6
πλεῖστα δὲ ὅσα ἐπικτησά μενοι. δικαιοσύνη γὰρ καὶ φιλότης οἷς ἂν ἐντραφείη, εὐδαίμονα τίθησι πολιτείαν καὶ μόνιμον καὶ ἥκιστα πολεμίοις ἁλώσιμον. 3. Οὕτω μὲν οὖν οἱ Φράγγοι ἄριστα βιοῦντες σφῶν τε αὐτῶν καὶ τῶν προσοίκων κρατοῦσι, παῖδες ἐκ πατέρων τὴν βασιλείαν διαδεχόμενοι. ἀλλὰ γὰρ καὶ ἐς ἐκεῖνο τοῦ καιροῦ, ὅτε δὴ οἱ Γότθοι ὡς αὐτοὺς ἐπρεσ βεύοντο, τρεῖς αὐτοῖς ἡγεμόνες ἐτύγχανον ὄντες. οὐκ ἀπὸ τρόπου δέ μοι εἶναι δοκεῖ βραχύ τι ἄνωθεν ἀρξαμένῳ τοῦ γένους καὶ τῶν ξυνενεχθέντων ἐν τῷ πρὸ τοῦ ἐλάχιστα διεξελθόντι ἔπειτα ἐς ἐκείνους, οἳ δὴ ἐν τῷ τότε ἐκράτουν, τὴν ἐκδρομὴν καταπαῦσαι τοῦ λόγου. 2 Χιλδίβερτος μὲν γὰρ καὶ Χλωθάριος, ἔτι δὲ Θευδέριχος καὶ Χλωθομῆρος ἀδελφοὶ ἐγεγένηντο. οὗτοι δὲ ἐπειδὴ αὐτοῖς Χλωθοαῖος ὁ πατὴρ ἐτεθνήκει, διενεί μαντο τέτραχα τὴν βασιλείαν κατά τε πόλεις καὶ ἔθνη, ἐς ὅσον οἶμαι τῶν ἴσων ἑκάστῳ μετεῖναι. 3 οὐ πολλῷ δὲ ὕστερον Χλωθομῆρος κατὰ Βουρ γουζιώνων ἐπιστρατεύσας (γένος δὲ τοῦτο Γοτθικὸν αὐτουργόν τε περιφανῶς τὰ πολέμια), ἐν αὐτῷ δὴ τῷ πολέμῳ ἀκοντίῳ τὰ στέρνα τυπεὶς ἀνῃρέθη. πεσόντος δὲ αὐτοῦ ἐπειδὴ τὴν κόμην οἱ Βουργουζί 13 ωνες καθειμένην καὶ ἄφετον ἐθεάσαντο καὶ μέχρι τοῦ μεταφρένου κεχαλασμένην, αὐτίκα ἔγνωσαν τὸν ἡγεμόνα τῶν πολεμίων ἀπεκτονό τες. 4 θεμιτὸν γὰρ τοῖς βασιλεῦσι τῶν Φράγγων οὐπώποτε κείρεσθαι, ἀλλ' ἀκειρεκόμαι τέ εἰσιν ἐκ παίδων ἀεὶ καὶ παρῃώρηνται αὐτοῖς ἅπαντες εὖ μάλα ἐπὶ τῶν ὤμων οἱ πλόκαμοι, ἐπεὶ καὶ οἱ ἐμπρόσθιοι ἐκ τοῦ μετώπου σχιζόμενοι ἐφ' ἑκάτερα φέρονται, οὐ μὴν ὥσπερ οἱ τῶν Τούρκων τε καὶ Ἀβάρων ἀπέκτητοι καὶ αὐχμηροὶ καὶ ῥυπῶντες καὶ ἐνέρσει ἀπρε πῶς ἀναπεπλεγμένοι, ἀλλὰ ῥύμματα γὰρ ἐπιβάλλουσιν αὐτοῖς ποικίλα καὶ ἐς τὸ ἀκριβὲς διαξαίνουσι. τοῦτο δὲ ὥσπερ τι γνώρισμα καὶ γέρας ἐξαίρετον τῷ βασιλείῳ γένει ἀνεῖσθαι νενόμισται, ἐπεὶ τό γε ὑπήκοον περίτροχα κείρονται καὶ κομᾶν αὐτοῖς περαιτέρω οὐ μάλα ἐφεῖται. 5 τότε δὴ οὖν τοῦ Χλωθομήρου τὴν κεφαλὴν οἱ Βουργουζίωνες ἀποτε μόντες καὶ τοῖς ἀμφ' αὐτὸν στρατεύμασιν ἀναδείξαντες ψοφοδεεῖς αὐτίκα πεποίηνται ἅπαντας καὶ δυσέλπιδας, καὶ κατεάγη αὐτοῖς ἀγεννῶς τὰ φρονήματα κατεπτηχότες τε ἦσαν καὶ οἷοι οὐκέτι ἐθέλειν ἀναμαχέσασθαι. καὶ δὴ τοῖς μὲν νενικηκόσιν, ᾗπερ ἄριστα αὐτοῖς ἔχειν ἐδόκει, καὶ ἐφ' αἷς ᾤοντο χρῆναι ξυνθήκαις, ὁ πόλεμος διελέλυτο· τοῦ δὲ Φραγγικοῦ ὁμίλου ὅ τι ἐσέσωστο, ἄσμενοι ἐς τὰ σφέτερα ἐπανῄεσαν. 6 οὕτω δὲ τοῦ Χλωθομήρου διαφθαρέντος αὐτίκα ἐς τοὺς ἀδελφοὺς (οὐ γὰρ δὴ παῖς αὐτῷ ἐγεγόνει) ἡ ἐκείνου ἀρχὴ ἐμερίζετο. οὐκ ἐς μακρὰν δὲ καὶ Θευδέριχος νόσῳ ἁλοὺς ἀπεβίω, καταλιπὼν Θευδιβέρτῳ τῷ υἱῷ τά τε ἄλλα ἀγαθὰ καὶ μὲν δὴ καὶ τὸ τῆς ἡγεμονίας ἀξίωμα. 4. Παραλαβὼν δὲ τὴν πατρῴαν ἀρχὴν ὁ Θευδίβερτος τούς τε Ἀλαμα νοὺς κατεστρέψατο καὶ ἄλλα ἄττα πρόσοικα ἔθνη. τολμητίας τε γὰρ ἦν ἐς τὰ μάλιστα καὶ ταραχώδης καὶ πέρα τοῦ ἀναγκαίου τὸ φιλοκίνδυνον κεκτημένος. ἡνίκα γοῦν τοῖς Ῥωμαίοις ὁ πρὸς Τωτίλαν τὸν ἡγεμόνα τῶν Γότθων ὠδίνετο πόλεμος, τούτῳ δὴ τότε τῷ Θευδιβέρτῳ ἐβεβούλευτό οἱ καὶ διεσπούδαστο, ἕως ἐν Ἰταλίᾳ Ναρσῆς τε καὶ τὰ στρατεύματα ἐμόχθει καὶ ἐνησχόλητο, αὐτὸς πλήθη ἀγείρας ἄλκιμά τε καὶ μαχιμώτατα 14 ἐς τὰ ἐπὶ Θρᾴκης ἀφικέσθαι χωρία ἅπαντά τε τὰ τῇδε καταστρεψάμενος ἀμφὶ τὸ Βυζάντιον τὴν πόλιν τὴν βασιλίδα τὸν πόλεμον μεταστῆσαι. 2 οὕτω δὲ ἐνεργὸν τὸ βούλευμα ἐποιεῖτο καὶ τὴν παρασκευὴν ἐμβρι θεστάτην, ὡς καὶ πρεσβεύεσθαι πρός τε Γήπαιδας καὶ Λαγγοβάρδους καὶ ἄλλα ἄττα πρόσοικα ἔθνη, ἐφ' ᾧ καὶ οἵδε ξυλλάβοιντο τοῦ πολέμου. 3 οὐ γὰρ ᾤετο ἀνεκτὰ εἶναι, ὅτι δὴ βασιλεὺς Ἰουστινιανὸς ἐν τοῖς προ γράμμασι τοῖς βασιλείοις Φραγγικός τε καὶ Ἀλαμανικός, ἔτι δὲ Γηπαι δικός τε καὶ Λαγγοβαρδικὸς καὶ ἑτέροις τοιοῖσδε ὀνόμασιν ἀνεκηρύττετο, ὡς δὴ τούτων αὐτῷ τῶν ἐθνῶν ἁπάντων δεδουλωμένων. αὐτός τε δὴ οὖν χαλεπῶς ἔφερε τὴν ὕβριν καὶ