενοι, ἀειθαλεῖς τέ εἰσι, καὶ ὥριμον φέρουσι τὸν καρπόν· οὗτοι δὲ ὑπὸ τῶν ἐναντίων πνευμάτων πατούμενοι μιμοῦνται τὸν χνοῦν τὸν τῇδε κἀκεῖσε ῥᾳδίως ὑπὸ τῶν ἀνέμων τῶν ἐναντίων φερόμενον. ϛʹ. "∆ιὰ τοῦτο οὐκ ἀναστήσονται οἱ ἀσεβεῖς ἐν κρίσει, οὐδ' ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων." Μετὰ πολλῆς ἀκριβείας διέξεισιν ἅπαντα τὸ πανάγιον Πνεῦμα. Οὐ γὰρ εἶπεν, "οὐκ ἀναστήσονται ἀσεβεῖς," ἀλλ', "εἰς κρίσιν οὐκ ἀναστήσονται·" ἀντὶ τοῦ, οὐκ εἰς κρίσιν, ἀλλ' εἰς κατάκρισιν. Οὔτε γὰρ ἐλέγχων δέονται, προφανῆ τὴν ἀσέβειαν ἔχοντες, ἀλλὰ τὴν τιμωρίαν μόνην προσδέχονται. Καθάπερ γὰρ τοὺς ἐπ' αὐτοφώρῳ ἁλόντας ἀνδροφόνους οὐκ ἐπὶ τὸ διελέγξαι εἰς τὸ δικαστήριον εἰσάγουσιν οἱ 80.873 δικάζοντες, ἀλλ' ὥστε τὴν τοῖς νόμοις δοκοῦσαν ψῆ φον ἐξενεγκεῖν κατ' αὐτῶν· οὕτω καὶ οἱ ἀσεβείᾳ συνεζηκότες εὐθὺς μετὰ τὴν ἀνάστασιν τὴν κόλασιν ὑπομένουσιν, οὐκ εἰς κρίσιν ἀγόμενοι, ἀλλὰ τῆς τιμωρίας τὴν ψῆφον δεχόμενοι. Καὶ μέντοι καὶ οἱ τῶν δυσσεβῶν δογμάτων ἀπηλλαγμένοι, βίον δὲ βε βιωκότες παράνομον, πόῤῥω που τοῦ τῶν δικαίων συλλόγου γενήσονται. Τὴν γάρ τοι βουλὴν ὁ μὲν Ἀκύλας καὶ ὁ Θεοδοτίων συναγωγὴν ἡρμηνεύκασι, συνέλευσιν δὲ ὁ Σύμμαχος. ζʹ. "Ὅτι γινώσκει Κυρίος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται." Οἶδε, φησὶν, ἅπαντα καὶ πρὸ κρίσεως ὁ δίκαιος κριτὴς, καὶ οὔτε ἀποδείξεων, οὔτε ἐλέγχων προσδεῖται. ∆ιόπερ τὰ πρὸς ἀξίαν ἀπονέμων ἑκάστῳ, τοὺς μὲν ἀναῤῥήσεων καὶ στεφάνων ἀξιώ σει, τοὺς δὲ διηνεκεῖ παραπέμψει κολάσει. Τὸ δὲ, "Ὁδὸς ἀσεβῶν ἀπολεῖται," ἔοικε τοῖς ἀποστολικοῖς ἐκείνοις ῥητοῖς· "Εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται." Τῶν μὲν γὰρ δικαίων ἀνδρῶν καὶ τὸ ἔργον μένει διαλάμπον· τοῖς δὲ ἀσεβέσι καὶ ἀνοσίοις ἀνθρώποις καὶ ἡ πονηρία συγκατα λύεται.
ΕΡΜΗΝ. ΤΟΥ Βʹ ΨΑΛΜΟΥ. Ἀνεπίγραφος παρ' Ἑβραίοις. Ἐν τῇ μνήμῃ τῶν ἀσεβῶν τὸν πρῶτον συμ
περάνας ψαλμὸν, ἐκ ταύτης πάλιν τοῦ δευτέρου τὴν ἀρχὴν ἐποιήσατο· διδάσκων ὅτι τὸ προειρημένον τῶν ἀσεβῶν τέλος, καὶ τοὺς κατὰ τοῦ Σωτῆρος λυττή σαντας