1

 2

 3

 4

 5

 6

 7

5

συμφυῶς τοῖς ἀνθρώποις συγκαταβέβληνται; ᾿Εζεκίᾳ δὲ πῶς ἐπενθήκη πεφιλοτίμηται διὰ τὸ δάκρυον; ἢ τίς ἀνέξεται ὅρον ἐκδέξασθαι τὸν ὕφεσιν ἢ ἐπαύξησιν λαμβάνειν δυνάμενον, ὦ γενναῖε νομοθέτα καὶ μέχρι τῆς ὕβρεως ἔχων τὴν δύναμιν; ῎Οντως ἑλληνικῆς μυθολογίας ἀπομιμήματα καὶ τῆς ἀνυποστάτου καὶ μετεωρολογικῆς εἱμαρμένης ἰνδάλματα τὰ κενὰ ταῦτα τῆς ἀσπουδάστου σπουδῆς τερατολογήματα. σὺ δέ μοι σκίρτα καὶ χόρευε καὶ παιανίζων τὰ τοῦ Πανὸς ἐπιδείκνυσο. συνήγαγες γὰρ ἀνέμους εἰς κόλπον σου τοῖς σοφίσμασι. τῶν διακένων ὀνειράτων εἰκόσι μεγαλοφρονεῖς καὶ διέστηκέ σοι τοῖς ἐνυπνίοις ἡ θάλασσα θαυματουργεῖς τε Μωσαϊκώτερον καὶ τριστάται σοι καὶ ἅρματα διολώλασι καὶ τυμπανίζεις τοῖς τρόποις ἀποφυσώμενος καὶ τὸν ∆αυὶδ ἀπεικονίζεις ταῖς ἐξορχήσεσι, λόγους σεμνούς, οὐ σκηνὴν ἐκπομπεύων ἁγίαν, καὶ μονονουχὶ κορυβαντιῶσιν εἰκάζῃ καὶ τοῖς μελαγχολῶσι γέγονας παραπλήσιος, μήτε γράμματος ἐπιστασίαν μεμαθηκὼς μήτε θεωρίας ὅρους ἀναλεξάμενος. ᾿Αλλ' εἴ γε, δικασταί, τῆς ἀγωνίας τὸ κράτος ἀνεδησάμεθα, οὐ σελίνῳ καὶ κοτίνῳ στέφεσθαι παρ' ὑμῶν ἀξιοῦμεν, ἀλλ' "ὅπλῳ εὐδοκίας" γεραίρεσθαι καὶ ψήφῳ κυρώσεως καταλάμπεσθαι καὶ τῷ κρότῳ τῆς βεβαιώσεως ἀγλαΐζεσθαι, ὅπως καὶ ἡμεῖς μετὰ τοῦ προφήτου βοήσωμεν σήμερον «"ἀλήθεια ἐκ τῆς γῆς ἀνατέταλκε καὶ δικαιοσύνη" πρὸς τὸ ἡμέτερον ἐκ τῶν οὐρανῶν "διέκυψε" δικαστήριον». Τοῦ αὐτοῦ περὶ τοῦ αὐτοῦ ζητήματος ἀπόφασις διὰ προσωποποιΐας οἱ διαιτηταὶ Εὐάγγελος καὶ Θεόπεμπτοσ Τοῦ κρίσιν καὶ δικαιοσύνην ἀγαπῶντος θεοῦ καὶ ῥῆμα διδοῦντος "ἐν ἀνοίξει τοῦ στόματος" χείλεσί τε χάριν ἐκχέοντος καὶ καταρτίζοντος γλῶτταν ὡσεὶ κάλαμον γραμματέως καὶ ὡραΐζοντος, ἡνιοχοῦντος δὲ καρδίας κινήματα καὶ νοῦν πρὸς τὰς εὐθείας ἐπιβολὰς οἰακίζοντος, διδοῦντος δὲ "μόρφωσιν γνώσεως" παντί που τῷ αἰτοῦντι καὶ κρούοντι τῆς ἄνω θεωρίας τὴν θύραν καὶ πρὸς τὰ ἐνδόμυχα τῶν νοημάτων εἰσάγοντος, σοφίας τε πληροῦντος ποτήριον καὶ μεθύσκοντος ὡσεὶ κράτιστον τοὺς διψῶντας ῥεῖθρον παιδεύσεως, νῦν ἕκαστος ἡμῶν δεηθήσεται αἴνιγμα καὶ "λόγον σκοτεινὸν" ἐξοῖσαι "ὡς φῶς" καὶ διαμορφῶσαι κάλλει τρανώτατα, "λόγον" τε "ἀγαθὸν" ἐξερεύξασθαι βασιλικὴν ὁδὸν πορευόμενον εὐαγγελικήν τε καὶ λείαν καὶ σκολιὸν οὐδὲν ἐπιφερομένην πρὸς πλάνην ἀνώμαλον. ῾Ημεῖς μὲν οὖν φιλοσοφοῦντες περὶ τοῦ προκειμένου δόγματος ὑμῖν εἰς ἐξέτασιν οὔτε ὅρους ζωῆς φαμεν παντί τε καὶ πάντας καὶ ἐξ ἀνάγκης ἔχοντας τὸ ἀκίνητον-ἑλληνικὸν γὰρ καὶ τυραννικῆς εἱμαρμένης ἴδιον τοῦτο καθέστηκε καὶ τῆς ἐκκλησιαστικῆς νομοθεσίας ἀλλότριον- οὔτε δὲ τὴν ἔκχυτον ἀοριστίαν πρεσβεύομεν πρὸς ἄβυσσον ἀπειρίας ὁρῶντες ὡς ἀπᾴδουσαν πάντῃ τῆς φύσεως (μόνῳ γὰρ θεῷ προσενεκτέον τὸ ἄπειρον διὰ τὴν τῆς ἀκαταληψίας ὑπεροχήν). τοίνυν προαιρετικῶς ἡμῖν ἕπεται καὶ μῆκος ζωῆς καὶ ἡ παρὰ τοῦ θανάτου κολόβωσις. ὡς γὰρ ἐφ' ἡμῖν ἀρετή τε καὶ κακία καθέστηκε βασιλεία τε οὐρανῶν καὶ σκότος αἰώνιον καὶ "σκώληξ" ἀκοίμητος καὶ "πῦρ" ἀκατάσβεστον καὶ ὅσα προητοίμασε πρὸς κόλασιν ἢ τρυφὴν ἡ ἀδέσκατος κρίσις καὶ μισοπόνηρος τοῦ θεοῦ, οὕτω καὶ ζωῆς ἐπίδοσις καὶ θανάτου φορὰ ἀρετῇ ἢ κακίᾳ τῷ ἀνθρωπίνῳ φύλῳ προσπεπήγασιν.

῍Η οὐχὶ καὶ τὸ θεόπλαστον ζῷον "ὁ ἄνθρωπος ὁ πρῶτος ἐκ γῆς" γενόμενος "χοϊκός", θανάτου καὶ ἀθανασίας ὑπῆρχε μεταίχμιον; μετὸν γὰρ αὐτῷ μηδαμῶς ἠθετηκότι τὸ πρόσταγμα θανάτου μὴ γεύσασθαι ἢ ἔμπαλιν πλανηθέντι δι' ὄκνον ἀρετῆς καὶ ἀπροσεξίαν τοῦ κρείττονος εἰς ἀνάλυσιν φθορᾶς ἀποστρέφεσθαι καὶ πρὸς τοὺς κόλπους τῆς γῆς τὴν ἐπανάζευξιν ἡμαρτηκότι ποιήσασθαι. ζωῆς μὲν οὖν ὕπεισιν ὅροι καθὸ πεφυκότες ἐκ γῆς εἰς γῆν πάντες ἀπελευσόμεθα, ἐπίδοσις δὲ καὶ ἐκκοπὴ τῇ ζωῇ τῶν ἀνθρώπων προσγίνεται ἢ δι' ἀρετὴν ἢ διὰ κακίαν ψυχῆς. Τίνων "τὰ κῶλα" ἔπεσον "ἐν τῇ ἐρήμῳ"; οὐ τῶν κρεωφαγίαν ἐπιζητούντων; οὐ προσευχῇ