1

 2

 3

 4

 5

 6

 7

5

σωτηρίας ἀνθρώποις δημιουργησάμενος. Χαῖρε, θρόνε. ὁ μετεωροπόρητος ἐν δόξῃ, ὁ ἔμψυχος θῶκος ἡ τοῦ Θεοῦ καθέδραν ἐν ἑαυτῇ διαγράφουσα, καὶ ὑπὲρ νοερὰς δυνάμεις Θεὸν ἀναπαύουσα. Χαῖρε, Χερουβὶμ, ὁ πυροειδὴς νοῦς, ἡ ὡς ὄμματα τὰ θεῖα νοήματα πλήθουσα, καὶ πολυφάτους χάριτας ἀναστράπτουσα, καὶ δι' ἧς τὸ ἀνέσπερον φῶς ἀνθρώποις διαπορθμεύεται. Χαῖρε, Μήτηρ ἄνανδρε, ἡ ἐν μητράσι μόνη ἁγνεύουσα, καὶ τὰ μητέρων κατὰ παρθένους ἔχουσα, θαυμάτων ἁπάντων τὸ καινότατον θαῦμα. Χαῖρε, Παρθένε γεννήσασα, ἡ ἐν παρθένοις μόνη τοκεύουσα, καὶ τὰ παρθένων κατὰ μητέρας φέρουσα· τεράτων ἁπάντων τὸ φρικωδέστατον λάλημα. Χαῖρε, σφραγὶς βασιλικὴ, ἡ τὸν ἐκ σοῦ οὐσιωθέντα Βασιλέα τῶν ἁπάντων ἀποτυποῦσα μητρομοίῳ σώματι· εἴπερ οἵα ἡ γεννῶσα, τοιοῦτον δηλαδὴ καὶ τὸ γέννημα. Χαῖρε, βιβλίον ἐσφραγισμένον, ἡ πάσῃ φθοροποιῷ ἐπινοίᾳ ἀπήμαντος, ἐξ ἧς ὁ θεοχαράκτου νόμου κύριος πρὸς αὐτοῦ μόνου παρθενικῶς ἀναγινώσκεται. Χαῖρε, τόμος καινοῦ μυστηρίου, ἡ τῇ ἀφθαρσίᾳ παντάπασιν ἄθικτος, ἐν ᾗ ὁ ἀνείδεος Λόγος γραφίδι ἀνθρωπικῆς ἰδέας ἐζωγράφηται, εἴτουν σεσωμάτωται, ὁ κατὰ πάντα ὅμοιος ἡμῖν πλὴν ἁμαρτίας γενόμενος. Χαῖρε, πηγὴ ἐσφραγισμένη, ὁ βρυτὴρ τῆς ἀφθαρσίας, ἡ τὸ ῥεῖθρον τῆς ζωῆς Χριστὸν ἐκβλύσασα, τῶν σημάντρων μηδαμῶς τῆς παρθενίας λυμανθέντων. Οὗ τῇ μεθέξει ἀπαθανισθέντες, παλινδρομοῦμεν, εἰς τὸν ἀγήρω παράδεισον. Χαῖρε, κῆπος κεκλεισμένος, ἡ τῇ παρθενίᾳ ἀδιάνοικτος εὐκαρπία, ἧς ἡ ὄσφρησις ὡς ἀγροῦ πλήρους, ὃν εὐλόγησεν ὁ ἐκ σοῦ προελθὼν Κύριος. Χαῖρε, ῥόδον ἀμάραντον, ἡ τὸ ἀμήρυτον εὐωδιάζουσα, ἧς ὁ ὀσφρανθεὶς Κύριος ἐπανεπαύσατο, καὶ δι' ἧς ἀνθήσας τὴν εὐωδίαν τοῦ κόσμου ἀπεμάρανε. Χαῖρε, μῆλον εὐωδιάζον, ὁ στειροφυὴς καρπὸς, καὶ ὡραιόθεος, ἡ λέγουσα ἐν Ἄσμασιν, Ἐν μήλοις με στοιβάσατε, ὅτι τετρωμένη ἀγάπης ἐγώ εἰμι. Ἧς δρεψαμένης τὴν καθαρότητα Χριστὸς, εἱστιάσατο εὐοδμίαν ἄχραντον τῷ κόσμῳ διαπνέουσαν. Χαῖρε, κρῖνον, οὗ ὁ γόνος Ἰησοῦς, ταῦτα τὰ κρῖνα τοῦ ἀγροῦ ἀμφιεννύντος· ἡδύπνους ῥοδωνία τοῦ Πνεύματος, ἐξ ἧς Χριστὸς ἀνήθευτον ἐξ ἀσπορίας στολὴν περιεβάλετο, τὴν Σολομωντικὴν στολὴν ἀποκρύπτουσαν. Χαῖρε, ἄνθος, τὸ πάσης ἀνθοβαφικῆς χροιᾶς ποικιλώτερον ἐξ ἀρετῆς ἁπάσης ἥδυσμα, ἐξ ἧς ἄνεισιν ἄνθος ὁμοίῳ ὅμοιον κατὰ μητρικὴν ἐμφέρειαν, ἐφ' ᾧ ἑπτὰ τὰ ἀναπαυόμενα πνεύματα, ὡς ὁ Λόγος. Χαῖρε, νάρδος νάουσα, καὶ ἀρδεύουσα κατὰ τὰ μυρεψικὰ τῆς ἁγνείας ἀρώματα, ὧν ἡ διάδοσις ὀσμὴ ἡδεῖα τῷ φήσαντι ἐν Ἄσμασι· Νάρδος μου ἔδωκεν ὀσμὴν αὐτοῦ. Χαῖρε, στακτὴ, ἡ ἐκ παρθενικῆς βαλσαμουργίας ἀποστάξασα Χριστῷ, στακτὴν ἁγιάσματος, ἤτοι γάλακτος, ἡ ψάλλουσα ἐν Ἄσμασιν· Ἀπόδεσμος τῆς στακτῆς ἀδελφιδοῦς μου 96.693 ἐμοὶ, ἀναμέσον τῶν μαστῶν μου αὐλισθήσεται. Χαῖρε, κιννάμωμον, τὸ ἐκ νοητοῦ παραδείσου τῆς ἀχραντίας ἐξιὸν ἄρωμα, οὗ ἡ ὀσμὴ ἡδεῖα τῷ λέγοντι ἐν Ἄσμασιν· Ἀποστολαί σου παράδεισος ῥοῶν μετὰ καρπῶν ἀκροδρύων· κάλαμος καὶ κιννάμωμον μετὰ πάντων ξύλων τοῦ Λιβάνου. Χαῖρε, θύγατερ, ἡ θυηπόλος νεᾶνις, ἧς τὸ ἄχραντον ἐράσμιον, καὶ ὁ κόσμος παράδοξος τῷ φήσαντι ἐν Ἄσμασι· Τί ὡραιώθησαν διαβήματά σου ἐν ὑποδήμασι, θύγατερ Ἀμιναδάβ; Ἡ κοιλία σου θημωνία σίτου πεφραγμένη ἐν κρίνοις. Χαῖρε, ἀδελφὴ, ἡ τοῦ καλοῦ ἀδελφοῦ παρώνυμος καὶ πανέραστος, οὗ ἡ φωνὴ τοιάδε ἐν Ἄσμασιν· Ἐκαρδίωσας ἡμᾶς, ἀδελφή μου νύμφη, ἐκαρδίωσας; Χαῖρε, νύμφη, ἧς νυμφοστόλος τὸ Πνεῦμα τὸ ἅγιον, καὶ νυμφίος ὁ Χριστὸς, ὁ λέγων ἐν Ἄσμασιν· Ὁλοκάλη ἡ πλησίον μου, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί· δεῦρο ἀπὸ Λιβάνου, νύμφη. Χαῖρε, μύρον, τὸ τῶν ἀρετῶν μυριότιμον σύνθημα, ἡ παναγνείας μύροις μυρίζουσα, ἐξ ἧς ὁμωνύμως σοι προῆλθεν ὁ Κύριος. Μύρον γὰρ, φησὶν, ἐκκενωθὲν ὄνομά σου· ἀφ' οὗ κέχρισται τὸ βασίλειον ἱεράτευμα. Χαῖρε, θυμίαμα, τὸ ὑπὲρ κόσμου παντὸς ἐνώπιον Κυρίου κατευθυνόμενον προσευκτήριον, ἡ ἀποπεπληρωμένη ἐξ εὐωδίας τοῦ