5
κατὰ Χριστιανῶν πόλεμον ἀναρριπιζόντων. τότε καὶ Λικίνιον καίσαρα Ῥωμαῖοι ἀνηγόρευσαν χαριζόμενοι Κωνσταντίνῳ γαμβρὸν αὐτοῦ ὄντα εἰς ἀδελφὴν Κωνσταντίαν καὶ ὑποκρινόμενον ψευδῶς τὴν καθ' ἡμᾶς εὐσέβειαν, Σευήρου δηλαδὴ τελευτήσαντος. Τῷ δ' αὐτῷ ἔτει Πέτρος, ὁ ἐπίσκοπος Ἀλεξανδρείας, ἐν τῇ φυλακῇ ὑπάρχων προστάγματι Μαξιμιανοῦ τοῦ Γαλλερίου καὶ Μαξιμίνου, τοῦ υἱοῦ αὐτοῦ, τὴν κεφαλὴν ἀποτμηθεὶς ἐνδόξως ἐμαρτύρησεν· ὅστις τὸν Ἄρειον διάκονον ὄντα τῆς αὐτοῦ ἐκκλησίας ἀκοινώνητον ἐποίησεν· ὅστις μετὰ ταῦτα κακοδόξου αἱρέσεως προστάτης γεγονὼς πολλοὺς τῆς εὐσεβείας ἀπέστησεν. πολλοὶ δὲ καὶ ἄλλοι ἐπὶ τούτων τῶν τυράννων τὸν ὑπὲρ Χριστοῦ μαρτυρικὸν στέφανον ἀνεδήσαντο, ὧν εἰσι Φιλέας ἐπίσκοπος Θμούεως τῆς Αἰγύπτου, Πηλεὺς καὶ Νεῖλος ἐπίσκοποι τῆς Αἰγύπτου, Ἄνθιμος ἐπίσκοπος Νικομηδείας, Τυραννίων ἐπίσκοπος Τύρου, Σιλουανὸς ἐπίσκοπος Ἐμέσης, καὶ Σιλουανὸς ἐπίσκοπος Γάζης, Λουκιανὸς πρεσβύτερος Ἀντιοχείας, Ζηνόβιος πρεσβύτερος Σιδῶνος, Πάμφιλος πρεσβύτερος Καισαρείας, καὶ ἄλλοι ἀναρίθμητοι. οὗτος ὁ Γαλλέριος Μαξιμιανὸς γυναικομανέστατος ἦν τοσοῦτον, ὥστε τοὺς ὑπ' αὐτὸν τελοῦντας μελετᾷν, ποῦ κρύψωσι 13 τὰς ἰδίας γαμετάς, ἐκτετηκὼς καὶ τῇ τῶν πλάνων δαιμόνων ἀπάτῃ, ὡς μὴ ἀνέχεσθαί τινος γεύσασθαι ἄνευ μαντείας. οὗτος πανωλεθρίαν Χριστιανῶν γενέσθαι προσέταξεν, οὐ τοσοῦτον διὰ τὴν ἑαυτοῦ ἀσέβειαν, ὅσον διὰ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων αὐτῶν. τοῦτον οὖν θεία δίκη μετῆλθε διὰ τὴν ἄμετρον ἀκολασίαν καὶ τὴν περὶ τοὺς Χριστιανοὺς ἀνύποιστον κάκωσιν. χαλεπὸν γὰρ ἕλκος κατὰ τὸ τῆς ἀκολασίας αὐτοῦ μόριον ἐκφυὲν κρεῖττον πάσης ἀνθρωπίνης βοηθείας ἐτύγχανεν, νομῆς καταλαβούσης καὶ σκωλήκων φθορᾶς τοὺς τόπους. ἦν γὰρ καὶ πολύσαρκος. οὗτος ὑπολαβών, ὡς ἄρα διὰ τοὺς ἀδίκους φόνους πέπληκται, προστάγματα κατὰ παντὸς τόπου ὑπὲρ Χριστιανῶν ἔγραψε πᾶν κελεύων καταθυμίως πράττειν καὶ ὑπὲρ αὐτοῦ εὔχεσθαι. οὗ γεγονότος, εὐθέως τοῦ χαλεπωτάτου πάθους τῇ εὐχῇ τῶν Χριστιανῶν θεραπευθέντος παρ' ἐλπίδα, μήπω δὲ τοῦ τραύματος καλῶς συνουλώσαντος, μειζόνως ἐμαίνετο τῶν ἀθεμίτων ἐχόμενος πράξεων. ἀλλ' εὐθὺς πάλιν πόλεμοι καὶ ἐπαναστάσεις, λιμοί τε καὶ λοιμοὶ καὶ αὐχμοὶ ἀθρόοι ἐπέσκηπτον, ὡς μὴ ἀρκεῖν θάψαι τοὺς ζῶντας τοὺς τεθνεῶτας· κεραυνοί τε καὶ φόβητρα ἐξαπεστέλλετο, ὡς ἕκαστον ἑαυτοῦ μόνου φροντίζειν, καὶ τὰ πολλὰ τῶν προσταγμάτων ἄπρακτα διαμένειν. Ἱεροσολύμων ἐπίσκοπος Ἑρμὼν ἔτη θʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀχιλλᾶς ἔτος αʹ. βʹ. δʹ. ϛʹ. αʹ. αʹ. βʹ. Ἀλεξανδρείας ἐπίσκοπος ιθʹ Ἀλέξανδρος ἔτη κγʹ. γʹ. εʹ. ζʹ. βʹ. αʹ. γʹ. δʹ. ϛʹ. ηʹ. γʹ. βʹ. δʹ. εʹ. ζʹ. θʹ. δʹ. γʹ. εʹ. Ἀντιοχείας ἐπίσκοπος Παυλῖνος ἔτη εʹ. ϛʹ. ηʹ. ιʹ. εʹ. δʹ. αʹ Τούτῳ τῷ ἔτει Κωνσταντῖνος ὁ θειότατος εἰς τὴν κατὰ τῶν τυράννων διανέστη κατάλυσιν. Μαξέντιος δὲ ὁ δυσσεβὴς ναυσὶ γεφυρώσας τὸν παραρρέοντα τῇ Ῥώμῃ ποταμὸν παρετάξατο κατὰ τοῦ μεγάλου Κωνσταντίνου. ὁ δὲ μέγας Κωνσταντῖνος ἐδεδίει τὰς Μαξεν14 τίου γοητείας βρέφη ἀνατεμόντος διὰ μαντείας ἀθεμίτους. ἐν πολλῇ δὲ ἀγωνίᾳ ὄντι ὤφθη αὐτῷ ἐν ὥρᾳ ἕκτῃ τῆς ἡμέρας ὁ τίμιος σταυρὸς ἐκ φωτὸς κατεσκευασμένος, ἔχων ἐπιγραφήν· "ἐν τούτῳ νίκα." ἐπιστὰς δὲ αὐτῷ ὁ κύριος εἶπεν αὐτῷ ἐν ὁράματι τῆς νυκτός· "χρῆσαι τῷ δειχθέντι σοι, καὶ νίκα." τότε σταυρὸν σχεδιάσας χρυσοῦν, ὃς ἔστι μέχρι τῆς σήμερον, ἐκέλευσε προάγειν αὐτὸν ἐν τῷ πολέμῳ. καὶ συμβολῆς γενομένης ἡττήθησαν οἱ περὶ τὸν Μαξέντιον, ὧν οἱ πλείους ἀνῃροῦντο. Μαξέντιος δὲ σὺν τοῖς λοιποῖς φεύγων, τῆς γεφύρας θείᾳ δυνάμει διαρραγείσης, ἐν τῷ ποταμῷ καταποντίζεται, ὡς πάλαι Φαραὼ πανστρατί, ὥστε τὸν ποταμὸν πληρωθῆναι ἵππων σὺν ἀναβάταις πεπνιγμένοις. οἱ δὲ πολῖται τῆς Ῥώμης, ὡς αἰτησάμενοι αὐτὸν διαναστῆναι εἰς τὴν βοήθειαν αὐτῶν, λυτρωθέντες τῆς τοῦ πονηροῦ Μαξεντίου τυραννίδος, τὴν πόλιν στεφανώσαντες εἰσεδέξαντο μετὰ χαρᾶς τὸν νικητὴν Κωνσταντῖνον σὺν τῷ νικοποιῷ σταυρῷ