5
ἔδαφος ἐκεῖνο περιεπτυξάμην, οὗ οἱ πόδες τοῦ κυρίου μου καὶ πατρὸς βαδίζουσιν· εἴθε τὰς κατὰ σοῦ κλεῖς καὶ κλεῖθρα προσεκύνησα, ὡς θησαυρὸν εὐσεβείας φυλάττοντα. μᾶλλον δὲ ἐβουλόμην τὸ τίμιον ἐκεῖνο ἀσπάσασθαι στόμα, τὸ ὁμολογῆσαν τὸν λόγον τῆς ἀληθείας, τὰς ὁσίας χεῖρας τὰς ἐπαιρομένας εἰς ἁγίας προσευχὰς καὶ εὐπροσδέκτους. ποῦ ποτέ μου τὸ γλυκὺ ἀπέπτη πρόσωπον, ποῦ δὲ ἡ σωτήριος φωνὴ κατεσιγάσθη; ἰδοὺ δὴ ἐγὼ ὀρφανὸς ὁ ἐλεεινὸς καὶ παντέρημος, οὐκ ἔχων τὸν πατέρα μου, οὐκ ἔχων τὸν φωστῆρά μου, τὸν ἰατρὸν καὶ τροφέα τῆς ταπεινῆς μου ψυχῆς, ἀπροστάτευτος, ἀνεπαμύνευτος πρὸς τοὺς πολεμοῦντάς με ἀοράτως. ἐγενόμην ὡσεὶ κόραξ ἐν ἐρήμῳ, ὡς στρουθίον ἐπὶ δώματος, καθ' ἡμέραν ἀποφθαλμιῶν, ὧδε κἀκεῖσε βλέπων καὶ περιαθρῶν καὶ οὐδαμοῦ τὸ ποθούμενον πρόσωπον· καὶ οὔπω κατ' ἀξίαν δυναίμην ἐκτραγῳδεῖν μου τὸ πάθος. πλὴν εὐχαριστῶ καὶ ὑπερευχαριστῶ, ὅτι διὰ νόμον θεοῦ ταῦτα κατηξίωμαι, ὅτι τοιούτου πατρὸς ἐχρημάτισα τέκνον. τάχα βασιλεύειν οἴομαι διὰ σοῦ σήμερον, πάτερ ἅγιε, εἴπερ ἡ εὐχή σου σῶόν με διαφυλάξοι· δέδοικα γάρ μου τὴν ἁμαρτίαν καὶ τὴν ἀσωτίαν. εἴσῃ δὲ γινώσκων ὅτι σοῦ ταῖς ἁγίαις εὐχαῖς ἐνίσχυμαι καὶ ἐνίδρυμαι, κἂν λίαν εὐκαταγώνιστός εἰμι· καὶ οὐ μόνον ἐγώ, ἀλλὰ καὶ οἱ πάντες τὸ ἓν ἐσμέν, συμφρονοῦντές σοι σύμψυχοι, συμπάσχειν αἱρούμενοι μέχρι θανάτου, καὶ μηδαμῶς ἡμῶν ἕνεκα δεδιὼς ᾖς. εὖγε, ὦ πάτερ, εὖγε, εὖγε ὦ ἄριστε κυβερνῆτα, ζηλωτὰ τῆς εὐσεβείας, μιμητὰ τῶν ἁγίων· μεγαλοπρεπῶς ὄντως ἠγώνισαι, νεανικῶς ὑπερήθλησας, μετὰ μαρτύρων οἶδ' ὅτι εἴη τὸ πνεῦμά σου. Ἔχει μὲν οὕτω ταῦτα, εἰ καὶ μήπω τῆς ἐπιθυμίας μου καὶ τῆς ἀξίας σου εἰς δέον. ἐπεὶ δὲ κελεύεις ἱστορῆσαί σοι καθ' ἔπος ἀφ' ἧς ἡμέρας ὑπέστημεν ἐκείνην τὴν ὀδυνηρὰν διάζευξιν τήν τε ὁδοιπορίαν καὶ τὰ κατ' αὐτὴν ἡμῖν συμβεβηκότα, οὐχ ἱκανῶ, πλὴν τὸ κελευσθέν μοι ποιήσω ἀοκνότατα. κατ' αὐτὴν τοιγάρτοι τὴν ἡμέραν καθ' ἣν ἀπῄεις σὺ μέν, ὦ πάτερ, τὴν ἐπὶ θάνατον ὁδὸν τῇ προαιρέσει καὶ ἡμεῖς ἐστειλάμεθα τὴν ἐξόριστον ὁδοιπορίαν, ἐποχηθέντες ἐφ' οἷς ἔτυχε ζῴοις. καὶ ὡς ἀπείραστοι κατ' ἀρχὰς τοῦ τοιούτου δράματος ἦμέν πως ἐν ἀθυμίᾳ· προσεβάλομεν γὰρ καί τισι κώμαις, θεατριζόμενοι ἐπὶ πάσης ὄψεως καὶ ἡλικίας ἀνθρώπων· θορύβοις τε καὶ κραυγαῖς περιηχήθημεν ἀμφότερα τὰ ὦτα ἔν τε τῷ ἀπαίρειν καὶ καταπαύειν παρὰ τὸ τὰ ἐπιτήδεια συμπορίζεσθαι τοὺς ἄγοντας. ὡς δὲ ᾔομεν ἐπὶ πρόσω, εἰθισθέντες ῥᾷον μᾶλλον ἐφέρομεν τὰ δυσχερῆ. τὸ δὲ ἀνιῶν ἡμᾶς πλέον ἡ ἀσθένεια ἦν τοῦ πατρὸς τοῦ κυρίου διακόνου. καὶ οὕτω τὴν ὁδὸν ἀχθούμενοι, περιαντλούμενοι διεπεράναμεν. Αὗται δὲ αἱ καταμοναί· ἀπὸ τῶν Καθαρᾶ εἰς Λιβιανά, ἔπειτα εἰς Λεύκας, εἶθ' οὕτως εἰς τὸ Φύραιον. ἔνθα καὶ ὀδυνηρὸν ἡμῖν συνέβη καὶ ἱστορίας ἄξιον· ὑπερφανέντες γάρ πως ἐξ ἀπόπτου ἐννέα τῶν πρωτευόντων ἀδελφῶν ὡς πρόβατα διεσπαρμένα περιέστησαν ἡμῖν κλαίοντες καὶ συνθρύπτοντες ἡμῶν τὴν καρδίαν. καὶ ὁ μὲν ἄγων ἡμᾶς οὐδὲ προσλαλῆσαι εἴα, ἐλεεινὰ δὲ βλέποντες καὶ βλεπόμενοι καὶ ἐπιφθέγματα ἀλλήλοις ἐπειπόντες τελευταῖον μετὰ δακρύων διεχωρίσθημεν. εἶτα καταχθέντες ἐν τῇ Παύλᾳ εὕρομεν τὴν πολυπόθητόν σου ἀδελφὴν σὺν τῷ κυρῷ Σάβᾳ, κρυπτῶς συνοψισθέντες καὶ δι' ὅλης νυκτὸς ἐν ταὐτῷ μείναντες· λαλήσαντες τὰ εἰκότα καὶ ἀσπασάμενοι ἀλλήλους ὡς ἐπιθανατίους διέστημεν στένοντες καὶ ποτνιώμενοι. ἦν ἰδεῖν ἐκεῖ σπαρασσόμενα σπλάγχνα καὶ σφαδάζοντα, θεοπρεπῶς νικωμένης τῆς φύσεως. Ἐκ τῶνδε κατεπαύσαμεν ἐν τῷ Λουπαδίῳ, φιλοφρόνως συμπαθηθέντες παρὰ τοῦ ξενοδοχοῦντος, χρησάμενοί τε καὶ λουετρῷ διὰ τοὺς μώλωπας (γεγόνασι γὰρ καί τινων δυσίατοι ἀπὸ τῆς ὁδοιπορίας), καὶ κατήχθημεν εἰς Τίλιν· ἐκεῖ τοίνυν καταλαβὼν ἡμᾶς ὅ τε ἀββᾶς Ζαχαρίας μετὰ τοῦ Πιονίου, ἐκ θερμῆς προθέσεως κλαίοντες καὶ μεθ' ἡμῶν αἱρούμενοι πορεύεσθαι, κἂν οὐκ εἰάθησαν. ἀπὸ τῶν τῇδε εἰς Ἀλκέριζαν, ἐκ τῶνδε εἰς Ἀναγραμμένους, ἔπειτα εἰς Περπερίναν κἀκεῖθεν εἰς τὸ