“ΚΥΡΙΟΣ δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει ” πολλῇ,“ καλῶς γε σφόδρα ποιῶν ὁ μελῳδὸς ἀναφθέγγεται: χρῆναι δὲ οἶμαι πρὸς τοῦτο βαδίζειν, οὐ τοὺς

 ΚΕΦΑΛΑΙΑ ΕΝ ΤΩ ΠΡΩΤΩ ΒΙΒΛΙΩ. α. Ὅτι ἀΐδιος καὶ πρὸ τῶν αἰώνων ὁ Μονογενής: προκειμένου ῥητοῦ Ἐν ἀρχῇ ἦν ὁ Λόγος. β. Ὅτι καὶ Θεὸς ὁμοούσιος ὑπάρχων τῷ

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ, ΕΞΗΓΗΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΛΟΓΟΣ ΠΡΩΤΟΣ. ΑΚΡΙΒΗΣ ὄντως καὶ θ

 ΚΕΦΑΛΗ Α. Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Ὅτι ἀΐδιος καὶ πρὸ τῶν αἰώνων ὁ Μονογενής. ΤΙ πρὸς τοῦτό φασιν οἱ νέον ἡμῖν καὶ πρόσφατον εἰσφέροντες τὸν Υἱὸν, ἵνα μηδὲ

 ΚΕΦΑΛΗ Β. Ὅτι καὶ Θεὸς καὶ ὁμοούσιος τῷ Πατρὶ ὑπάρχων ὁ Υἱὸς ἐν ἰδίᾳ ἐστὶν ὑποστάσει, ὁμοίως δὲ καὶ ὁ Πατήρ. « Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν. » ἝΩΛΟΝ ἤ

 ΚΕΦΑΛΗ Γ. Ὅτι καὶ Θεὸς κατὰ φύσιν, καὶ κατ' οὐδένα τρόπον ἢ ἐλάττων ἢ ἀνόμοιός ἐστι τοῦ Πατρὸς ὁ Υἱός. « Καὶ Θεὸς ἦν ὁ Λόγος. » ΟΥΚ ἠγνόησεν ὁ πνευματ

 ΚΕΦΑΛΗ Δ. Πρὸς τοὺς τολμῶντας λέγειν, ὅτι ἕτερός ἐστιν ὁ ἐνδιάθετός τε καὶ φυσικὸς ἐν Θεῷ καὶ Πατρὶ Λόγος, καὶ ἕτερος ὁ παρὰ ταῖς θείαις γραφαῖς λεγόμ

 ΚΕΦΑΛΗ Ε. Ὅτι κατὰ φύσιν δημιουργὸς ὁ Υἱὸς μετὰ Πατρὸς, ὡς ἐκ τῆς οὐσίας ὑπάρχων αὐτοῦ, καὶ οὐχ ὥσπερ ὑπουργὸς παραλαμβανόμενος. « Πάντα δι' αὐτοῦ ἐγέ

 ΚΕΦΑΛΗ Ϛ. Ὅτι ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, καὶ διὰ τοῦτο οὐ γενητὸς, ἀλλ' ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός. « Ὃ γέγονεν, ἐν αὐτῷ ζωὴ ἦν. » ἜΤΙ τὰς πε

 ΚΕΦΑΛΗ Ζ. Ὅτι φῶς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, καὶ διὰ τοῦτο οὐ γενητὸς, ἀλλ' ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς, ὡς φῶς ἀληθινὸν ἐκ φωτὸς ἀληθινοῦ. « Καὶ

 ΚΕΦΑΛΗ Η. Ὅτι μόνος ὁ Υἱὸς τοῦ Θεοῦ φῶς ἐστιν ἀληθινὸν, ἡ δὲ κτίσις οὐκέτι, φωτὸς οὖσα μέτοχος, ὡς γενητή. « Ἦν τὸ φῶς τὸ ἀληθινόν. » ΕΠΕΞΕΡΓΑΖΕΤΑΙ πά

 ΚΕΦΑΛΗ Θ. Ὅτι οὐ προϋπάρχει τοῦ σώματος ἡ τοῦ ἀνθρώπου ψυχὴ, οὐδὲ ἐκ πρεσβυτέρων ἁμαρτημάτων ἡ σωμάτωσις κατά τινας. « Ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμε

 ΚΕΦΑΛΗ Ι. Ὅτι μόνος κατὰ φύσιν Υἱὸς ἐκ Πατρὸς ὁ Μονογενὴς, ὡς ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ. « Θεὸν οὐδεὶς ἑώρακε πώποτε: ὁ Μονογενὴς Θεὸς ὁ ὢν εἰς τὸν κόλπον

 ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ, ΒΙΒΛΙΟΝ Αʹ. ΚΕΦΑΛΑΙΑ ΕΝ ΤΩ ΔΕΥΤΕΡΩ ΒΙΒΛΙΩ. α. Ὅτι οὐ κατὰ μετοχὴν, οὐδὲ ὡς ἐπακτὸν

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ Βʹ. Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς

 ΚΕΦΑΛΗ Α. Ὅτι οὐ κατὰ μετοχὴν οὐδὲ ὡς ἐπακτὸν ἐν τῷ Υἱῷ τὸ Ἅγιον Πνεῦμά ἐστιν, ἀλλ' οὐσιωδῶς καὶ κατὰ φύσιν ἐνυπάρχει αὐτῷ. « Καὶ ἐμαρτύρησεν Ἰωάννης

 ΚΕΦΑΛΗ Β. Ὅτι οὐκ ἐν τοῖς γενητοῖς ἐστιν ὁ Υἱὸς, ἀλλ' ἐπάνω πάντων, ὡς Θεὸς ἐκ Θεοῦ. « Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν. » ΟΥ μέγα, φησὶν, οὐδὲ λ

 ΚΕΦΑΛΗ Γ. Ὅτι Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὁ Χριστός. « Ὁ λαμβάνων αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν. » ΟΥΧ ἑτέρως ἦν ἐπιδεῖξαι τὴ

 ΚΕΦΑΛΗ Δ. Ὅτι οὐ μεταληπτῶς ἐν Υἱῷ τὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἴδια, ἀλλ' οὐσιωδῶς καὶ κατὰ φύσιν. « Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ α

 ΚΕΦΑΛΗ Ε. Ὅτι οὐκ ἐν τοῖς προσκυνοῦσίν ἐστιν ὁ Υἱὸς, ᾗ Λόγος ἐστὶ καὶ Θεὸς, προσκυνεῖται δὲ μᾶλλον μετὰ Πατρός. « Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε: ἡμεῖ

 ΚΕΦΑΛΗ Ϛ. Ὅτι οὐκ ἐλάττων κατὰ δύναμιν ἢ κατ' ἐνέργειαν τὴν ἐπί τισιν ὁ Υἱὸς τοῦ Πατρὸς, ἀλλ' ἰσοσθενής τε καὶ ὁμοούσιος, ὡς ἐξ αὐτοῦ καὶ κατὰ φύσιν.

 ΚΕΦΑΛΗ Ζ. Ὅτι τῶν θεοπρεπῶν ἀξιωμάτων ἤτοι πλεονεκτημάτων οὐδὲν ὡς ἐκ μετοχῆς ἢ ἐπακτὸν ἐν Υἱῷ. « Οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσα

 ΚΕΦΑΛΗ Η. Ὅτι Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὑπάρχων ὁ Υἱὸς, καὶ εἰκὼν τοῦ γεννήσαντος ἀκριβὴς, ἴσην ἔχει πρὸς αὐτὸν καὶ τιμὴν καὶ δόξαν. « Ἵνα πάντες τι

 ΚΕΦΑΛΗ Θ. Ὅτι κατ' οὐδὲν ἐλάττων τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, ἀλλ' ἰσοσθενὴς κατ' ἐνέργειαν τὴν ἐφ' ἅπασίν ἐστιν ὡς Θεὸς ἐκ Θεοῦ. « Οὐ δύναμαι ἐγὼ ποιε

 ΚΕΦΑΛΑΙΑ ΕΝ ΤΩι ΤΡΙΤΩι ΒΙΒΛΙΩι ΠΛΑΤΥΤΕΡΟΝ ΕΙΡΗΜΕΝΑ. α. Ζήτησις ἀκριβὴς, διατί μὴ μόνον λύχνος, ἀλλὰ καιόμενος καὶ φαίνων ὁ μακάριος βαπτιστὴς εἴρηται

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ Γ. « Ζήτησις ἀκριβὴς διατί μὴ μόνον ὁ λύχνος, ἀλ

 ΚΕΦΑΛΗ Β. Ὅτι εἰκών ἐστι τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, ἐν ᾧ καὶ πρὸς Ἰουδαίους ἔλεγχος, ὡς μὴ νοοῦντας τὰ διὰ Μωυσέως αἰνιγματωδῶς μᾶλλον εἰρημένα. « Οὔ

 ΚΕΦΑΛΗ Γ. Ὅτι τοῦ Σωτῆρος τὴν ἄφιξιν ἐσήμαινεν ὁ Μωυσῆς. Ἐκ τοῦ Δευτερονομίου περὶ Χριστοῦ. ” ΠΡΟΦΗΤΗΝ ὑμῖν ἐκ τῶν ἀδελφῶν σου ὡς ἐμὲ ἀνα“στήσει σοι Κ

 ΚΕΦΑΛΗ Δ. Ὅτι πολλάκις αἱ Χριστοῦ μεταβάσεις ἀπὸ τῆς Ἱερουσαλὴμ τὸ μετατεθήσεσθαι τὴν χάριν ἐπὶ τὰ ἔθνη δηλοῦσιν: ἐν ταὐτῷ δὲ καὶ λόγος περὶ τῶν πέντε

 ΚΕΦΑΛΗ Ε. Ὅτι χαρακτὴρ τῆς ὑποστάσεως τοῦ Θεοῦ καὶ Πατρός ἐστιν ὁ Μονογενὴς, καὶ οὐχ ἕτερος παρ' αὐτὸν ἢ ἔστιν ἢ νοεῖται χα ρακτήρ. « Ἣν ὁ υἱὸς τοῦ ἀν

 ΚΕΦΑΛΗ Ϛ. Περὶ τοῦ μάννα, ὅτι τύπος ἦν τῆς Χριστοῦ παρουσίας καὶ τῶν δι' αὐτοῦ χαρισμάτων πνευματικῶν. « Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν

 ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΤΕΤΑΡΤΩι ΒΙΒΛΙΩι α. Ὅτι κατ' οὐδὲν ἐλάττων τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, διὰ τὸ ἐξ αὐτοῦ κατὰ φύσιν ὑπάρχειν, κἂν ὑποτάττεσθαι λέγητα

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ. ΚΕΦΑΛΗ Α. Ὅτι κατ' οὐδὲν ἐλάττων τοῦ Θ

 ΚΕΦΑΛΗ Β. Ὅτι ζωοποιὸν τὸ ἅγιον σῶμα Χριστοῦ, ἐν οἷς ὡς περὶ ἄρτου φησὶ τοῦ ἰδίου σώματος. « Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. οἱ πατέρες ὑμῶν ἔφαγον τὸ μάνν

 ΚΕΦΑΛΗ Γ. Ὅτι οὐ ζωῆς τῆς παρ' ἑτέρου μέτοχός ἐστιν ὁ Υἱὸς, μᾶλλον δὲ κατὰ φύσιν ζωὴ ὡς ἐκ ζωῆς τῆς κατὰ φύσιν γεγεννημένος τοῦ Θεοῦ καὶ Πατρός. « Καθ

 ΚΕΦΑΛΗ Δ. Ὅτι τύπος ἦν τοῦ Χριστοῦ προηγουμένη τοῦ λαοῦ κατὰ τὴν ἔρημον ἡ ἁγία σκηνὴ, καὶ ἡ κιβωτὸς δὲ ἡ ἐν αὐτῇ καὶ ἡ λυχνία καὶ τὰ θυσιαστήρια δὲ, τ

 ΚΕΦΑΛΗ Ε. Περὶ τῆς ἑορτῆς τῆς σκηνοπηγίας, ὅτι τῆς ὀφειλομένης τοῖς ἁγίοις ἐλπίδος τὴν ἀποκατάστασιν δηλοῖ, καὶ τὴν ἐκ νεκρῶν ἀναβίωσιν: προκειμένου ῥ

 ΚΕΦΑΛΗ Ϛ. Λόγος περὶ τῆς ἀργίας τῆς κατὰ τὸ σάββατον, τίνος ἐστὶ σημαντικὴ πολυτρόπως ἐπιδεικνύς. « Εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λ

 ΚΕΦΑΛΗ Ζ. Λόγος περὶ τῆς ἐν ὀγδόῃ περιτομῆς, τίνος ἐστὶ σημαντικὴ πολυτρόπως ἐπιδεικνύς. ἈΡΚΟΥΝΤΩΣ ἤδη, καθάπερ ὑπολαμβάνω, καὶ κατὰ δύναμιν τῆς ἐνούσ

 ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΠΕΜΠΤΩι ΒΙΒΛΙΩι. α. Ὅτι κατὰ Ἑλλήνων ἀμαθεῖς ὑπονοίας, οὐ ταῖς ὥραις ὡς ἐξ ἀνάγκης ὑπόκειται τὰ καθ' ἡμᾶς, ἀλλ' ἐκ προαιρέσεως ἰδία

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ. « Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν

 ΚΕΦΑΛΗ Α. Ὅτι κατὰ τὰς Ἑλλήνων ἀμαθεῖς ὑπονοίας, οὐ ταῖς ὥραις ὡς ἐξ ἀνάγκης ὑπόκειται τὰ καθ' ἡμᾶς, ἀλλ' ἐκ προαιρέσεως ἰδίας ἐπί τε τὸ ἀγαθὸν καὶ τὸ

 ΚΕΦΑΛΗ Β. Ὅτι μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν κατὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν ἐνῳκίσθη παγίως ἡμῖν τὸ Ἅγιον Πνεῦμα. « Τοῦτο δὲ ἔλεγε περὶ τοῦ Πνεύματος οὗ ἔ

 ΚΕΦΑΛΗ Γ. Ὅτι οὐ τῆς Ἰουδαίων ἰσχύος ἔργον ἦν τὸ ἐπὶ σταυρῷ πάθος, οὐδὲ ἐκ τῆς τινων πλεονεξίας ἀπέθανεν ὁ Χριστὸς, ἀλλ' αὐτὸς ἑκὼν ὑπὲρ ἡμῶν τοῦτο πέ

 ΚΕΦΑΛΗ Δ. Ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς τῆς πρὸς τὴν κτίσιν ὁμοιότητος ἀνῳκισμένος παντελῶς, ὅσον εἰς οὐσίας λόγον. « Ὑμεῖς ἐκ τούτου τοῦ κόσμου ἐσ

 ΚΕΦΑΛΗ Ε. Ὅτι οὐκ ἐλάττων ἐν δυνάμει καὶ σοφίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, μᾶλλον δὲ αὐτὸς σοφία καὶ δύναμις αὐτοῦ. « Καὶ ἀπ' ἐμαυτοῦ ποιῶ οὐδὲν, ἀλλὰ

 ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΕΚΤΩι ΒΙΒΛΙΩι. Ὅτι οὐκ ἐκ προγενεστέρων τῆς ψυχῆς ἁμαρτημάτων τὰ σωματικά τισιν ἐπισυμβαίνει πάθη, ἀλλ' οὐδὲ ἁμαρτίας πατέρων ἐπὶ τ

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ. « Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ,

 ΚΕΦΑΛΗ Α. Ὅτι οὐκ ἐκ προγενεστέρων τῆς ψυχῆς ἁμαρτημάτων τὰ σωματικά τισιν ἐπισυμβαίνει πάθη, ἀλλ' οὐδὲ ἁμαρτίας πατέρων ἐπάγει τισὶν ὁ Θεὸς, τοὺς οὐδ

 LIBRI VII FRAGMENTA QUAE REPERIRI POTUERUNT. « Οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ, ἀλλ' ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ. ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, καὶ ἐξουσίαν

 LIBRI VIII FRAGMENTA QUAE REPERIRI POTUERUNT. « Ἡ οὖν Μαρία λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου, ἤλειψε τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐξέμαξε τα

 ΚΕΦΑΛΑΙΟΝ ΤΟ ΕΝ ΤΩι ΕΝΝΑΤΩι ΒΙΒΛΙΩι. α. Ὅτι διὰ τὴν ταυτότητα τῆς φύσεως ὁ Υἱὸς μὲν ἐν τῷ Πατρί ἐστιν: ὁ Πατὴρ δ' αὖ πάλιν ἐν τῷ Υἱῷ ἐστιν.

 ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΕΝΝΑΤΟΝ. « Ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα, ἀλλ' ὁ πέμψας με Πατὴρ

 ΚΕΦΑΛΗ Α. Ὅτι διὰ τὴν ταυτότητα τῆς φύσεως, ὁ Υἱὸς μὲν ἐν τῷ Πατρί ἐστιν, ὁ Πατὴρ δ' αὖ πάλιν ἐν τῷ Υἱῷ ἐστιν. « Πιστεύετε ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Π

 ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΔΕΚΑΤΩι ΒΙΒΛΙΩι. α. Ὅτι κατ' οὐδὲν ἐλάττων ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Πατρὸς, ἴσος δὲ μᾶλλον καὶ ὅμοιος κατὰ φύσιν αὐτῷ, προκειμένου

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΔΕΚΑΤΟΝ. « Ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτὰ

 ΚΕΦΑΛΗ Α. Ὅτι κατ' οὐδὲν ἐλάττων ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Πατρὸς, ἴσος δὲ μᾶλλον καὶ ὅμοιος κατὰ φύσιν αὐτῷ. « Εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν ὅτι πορεύομα

 ΚΕΦΑΛΗ Β. Ὅτι τῷ Θεῷ καὶ Πατρὶ ὁμοούσιός ἐστιν ὁ Υἱὸς, καὶ οὐχ ἑτεροφυὴς, οὐδὲ ἔκφυλος, κατά τινας τῶν διεστραμμένων. « Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ,

 ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΕΝΔΕΚΑΤΩι ΒΙΒΛΙΩι. α. Ὅτι φυσικῶς ἐκ Θεοῦ τε καὶ ἐν τῷ Υἱῷ τὸ Πνεῦμα τὸ Ἅγιον καὶ δι' αὐτοῦ καὶ ἐν τῇ οὐσίᾳ αὐτοῦ. β. Ὅτι φυσικῶς ἐ

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΕΝΔΕΚΑΤΟΝ. ΚΕΦΑΛΗ Α. Ὅτι φυσικῶς ἐκ Θεοῦ τε καὶ

 ΚΕΦΑΛΗ Β. Ὅτι φυσικῶς ἐν τῷ Υἱῷ καὶ ἐν τῇ οὐσίᾳ αὐτοῦ τὸ Πνεῦμα αὐτοῦ, τουτέστι τὸ Ἅγιον, καθὰ καὶ ἐν τῇ οὐσίᾳ τοῦ Πατρός. « Πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμ

 ΚΕΦΑΛΗ Γ. Ὅτι τῆς θεοπρεποῦς δόξης οὐκ ἐπιδεᾶ θεωρήσαι τις ἂν τὸν Υἱὸν, κἂν εὑρίσκηται λέγειν Πάτερ δόξασον τὸν Υἱόν σου. « Ταῦτα ἐλάλησεν ὁ Ἰησοῦς, κ

 ΚΕΦΑΛΗ Δ. Ὅτι κατ' οὐδένα τρόπον ἀδικήσει τοῦ Υἱοῦ τὴν δόξαν τὸ εἰληφέναι τι λέγεσθαι παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ἔχοντος εὐσεβῆ τοῦ πράγματος λόγον. «

 ΚΕΦΑΛΗ Ε. Ὅτι τοῦ εἶναι Θεὸς ἀληθινὸς ὁ Υἱὸς οὐκ ἔξω κείσεται, κἂν μόνον καὶ ἀληθινὸν ὀνομάζῃ Θεὸν τὸν Πατέρα. « Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώ

 ΚΕΦΑΛΗ Ϛ. Ὅτι δόξης τῆς θεοπρεποῦς οὐ γυμνὸς ἦν ὁ Υἱὸς κἂν εὑρίσκηται λέγων πρὸς τὸν Πατέρα Καὶ νῦν δόξασόν με τῇ δόξῃ ᾗ εἶχον, καὶ τὰ ἑξῆς. « Ἐγώ σε

 ΚΕΦΑΛΗ Ζ. Ὅτι τὸ λέγεσθαί τι δεδόσθαι τῷ Υἱῷ παρὰ τοῦ Πατρὸς, οὐκ ἐξοικιεῖ τῆς θεοπρεποῦς ἀξίας αὐτὸν, ἀλλ' ὢν ὁμοούσιός τε καὶ ἐξ αὐτοῦ διαφαίνεται κ

 ΚΕΦΑΛΗ Η. Ὅτι οὐκ ἔξω κείσεται τῆς Χριστοῦ βασιλείας, κἂν εἴ τι λέγοιτο τοῦ Πατρός: ἅμα γὰρ αὐτῶν ἡ κατὰ πάντων ἀρχή. « Ἐγὼ περὶ αὐτῶν ἐρωτῶ: οὐ περὶ

 ΚΕΦΑΛΗ Θ. Ὅτι φυσικὸν ἐν τῷ Υἱῷ τὸ τῆς θεότητος ἀξίωμα, κἂν εἰληφέναι λέγηται τοῦτο παρὰ Πατρὸς διὰ τὸ ἀνθρώπινον καὶ τὸ τῆς ταπεινώσεως σχῆμα. « Πάτε

 ΚΕΦΑΛΗ Ι. Ὅτι οὐκ ἐκ μετοχῆς τῆς πρὸς ἕτερον ἅγιός ἐστιν ὁ Χριστὸς οὐδὲ ξένος τῆς οὐσίας αὐτοῦ ὁ διὰ Πνεύματος ἁγιασμός. « Καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸ

 ΚΕΦΑΛΗ ΙΑ. Ὅτι φυσικῶς ὁ Υἱὸς ἕν ἐστι πρὸς τὸν ἑαυτοῦ Πατέρα Θεὸν, καὶ αὐτὸς μὲν ἐν Πατρὶ, ὁ Πατὴρ δὲ ἐν αὐτῷ, κατά γε τὸν οὐσιώδη τῆς ἑνότητος σύνδεσ

 ΚΕΦΑΛΗ ΙΒ. « Ὅτι κατὰ φύσιν ἕν ἐστιν ὁ Υἱὸς πρὸς τὸν ἑαυτοῦ Πατέρα Θεὸν, κἂν ὡς ἐν χάριτος μέρει δέξασθαι λέγῃ τὸ ἓν εἶναι πρὸς τὸν Πατέρα. »

 ΚΕΦΑΛΑΙΟΝ « ΤΟ ΕΝ ΤΩι ΔΩΔΕΚΑΤΩι ΒΙΒΛΙΩι. » α. Ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, κἂν εὑρίσκηται δι' ἡμᾶς Θεὸν ἑαυτοῦ τὸν Πατέρα καλῶν, προκειμένου ῥητο

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΒΙΒΛΙΟΝ ΔΩΔΕΚΑΤΟΝ

 ΚΕΦΑΛΗ Α. « Ὅτι κατὰ φύσιν Θεός ἐστιν ὁ Υἱὸς, κἂν εὑρίσκηται δι' ἡμᾶς Θεὸν ἑαυτοῦ τὸν Πατέρα καλῶν. »

Chapter I. That Everlasting and before the ages is the Only-Begotten.

What do they say to this [namely, In the beginning was the Word] who introduce to us the Son, as one new and of late, that so He may no longer be believed to be even God at all. For, says the Divine Scripture, there shall no new God be in thee. How then is He not new, if He were begotten in the last times? How did He not speak falsely when He said to the Jews, Verily I say unto you, Before Abraham was, I am? For plain is it and confessed by all, that many ages after the blessed Abraham was Christ born of the Holy Virgin. How at all will the words was in the beginning remain and come to anything, if the Only-Begotten came into being at the close of the ages? See I pray by the following arguments too how great absurdity, this cutting short the Eternal Being of the Son, and imagining that He came into being in the last times, yields.

But this same word of the Evangelist shall be proposed again for a finer test:

In the Beginning was the Word.

Than the beginning is there nothing older, if it have, retained to itself, the definition of the beginning (for a beginning of beginning there cannot be); or it will wholly depart from being in truth a beginning, if something else be imagined before it and arise before it. Otherwise, if anything can precede what is truly beginning, our language respecting it will go off to infinity, another beginning ever cropping up before, and making second the one under investigation.

There will then be no beginning of beginning, according to exact and true reasoning, but the account of it will recede unto the long-extended and incomprehensive. And since its ever-backward flight has no terminus, and reaches up to the limit of the ages, the Son will be found to have been not made in time, but rather invisibly existing with the Father: for in the beginning was He. But if He was in the beginning, what mind, tell me, can over-leap the force of the was? When will the was stay as at its terminus, seeing that it ever runs before the pursuing reasoning, and springs forward before the conception that follows it?

Astonishment-stricken whereat the Prophet Isaiah says, Who shall declare His generation? for His Life is lifted from the earth. For verily lifted from the earth is the tale of the generation of the Only-Begotten, that is, it is above all understanding of those who are on the earth and above all reason, so as to be in short inexplicable. But if it is above our mind and speech, how will He be originate, seeing that our understanding is not powerless to clearly define both as to time and manner things originate?

To look in another way at the same, In the Beginning was the Word.

It is not possible to take beginning, understood in any way of time, of the Only-Begotten, seeing that He is before all time and hath His Being before the ages, and, yet more, the Divine Nature, shuns the limit of a terminus. For It will be ever the same, according to what is sung in the Psalms, But Thou art the Same and Thy years shall have no end. From what beginning then measured in respect of time and dimension will the Son proceed, Who endureth not to hasten to any terminus, in that He is God by Nature, and therefore crieth, I am the Life? For no beginning will ever be conceived of by itself that does not look to its own end, since beginning is so called in reference to end, end again in reference to beginning. But the beginning we are pointing to in this instance is that relating to time and dimension. Hence, since the Son is elder than the ages themselves, He will be free of any generation in time; and He ever was in the Father as in a Source, according to that which He Himself said, I came forth from the Father and am come. The Father then being considered as the Source, the Word was in Him, being His Wisdom and Power and Express Image and Radiance and Likeness. And if there was no time when the Father was without Word and Wisdom and Express Image and Radiance, needs is it to confess too that the Son Who is all these to the Everlasting Father, is Everlasting. For how at all is He Express Image, how Exact Likeness, except He be plainly formed after that Beauty, Whose Likeness He also is?

Nor is it any objection to conceive of the Son being in the Father as in a Source: for the word source here only means the "whence." But the Son is in the Father, and of the Father, not as made externally, nor in time, but being in the Essence of the Father and flashing forth from Him, as from the sun its radiance, or as from fire its innate heat. For in such examples, one may see one thing generated of another, but yet ever co-existing and inseparable, so that one cannot exist of itself apart from the other, and yet preserve the true condition of its own nature. For how can there be sun which has not radiance, or how radiance without sun being within to irradiate it? how fire, if it have not heat? whence heat, save from fire, or from some other thing not removed from the essential quality of fire? As then in these, the in-existence of the things that are of them does not take away their co-existence, but indicates the things generated ever keeping pace with their generators and possessed of one nature so to speak with them, so too is it with the Son. For even if He be conceived and said to be in the Father and of the Father, He will not come before us as alien and strange and a Being second to Him, but as in Him and co-existing ever, and shining forth from Him, according to the ineffable mode of the Divine generation.

But that God the Father is spoken of by the saints too as the Beginning of the Son in the sense only of "whence," hear the Psalmist through the Holy Ghost foretelling the second Appearance of our Saviour and saying as to the Son: With Thee the Beginning in the Day of Thy Power in the beauty ofThy Saints. For the day of the Son's Power is that whereon He shall judge the world and render to every one according to his works. Yerily shall He then come, Himself in the Father, and having in Himself the Father, the so to say unbeginning Beginning of His Nature in regard only to the "whence," by reason of His Being of the Father.

In the Beginning was the Word.

Unto many and various ideas does our discourse respecting the here signified beginning diversify itself, on all sides zealous to capture things that tend to profit, and after the manner of a hound, tracking the true apprehension of the Divine dogmas, and exactitude in the mysteries. For search, saith the Saviour, the Holy Scriptures, for in them ye think ye have eternal life, and they are they which testify of Me. The Blessed Evangelist, then, seems here to name the Father Ἀρχὴ , that is the Power over all, that the Divine Nature Which is over all may be shewn, having under Its feet every thing which is originate, and borne above those things which are by It called into being.

In this Ἀρχὴ then that is above all and over all was the Word, not, with all things, under Its feet, but apart from all things, in It by Nature as Its Co-Eternal Fruit, having the Nature of Him Who begat Him as it were a place the most ancient of all. Wherefore He Begotten Free of Free Father, will with Him possess the Sovereignty over all. What then now too will be the nature of the argument in this, it is meet to see.

Hazardful have certain, as we said above, asserted that the Word of God was then first called into being, when taking the Temple that is of the Holy Virgin He became Man for us. What then will be the consequence, if the Son's Nature be thus, or originate and made and of like nature with all things else, to which birth out of not being, and the name and fact of servitude, are rightfully and truly predicated? For what of things that are made can with impunity escape servitude under the God That is Lord of all? what does not stoop under the sovereignty and power and lordship that is over all, which Solomon himself too signifies to us when he says, For the throne of Sovereignty is established with righteousness? For ready and exceeding prepared unto righteousness is the Throne of the Sovereignty, that I mean which is over all. And what throne that is of which we are now speaking, hear God saying by one of the Saints, The Heaven is My Throne. Ready therefore unto righteousness is the Heaven, that is, the holy spirits in the heavens.

Since then one must needs confess that the Son is with the rest of the creatures subject to God the Father, as having the position of a servant, and together with the rest falling under the authority of the Ἀρχὴ, if He be according to them late in Birth and one of those who have been made in time:----of necessity does the Blessed Evangelist spring with energy on those who teach otherwise, and withdraw the Son from all bondage. And he shews that He is of the Essence that is Free and Sovereign over all, and declares that He is in Him by Nature saying, In the beginning was the Word.

But to the word Ἀρχὴhe fitly annexes the was, that He may be thought of as not only of renown, but also before the ages. For the word was is here put, carrying on the idea of the thinker to some deep and incomprehensible Generation, the Ineffable Generation that is outside of time. For that was, spoken indefinitely, at what point will it rest, its nature being ever to push forward before the pursuing mind, and whatever point of rest any might suppose that it has, that it makes the starting point of its further course? The Word was then in the Ἀρχὴ, that is in Sovereignty over all things, and possessing the dignity of Lord, as being by Nature from It. But if this be true, how is He any longer originate or made? And where the was wholly is, how will the "was not" come in, or what place will it have at all as regards the Son?  

ΚΕΦΑΛΗ Α. Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Ὅτι ἀΐδιος καὶ πρὸ τῶν αἰώνων ὁ Μονογενής. ΤΙ πρὸς τοῦτό φασιν οἱ νέον ἡμῖν καὶ πρόσφατον εἰσφέροντες τὸν Υἱὸν, ἵνα μηδὲ ὅλως ὑπάρχειν ἔτι πιστεύηται Θεός; “Οὐ γὰρ ἔσται, φησὶν, ἐν σοὶ θεὸς πρόσφατος,” ἡ θεία γραφή. πῶς οὖν οὐ πρόσφατος, εἰ ἐν ὑστέροις ἐγεννήθη καιροῖς; πῶς δὲ οὐκ ἐψεύδετο λέγων πρὸς Ἰουδαίους “Ἀμὴν λέγω ὑμῖν, πρὶν Ἁβραὰμ γενέσθαι, ἐγὼ εἰμί:” πρόδηλον γὰρ δήπου καὶ πᾶσιν ὁμολογούμενον, ὡς πολλοῖς ὕστερον χρόνοις, μετὰ τὸν μακάριον Ἁβραὰμ, ἐγεννήθη Χριστὸς διὰ τῆς ἁγίας παρθένου. ποῦ δὲ ὅλως τὸ ἦν ἐν ἀρχῇ σωθήσεται καὶ χωρήσει καλῶς, εἴπερ ἐπὶ τέλει τῶν αἰώνων γέγονεν ὁ Μονογενής; ὅρα γάρ μοι καὶ διὰ τῶν ἐφεξῆς, ὅσην ἔχει τὴν ἀτοπίαν τὸ κολοβοῦν τοῦ Υἱοῦ τὴν ἀΐδιον ὕπαρξιν, καὶ ἐν ὑστέροις αὐτὸν γενέσθαι χρόνοις ὑπονοεῖν. αὐτὸ δὲ δὴ πάλιν ἡμῖν εἰς λεπτοτέραν παρακείσεται βάσανον, ὅπερ ἔφη ὁ μακάριος Εὐαγγελιστής:
« Ἐν ἀρχῇ ἦν ὁ Λόγος. » Τῆς ἀρχῆς οὐδέν τι ἐστὶ πρεσβύτερον, εἴπερ ἔχοι σωζόμενον ἐφ' ἑαυτῇ τὸν τῆς ἀρχῆς ὅρον: ἀρχὴ γὰρ ἀρχῆς οὐκ ἂν εἴη ποτέ: ἢ πάντως ἐκβήσεται τοῦ εἶναι κατὰ ἀλήθειαν ἀρχὴ, προεπινοουμένου τινὸς ἑτέρου καὶ προανίσχοντος αὐτῆς: ἄλλως τε εἰ ἐνδέχεταί τι προυπάρχειν τῆς ὄντως ἀρχῆς, ἐπ' ἄπειρον ἡμῖν ὁ περὶ αὐτῆς οἰχήσεται λόγος, ἀεὶ προανατελλούσης ἑτέρας, καὶ δευτέραν ἀποφαινούσης τὴν ἐφ' ᾗπερ ἂν ἡ παρ' ἡμῶν γένοιτο ζήτησις. οὐκοῦν ἀρχὴ μὲν ἀρχῆς οὐκ ἔσται, κατὰ τὸν ἀκριβῆ τε καὶ ἀληθῆ λογισμὸν, ἀλλ' εἰς ἀμήρυτον μέν τι καὶ ἀκατάληπτον ὁ περὶ αὐτῆς ἀποδημήσει λόγος. τέλος δὲ οὐκ ἐχούσης τῆς ἀεὶ πρὸς τὸ ἄνοπιν φυγῆς, καὶ τὸ τῶν αἰώνων ἀναφοιτώσης μέτρον, οὐκ ἐν χρόνῳ γεγονὼς ὁ Υἱὸς, ἀϊδίως δὲ μᾶλλον ὑπάρχων μετὰ Πατρὸς εὑρεθήσεται: ἦν γὰρ ἐν ἀρχῇ: εἰ δὲ ἦν ἐν ἀρχῇ, ποῖος, εἰπέ μοι, δυνήσεται νοῦς, τὴν τοῦ ἦν ὑπερανίπτασθαι δύναμιν; πότε δὲ ὅλως τὸ ἦν ὡς ἐν τέλει στήσεται, προανατρέχον τ' ἀεὶ τοῦ διώκοντος λογισμοῦ, καὶ τῆς ἑπομένης αὐτῷ προαναπηδῶν ἐννοίας; ἐπὶ τούτῳ δὴ ἄρα καταπεπληγμένος ὁ προφήτης φησὶν Ἡσαΐας “Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ” ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ:“ αἴρεται γὰρ ὄντως ἀπὸ τῆς γῆς ὁ περὶ τῆς γεννήσεως λόγος τοῦ Μονογενοῦς, τουτέστιν, ὑπὲρ πᾶσάν ἐστι διάνοιαν τῶν ὄντων ἐπὶ τῆς γῆς, καὶ ὑπὲρ πάντα λόγον, ὡς εἶναι λοιπὸν ἀνεξήγητον: εἰ δὲ ὑπὲρ νοῦν ἐστι καὶ λόγους τοὺς ἐν ἡμῖν, πῶς ἂν εἴη γενητὸς, οὐκ ἀτονούσης τῆς ἐνούσης ἡμῖν διανοίας καὶ χρόνῳ καὶ λόγῳ περιορίζειν τὰ γενητά;
« Ἑτέρως, εἰς τὸ αὐτὸ θεωρητέον Ἐν ἀρχῇ ἦν ὁ Λόγος. » Ἀρχὴν ὅλως τὴν ἐν χρόνῳ νοουμένην οὐκ ἔστι λαβεῖν ἐπὶ τοῦ Μονογενοῦς, ἐπείπερ ἐστὶ πρὸ χρόνου παντὸς, καὶ προαιώνιον ἔχει τὴν ὕπαρξιν, ἔτι τε πρὸς τουτοισὶ τὸ καταλήγειν εἰς τέλος ἡ θεία παραιτεῖται φύσις: ἕξει γὰρ ὡσαύτως ἀεὶ, κατὰ τὸ ἐν ψαλμοῖς μελῳδούμενον ” Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ “ἔτη σου οὐκ ἐκλείψουσιν:” ἀπὸ ποίας οὖν ἡμῖν ἀρχῆς τῆς ἐν χρόνῳ καὶ ποσῷ μετρουμένης ὁ Υἱὸς ἐκβήσεται, τρέχειν εἰς τέλος οὐκ ἀνεχόμενος, ἅτε δὴ καὶ κατὰ φύσιν ὑπάρχων Θεὸς, καὶ διὰ τοῦτο βοῶν “Ἐγώ εἰμι ἡ ζωή;” ἀρχὴ γὰρ αὐτὴ καθ' ἑαυτὴν οὐκ ἂν ὅλως ὑπάρχειν νοοῖτό ποτε μὴ πρὸς τὸ οἰκεῖον βλέπουσα τέλος, ἐπείπερ ὡς πρὸς τέλος μὲν ἀρχὴ, τέλος δ' αὖ πάλιν ὡς πρὸς ἀρχὴν ὀνομάζεται: ἀρχὴν δὲ πάλιν ἐν τούτοις, τὴν κατὰ χρόνον ἤτοι ποσότητα σημαίνομεν. οὐκοῦν ἐπειδήπερ καὶ αὐτῶν ἐστι τῶν αἰώνων πρεσβύτερος ὁ Υἱὸς, τὸ μὲν ἐν χρόνῳ γεγενῆσθαι διαφεύξεται: ἦν δὲ καὶ διὰ παντὸς ὡς ἐν πηγῇ τῷ Πατρὶ κατὰ τὸ παρ' αὐτοῦ λελεγμένον “Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον καὶ ἥκω.” πηγῆς τοιγαροῦν νοουμένου τοῦ Πατρὸς, ἦν ὁ Λόγος ἐν αὐτῷ σοφία καὶ δύναμις καὶ χαρακτὴρ καὶ ἀπαύγασμα καὶ εἰκὼν ὑπάρχων αὐτοῦ. καὶ εἰ χρόνος ἦν οὐδεὶς, ὅτε Λόγου χωρὶς καὶ σοφίας καὶ χαρακτῆρος καὶ ἀπαυγάσματος ἦν ὁ Πατὴρ, ἀνάγκη συνομολογεῖν ἀΐδιον ὑπάρχειν τὸν Υἱὸν, ὃς ταῦτά ἐστι τῷ ἀϊδίῳ Πατρί. πῶς γὰρ ὅλως ἐστὶ χαρακτὴρ, πῶς δὲ εἰκὼν ἀκριβὴς, εἰ μὴ πρὸς ἐκεῖνο μεμορφωμένος ὁρᾶται τὸ κάλλος, οὗ καί ἐστιν εἰκών; Ἀδικήσει δὲ ὅλως οὐδὲν τὸ ὡς ἐν πηγῇ τῷ Πατρὶ τὸν Υἱὸν ὑπάρχειν ἐννοεῖν: μόνον γὰρ τό Ἐξ οὗ τὸ τῆς πηγῆς ἐν τούτοις ὄνομα σημαίνει. ἔστι δὲ ὁ Υἱὸς ἐν Πατρὶ καὶ ἐκ Πατρὸς, οὐκ ἔξωθεν ἢ ἐν χρόνῳ γεγονὼς, ἀλλ' ἐν τῇ τοῦ Πατρὸς ὑπάρχων οὐσίᾳ, καὶ ἐξ αὐτῆς ἀναλάμψας, ὥσπερ ἐξ ἡλίου τυχὸν τὸ ἀπαύγασμα αὐτοῦ, ἢ καθάπερ ἐκ πυρὸς ἡ ἔμφυτος αὐτοῦ θερμότης: ἐν γὰρ τοῖς τοιούτοις παραδείγμασιν, ἓν μὲν ἐξ ἑνὸς γεννώμενον ἔνεστιν ἰδεῖν, ἀεὶ δ' οὖν ὅμως συνυπάρχον καὶ ἀχωρίστως προσὸν, ὡς δίχα τοῦ ἑτέρου μὴ εἶναι δύνασθαι καθ' ἑαυτὸ τὸ ἕτερον, καὶ διασώζειν ἀληθῆ τὸν τῆς οἰκείας φύσεως λόγον. πῶς γὰρ ὅλως ἥλιος οὐκ ἔχων ἀπαύγασμα, ἢ πῶς ἀπαύγασμα μὴ ἐντὸς ὂν ἡλίου τοῦ ἀπαυγάζοντος αὐτό; πῶς δὲ καὶ πῦρ, εἰ τὸ θερμαίνειν οὐκ ἔχει; πόθεν δὲ τὸ θερμὸν, εἰ μὴ ἐκ πυρὸς, ἢ παρά τινος ἑτέρου τυχὸν τῆς τοῦ πυρὸς οὐσιώδους ποιότητος οὐ μακράν που κειμένου; ὥσπερ οὖν ἐν τούτοις τὸ ἐνυπάρχειν τὰ ἐξ αὐτῶν οὐκ ἀναιρεῖ τὴν συνύπαρξιν, ἀεὶ δὲ συντρέχοντα τοῖς γεννῶσι δεικνύει τὰ γεννώμενα, καὶ μίαν ὡς πρὸς αὐτὰ τὴν φύσιν κληρωσάμενα: οὕτω καὶ ἐφ' Υἱοῦ. κἂν γὰρ ἐν Πατρὶ καὶ ἐκ Πατρὸς νοῆται καὶ λέγηται, οὐκ ἔκφυλος ἡμῖν καὶ ξένος ἢ ὡς μετ' αὐτὸν δεύτερος, εἰσβήσεται, ἀλλ' ὢν ἐν αὐτῷ, καὶ συνυπάρχων ἀεὶ, καὶ ἐξ αὐτοῦ πεφηνὼς, κατὰ τὸν ἄῤῥητον τῆς θείας γεννήσεως τρόπον. ὅτι δὲ καὶ ὡς ἀρχὴ τοῦ Υἱοῦ, κατὰ μόνον τό Ἐξ οὗ, λέγεται καὶ παρὰ τοῖς ἁγίοις ὁ Θεὸς καὶ Πατὴρ, ἄκουε τοῦ ψαλμῳδοῦ τὴν δευτέραν τοῦ Σωτῆρος ἡμῶν ἐπιφάνειαν διὰ τοῦ Ἁγίου Πνεύματος προκηρύττοντος καὶ ὡς πρὸς αὐτὸν λέγοντος τὸν Υἱόν “Μετὰ ” σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου, ἐν τῇ λαμπρότητι “τῶν ἁγίων σου:” ἡμέρα γὰρ δυνάμεως τοῦ Υἱοῦ, καθ' ἣν ὅλην κρίνει τὴν οἰκουμένην, καὶ ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ: ἥξει δὲ πάντως καὶ τότε αὐτός τε ὢν ἐν Πατρὶ, καὶ ἔχων ἐν ἑαυτῷ τὸν Πατέρα, τὴν ἄναρχον τῆς οἰκείας φύσεως οἱονεί πως ἀρχὴν κατὰ μόνον τό Ἐξ οὗ, διὰ τὸ ὑπάρχειν ἐκ Πατρός.
« Ἐν ἀρχῇ ἦν ὁ Λόγος. » Εἰς πολλὰς ἡμῖν καὶ διαφόρους ἐννοίας ὁ περὶ τῆς ἐνθάδε σημαινομένης ἀρχῆς καταποικίλλεται λόγος, πανταχόθεν θηρᾶσθαι σπουδάζων τὰ εἰς ὠφέλειαν συντείνοντα, καὶ κατάληψιν ἀληθῆ τῶν θείων δογμάτων καὶ τὴν ἐν τοῖς μυστηρίοις ἀκρίβειαν κυνὸς δίκην ἰχνηλατῶν: “Ἐρευνᾶτε γάρ που τὰς ” ἁγίας γραφὰς, φησὶν ὁ Σωτὴρ, ὅτι ἐν αὐταῖς ὑμεῖς δοκεῖτε “ζωὴν αἰώνιον ἔχειν: καὶ αὗταί εἰσιν αἱ μαρτυροῦσαι περὶ ” ἐμοῦ.“ ἔοικε τοίνυν ὁ μακάριος Εὐαγγελιστὴς ἀρχὴν ἐνθάδε, τουτέστι τὴν κατὰ πάντων ἐξουσίαν, τὸν Πατέρα σημαίνειν, ἵνα δὴ καὶ ἐπάνω πάντων ἡ θεία φαίνηται φύσις, πᾶν ὅπερ ἐστὶ γενητὸν ὑπὸ πόδας ἔχουσα, μονονουχὶ καὶ ἐποχουμένη τοῖς δι' αὐτῆς εἰς τὸ εἶναι κεκλημένοις. Ἐν ταύτῃ τοιγαροῦν τῇ ἀρχῇ τῇ κατὰ πάντων καὶ ἐπὶ πάντας, ἦν ὁ Λόγος, οὐ μετὰ πάντων ὑπὸ πόδας αὐτῆς, ἀλλ' ἔξω πάντων ἐν αὐτῇ φυσικῶς, ὡς καρπὸς συναΐδιος, τόπον ὥσπερ ἔχων τὸν ἁπάντων ἀρχαιότατον τὴν τοῦ γεννήσαντος φύσιν. διὸ δὴ καὶ ἐλεύθερος ἐλευθέρου Πατρὸς πεφυκὼς τὴν κατὰ πάντων ἀρχὴν σὺν αὐτῷ κεκτήσεται. τίς οὖν ἄρα καὶ νῦν ὁ τῆς ἐν τούτῳ κατασκευῆς γενήσεται λόγος ἀκόλουθον συνιδεῖν. ῥιψοκινδύνως τινὲς, καθάπερ ἔφημεν ἐν τοῖς ἀνωτέρω, τὸν τοῦ Θεοῦ Λόγον τότε δὴ πρῶτον εἰς τὸ εἶναι κεκλῆσθαι διισχυρίζοντο, ὅτε τὸν ἐκ τῆς ἁγίας παρθένου ναὸν λαβὼν ἄνθρωπος γέγονε δι' ἡμᾶς: τί οὖν ἂν εἴη λοιπὸν, εἴπερ οὕτως ἔχοι φύσεως ὁ Υἱὸς, ἢ γενητὸς καὶ πεποιημένος, καὶ τοῖς ἄλλοις ἅπασιν ὁμοφυὴς, οἷς ἐξ οὐκ ὄντων ἡ γένεσις, καὶ τὸ τῆς δουλείας ὄνομά τε καὶ πρᾶγμα δικαίως ἐπαληθεύεται; τί γὰρ τῶν πεποιημένων τὴν ὑπὸ τῷ πάντων κρατοῦντι Θεῷ δουλείαν ἀκινδύνως παραιτήσεται; τί δὲ οὐχ ὑποκύψει τῇ κατὰ πάντων ἀρχῇ τε καὶ ἐξουσίᾳ καὶ κυριότητι, ἣν καὶ αὐτός που σημαίνει λέγων ὁ Σολομών ” Μετὰ “γὰρ δικαιοσύνης ἑτοιμάζεται θρόνος ἀρχῆς.” ἕτοιμος γὰρ καὶ πολὺ λίαν εὐπρεπὴς εἰς δικαιοσύνην ὁ τῆς ἀρχῆς θρόνος, τῆς ἐπὶ πάντας δηλαδή. καὶ τίς ὁ θρόνος περὶ οὗ νῦν ὁ λόγος, ἄκουε λέγοντος τοῦ Θεοῦ δι' ἑνὸς τῶν ἁγίων “Ὁ ” οὐρανός μοι θρόνος.“ οὐκοῦν ἕτοιμος εἰς δικαιοσύνην ὁ οὐρανὸς, τουτέστι, τὰ ἐν τοῖς οὐρανοῖς ἅγια πνεύματα. Ἐπειδὴ τοίνυν ἦν ἀνάγκη συνομολογεῖν μετὰ τῶν ἄλλων ποιημάτων ὑποκεῖσθαι τῷ Θεῷ καὶ Πατρὶ τὸν Υἱὸν, ὡς οἰκετικὴν ἔχοντα τάξιν, καὶ ὑπὸ τὴν τῆς ἀρχῆς ἐξουσίαν ὁμοίως πίπτοντα τοῖς ἄλλοις, εἴπερ ἐστὶ κατ' ἐκείνους ὀψιγενὴς καὶ τῶν ἐν χρόνῳ πεποιημένων εἷς: ἀναγκαίως ὁ μακάριος Εὐαγγελιστὴς δριμύτερον τοῖς ἑτεροδιδασκαλοῦσιν ἐπιπηδᾷ, καὶ δουλείας μὲν ἁπάσης ἐξέλκει τὸν Υἱόν: ἐκ δὲ τῆς ἐλευθέρας καὶ πάντων ἀρχούσης οὐσίας ἐκπεφήνοτα δεικνύει, καὶ ἐν αὐτῇ φυσικῶς ὑπάρχειν ἰσχυρίζεται λέγων Ἐν ἀρχῇ ἦν ὁ Λόγος. ἐπιπλέκει δὲ τῷ τῆς ἀρχῆς ὀνόματι χρησίμως τὸ ἦν, ἵνα μὴ μόνον εὐκλεὴς, ἀλλὰ νοῆται καὶ προαιώνιος: τέθειται γὰρ ἐν τούτοις τὸ ἦν, εἰς βαθεῖάν τινα καὶ ἀκατάληπτον καὶ τὴν ἔξω χρόνων ἄῤῥητον γέννησιν ἀνατεῖνον τοῦ θεωροῦντος τὴν ἔννοιαν. τὸ γὰρ ἦν ἀδιορίστως ἐκφωνηθὲν, εἰς ποῖον ἡμῖν καταλήξει τόπον, ἀεὶ προελαύνειν τοῦ διώκοντος νοῦ πεφυκὸς, καὶ ἥνπερ ἂν οἴηταί τις ἔχειν αὐτοῦ τὴν κατάπαυσιν, ταύτην τοῦ ἐπέκεινα δρόμου ποιούμενον ἀρχήν; ἦν οὖν ὁ Λόγος ἐν ἀρχῇ, τουτέστιν, ὡς ἐν ἀρχῇ τῇ ἐπὶ πάντα, καὶ ἐξ αὐτῆς ὑπάρχων φυσικῶς τὸ δεσποτικὸν ἔχων ἀξίωμα: εἰ δὲ τοῦτο ἀληθὲς, πῶς ἔτι γενητὸς ἢ πεποιημένος; ὅπου δὲ ὅλως τὸ ἦν, κατὰ τίνα τρόπον τὸ οὐκ ἦν εἰσβήσεται, ἢ ποῖον ἕξει λοιπὸν τὸν κατὰ τοῦ Υἱοῦ τόπον;