θεῷ, ὅταν φῶσιν αὐτὸν τὴν ἐπιβουλὴν κατὰ τῆς ὕλης συντάξαι, διότι δὴ τοῦ καλοῦ ἐπεθύμησεν. τίνι δὲ καὶ ὁ θεὸς ὧν εἶχεν ἐβουλήθη τὴν ὕλην τιμωρήσασθαι; τὸ μὲν γὰρ ἁπλοῦν φάναι τὸν θεὸν ἀκριβέστερον οἶμαι ἢ κατὰ τούτους ἐστίν, καὶ ἡ τῆς ἐννοίας τούτου ἀφήγησις οὐχ ὡς περὶ τῶν ἄλλων εὔκολος· οὐδὲ γὰρ λόγῳ ἁπλῶς ἐνδείξασθαι αὐτὴν δυνατόν, διὰ δὲ πολλῆς παιδεύσεως καὶ πόνου. ἀλλὰ τοῦτό γε πάντες ἴσμεν, ὅτι ἡ ὀργὴ καὶ ἡ τῆς τιμωρίας κατὰ τῆς ὕλης ὄρεξις πάθη ἐστὶν περὶ τὸν οὕτω διακείμενον συνιστάμενα· ταῦτα δὲ οὐδὲ περί τινα σπουδαῖον γένοιτο ἂν τὰ παθήματα, μή τί γε περὶ τὸ ἀγαθὸν αὐτό.
11 Ἐφ' ἕτερα τοίνυν ἥκει πάλιν ὁ λόγος περιφε ρόμενος. ἐπειδὴ γὰρ δύναμιν τὸν θεὸν εἰς τὴν ὕλην καταπέμψαι φασίν, σκοπεῖν ἄξιον, πότερον ἡ δύναμις αὕτη κατὰ τὸ ἀγαθὸν ἠλάττωται παρὰ τὸν θεὸν ἢ ὁμοίως εἶχεν. εἰ μὲν γὰρ ἠλάττωται, τί τὸ αἴτιον; ὕλης μὲν γὰρ οὐδὲν μετεῖχεν τῶν παρὰ θεῷ, ἓν δὲ μόνον ἀγαθὸν εἰσάγει, τὸν θεόν, καὶ ἓν κακόν, τὴν ὕλην. εἰ δὲ ὁμοίως εἶχεν, τίνος ἕνεκα ὃς μὲν ὥσπερ τις βασιλεὺς ἐπέταττεν, ἣ δὲ τὸν πόνον τὸν ἀκούσιον ἀνέτλη τοῦτον; καὶ ἐπὶ τῆς ὕλης δὲ ζητηθήσεται πότε ρον εἰς τὸ κακὸν ὅμοιαι ἢ ἐλάττους δυνάμεις. εἰ γὰρ ἐλάττους, πάντως γε κακίας ἐλάττους· μετοχῇ ἄρα τοῦ ἀγαθοῦ αὗται ἂν γένοιντο, δύο γὰρ ὄντων κακῶν τὸ ἧττον τοιοῦτον κατὰ μετάληψιν τοῦ ἀγαθοῦ πάντως που οὕτως ἔσχηκεν. ἀγαθὸν δὲ οὐδὲν περὶ τὴν ὕλην ἀπολείπουσιν. πάλιν τοίνυν ἀπορία ἑτέρα· εἰ γάρ τις ἄλλη δύναμις τῷ κακῷ ὑπερβάλλει τὴν ἡγεμονεύουσαν ὕλην, αὕτη ἐστὶν ἡγεμονικωτέρα, τὸ γὰρ μᾶλλον κακὸν τῆς ἀρχῆς τῆς κατ' αὐτὴν ἡγεῖτο.
12 Τὸ δὲ «κατέπεμψεν ὁ θεὸς δύναμιν ἐπὶ τὴν ὕλην» λέγεται μὲν μετ' οὐδεμιᾶς ἀποδείξεως, ἔστι δὲ πιθανὸν οὐδ' ὁπωστιοῦν, χρὴ δὲ ὁμοίως καὶ αὐτὸ τυχεῖν τῶν οἰκείων λόγων. τὸ μὲν γὰρ αἴτιον τούτου ἐκεῖνο εἶναί φασιν· «ὅπως μηδὲν μὲν ᾖ κακὸν ἀγαθὰ δὲ πάντα, ἔδει μιχθῆναι τὴν δύναμιν τῇ ὕλῃ κατὰ τοὺς ἀθλητὰς τοὺς ἐν τῷ συμπλέκεσθαι καταγωνιζο μένους τοὺς ἀντιπάλους, ἵνα κρατήσασα τοῦ κακοῦ παύσῃ αὐτὸ τοῦ εἶναι.» πολὺ δὲ οἶμαι σεμνότερον καὶ τῆς τοῦ θεοῦ ὑπεροχῆς ἐπάξιον τὸ ὁμοῦ νοήματι τῶν ὄντων ἀφανίσαι τὴν ὕλην. ἀλλ' οἶμαι τοῦτο οὐκ ἀπε δέξαντο διὰ τὸ καὶ νῦν κακόν τι ὑπάρχειν, ὃ τὴν ὕλην εἶναί φασιν. τὰ πράγματα δὲ οὐδὲν μᾶλλον δύνανται παύσασθαι ὄντα τοιαῦτα, ἵνα τις τὸ μὴ μεταβάλλεσθαι εἰς τὰ χείρω ἔνια συγχωρήσῃ· ἔδει δέ τινα αἴσθησιν γενέσθαι τούτου, ὅτι μετρίως ὁπωσδή ποτε ἐμειώθη ταῦτα, ἵνα καὶ τὰς εἰς τὸ μέλλον ἐλπί δας βελτίους ἔχωμεν. καλῶς γὰρ δὴ πρὸς τὸν Ζήνω νος τοῦ Κιτιέως εἴρηται λόγον, ὃς «τὸ πᾶν ἐκπυρωθή σεται» λέγων «πᾶν τὸ καῖον ἔχον καύσῃ ὅλον καύσει, καὶ ὁ ἥλιος πῦρ ἐστιν καὶ ὃ ἔχει οὐ καύσει;» ἐξ οὗ συνήγετο, ὡς ᾤετο, τὸ πᾶν ἐκπυρωθήσεσθαι· πρὸς ὅν τις τῶν χαριεστέρων εἰρηκέναι λέγεται· «ἀλλ' ἐγώ τοι χθὲς καὶ πρὸ ἐνιαυτοῦ καὶ πρὸ πλείονος χρόνου εἶδον καὶ νῦν ὁμοίως ὁρῶ οὐδὲν ὑπὸ τοῦ πυρὸς τοῦ ἡλίου πεπονθώς· χρῆν δὲ σὺν χρόνῳ κατ' ὀλίγον γενέσθαι τοῦτο, ἵνα καὶ ὅτι ποτὲ ἐκπυρωθήσεται τὸ ὅλον πιστεύ σωμεν.» καὶ πρὸς τὸν Μανιχαίου δὴ λόγον-καίτοι σὺν οὐδεμιᾷ πίστει ῥηθέντα ἡ αὐτὴ οἶμαι ἀπόκρι σις ὅτι «ἀλλ' οὐδὲν ἐμειώθη ταῦτα, ἀλλὰ καὶ πρότερον ἦν ἐπὶ τοῦ πρώτου γενομένου ἀνθρώπου, ὅπου ἀδελ φὸς ἀδελφὸν ἀπόλλυσιν, καὶ νῦν ἔτι ἔστιν καὶ πόλεμοι οἱ αὐτοὶ καὶ ποικιλώτεραι ἐπιθυμίαι· χρῆν δὲ εἰ καὶ μὴ πεπαῦσθαι, μεμειῶσθαι γοῦν ταῦτα, ἵνα θαρσήσω μεν ὅτι καὶ παύσεταί ποτε σὺν τῷ χρόνῳ· ὄντων δὲ τῶν αὐτῶν ἐκεῖθεν τίς ἡ πίστις τῶν εἰς τὸ μέλλον;»
6