5
mt 23, 25 Πολὺ γὰρ κάλλιον καθαίρει τὸ σκεῦος ἡ δικαιοσύνη παρὰ τὸ ὕδωρ,
ὥσπερ καὶ ἐπ' αὐτῶν τῶν ἀνθρώπων εἶχε. καθαροὶ τὰ σώματα ἦσαν οἱ δίκαιοι παρὰ τοὺς τοῖς ὕδασι καθαιρομένους, ὥς φησιν ὁ ∆αβίδ· «νίψομαι ἐν ἀθῴοις τὰς χεῖράς μου», ὥστε σύμφωνα τοῖς τοῦ νόμου καὶ τὰ τοῦ κυρίου. 46
mt 25, 14-18 Ἀποδημίαν καλεῖ τὸν ἀπὸ τῆς εἰς οὐρανοὺς ἀναλήψεως ἐν μέσῳ
ἄχρι τῆς αὐτοῦ παρουσίας καιρόν, ἐν ᾧ ἀπεῖναι ἡμῶν δοκεῖ. τὸ δὲ εὐθέως τὸ ἀνυπέρθετον δηλοῖ τῆς σπουδῆς, ὅπως δεῖ τὰ τοῦ θεοῦ ἐργάζεσθαι. πέντε δὲ καὶ δύο τάλαντα καὶ ἓν τῆς λειτουργίας τὴν διαφοράν, ἐπισκόπου οἷον εἰπεῖν, πρεσβυτέρου, διακόνου· τῇ γὰρ ποσότητι τοῦ ταλάντου τὸ τῆς λειτουργίας πλέον ἢ ἔλαττον ἐμφαίνει. ὅθεν καλῶς εἶπεν ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, ἵνα εἴπῃ· καθὸ ἕκαστος ἀναλόγως τοῖς ἐγχειρισθεῖσι δύναται τὴν λειτουργίαν ἐκπληροῦν συνέβαινε· βούλεται γὰρ δεῖξαι, ὅτι καὶ τὴν προθυμίαν παρὰ πάντων ἀπαιτεῖ καὶ ἀμείβεται ὁμοίως. 47 mt 25, 20-25 ∆ιπλασιασμὸν μὲν τῶν δοθέντων καλεῖ τὸ ἐπιδείξασθαι μετὰ σπουδῆς τὰ προσήκοντα καὶ ἄλλοις γενέσθαι ὠφελείας αἴτιον, ἀνθ' ὧν μεγάλων αὐτὸν τεύξεσθαί φησιν μισθῶν εἰκότως· τοῦτο γάρ ἐστι τὸ ἐπὶ πολλῶν σε καταστήσω. τὸ δὲ κατακρύψαι εἶπεν τὸ μηδὲν ἐπιδείξασθαι τῶν δεόντων, ἀλλ' ἀφανῆ τὴν δοθεῖσαν αὐτῷ χάριν ἐργάσασθαι. 48
mt 26, 29 Βασιλείαν τοῦ πατρὸς ὠνόμασεν τὴν ἀνάστασιν, ἀφ' ἧς αὐτῷ τε ἡ
βασιλεία προσεγίνετο καὶ τοῖς λοιποῖς τῶν ἀνθρώπων ἡ ταύτης κοινωνία. τί δέ ἐστιν καινὸν ἀντὶ τοῦ καινῶς-καὶ ἄφθαρτον καὶ μὴ δεόμενον τροφῆς. 51 mt 26, 37 Οὐδὲ ἐκεῖνο δεῖ θαυμάζειν, ὅπως ἀγωνιῶν ὁ κύριος κατά γε τὸ ἀνθρώπινον φαίνεται καίτοι τῶν μαθητῶν χαιρόντων ἐφ' οἷς ἔπασχον πολλάκις. ὥσπερ δυνάμενος ἑαυτῷ ἐξελέσθαι τὸν θάνατον παθεῖν συνε χώρησεν ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας, οὕτως καὶ κατὰ τὴν ἀνθρωπίνην φύσιν ἀγωνιάσαι συνεχώρησεν πείθων αὐτοὺς μὴ δόκησίν τινα τὸ πάθος νομίζειν, ἀλλ' ἀλήθειαν καὶ μάλιστα τοῦ συντόμου τῆς ἀναστάσεως εὐκόλως αὐτοὺς εἰς ταύτην καταγαγεῖν δυναμένου τὴν ὑπόνοιαν.