6
οὐ Γεώργιος ὡς καθαιρεθεὶς ὑπὸ Ἀλεξάνδρου τοῦ μακαρίου ἠλέγχετο; οὐκ ἐπ' ἄλλοις ἄλλοι καὶ διαφόροις ηὐθύνοντο; πῶς οὖν οὗτοι συνιέναι καθ' ἡμῶν ἤθελον; πῶς δὲ σύνοδον ὀνομάζειν τολμῶσιν, ἧς κόμης προυκάθητο καὶ παρῆν σπεκουλάτωρ καὶ κομενταριήσιος ἡμᾶς εἰσῆγεν ἀντὶ διακόνων τῆς ἐκκλησίας; ἐκεῖνος ἐφθέγγετο καὶ οἱ παρόντες ἐσιώπων, μᾶλλον δὲ ὑπήκουον τῷ κόμητι, καὶ τὸ κινοῦν τοὺς δοκοῦντας ἐπισκόπους ὑπὸ τῆς ἐκείνου βουλῆς ἐνεποδίζετο. ἐκεῖνος ἐκέλευεν, ἡμεῖς ὑπὸ στρατιωτῶν ἠγόμεθα, μᾶλλον δὲ τῶν περὶ Εὐσέβιον κελευόντων ἐκεῖνος ταῖς τούτων ἐξυπηρετεῖτο γνώ 8.4 μαις. τὸ δὲ ὅλον, ἀγαπητοί, ποία σύνοδος ἔνθα τὸ τέλος ἐξοριστία καὶ φόνος εἰς δόξαν ἦν βασιλεῖ; ποῖα δὲ καὶ τὰ ἐγκλήματα; μεῖζον γὰρ ἐπὶ τούτοις τὸ κατ' αὐτῶν θαῦμα. Ἀρσένιός τις ἦν, ὃν πεφονεῦσθαι ἐμέμφοντο, καὶ ποτήριον διέβαλλον κεκλάσθαι μυστικόν. ἀλλ' Ἀρσένιος μὲν ζῇ, καὶ μεθ' ἡμῶν εὔχεται συνάγεσθαι καὶ οὐκ ἄλλας ἀναμένει μαρτυρίας, ἵνα ζῶν φανῇ, ἀλλ' αὐτὸς ὁμολογεῖ ζῆν οἰκείοις γράμμασι πρὸς τὸν συνεπίσκοπον ἡμῶν Ἀθανάσιον γράφων, ὃν αὐτοῦ φονέα διεβεβαιοῦντο. καὶ οὐκ ᾐδοῦντο οἱ ἀσεβεῖς ἄνδρα πρὸ τοσούτου διαστήματος καὶ πλῷ καὶ πεζῇ πάμπολυ μῆκος ἀπέχοντα παρ' αὐτοῦ πεφονεῦσθαι κατηγοροῦντες, οὗ κατ' ἐκείνους τοὺς χρόνους μηδὲ τὴν χώραν εἶδεν ἄνθρω 8.5 πος. ἀλλὰ καὶ κρύψαι τετολμήκασι καὶ ἀφανῆ καταστῆσαι μηδὲν παθόντα. καὶ εἰ οἷόν τε ἦν, εἰς ἄλλην οἰκουμένην ἂν μετετίθεσαν, μᾶλλον δὲ καὶ τοῦ ζῆν ἀληθῶς ἂν ἐξήγα γον, ἵνα εἴτε ἐπαληθεύοντες εἴτε πλασάμενοι φόνον ἀληθῶς Ἀθανάσιον ἀποκτείνωσιν. ἀλλὰ τῇ θείᾳ προνοίᾳ καὶ ἐν τούτῳ χάρις τῇ μηδὲν ἄδικον ἰσχύειν ἐπιτρεπούσῃ, ἀλλ' ὑπὸ τὰς πάντων ὄψεις Ἀρσένιον ὑπαγούσῃ ζῶντα καὶ φανερῶς τὴν τότε συσκευὴν καὶ συκο φαντίαν ἐλέγχοντα. οὐ γὰρ ὡς φονέας ἀποστρέφεται οὐδὲ ὡς ἠδικηκότας μισεῖ· πέπονθε γὰρ ὅλως οὐδέν, ἀλλὰ κοινωνεῖν ἡμῖν ἀξιοῖ καὶ συναριθμεῖσθαι βούλεται, δι' ὧν ἔγραψε.
9.1 Καὶ ὅμως Ἀθανάσιος μὲν συνεσκευάζετο παρ' αὐτῶν ὡς τὸν ζῶντα πεφονευκώς, ἐξωρίζετο δὲ παρὰ τῶν αὐτῶν. οὐδὲ γὰρ ὁ πατὴρ τῶν βασιλέων τοῦτον ἐξώρισεν, 9.2 ἀλλ' αἱ τούτων διαβολαί. σκοπεῖτε γάρ, εἰ μὴ οὕτως ἔχει. ὡς οὐδὲν μὲν ηὑρίσκετο κατὰ τοῦ συλλειτουργοῦ ἡμῶν Ἀθανασίου, ὁ δὲ κόμης ἐβιάζετο καὶ πολὺς ἦν σπουδάζων κατ' αὐτοῦ, ὁ μὲν ἐπίσκοπος Ἀθανάσιος φυγὼν τὴν γενομένην βίαν ἀνῆλθε πρὸς τὸν εὐσεβέστατον βασιλέα παραιτούμενος ἅμα καὶ τὸν κόμητα καὶ τὰς ἐκείνων συσκευάς, ἀξιῶν δὲ νόμιμον ἐπισκόπων σύνοδον συγκροτηθῆναι ἢ καὶ αὐτὸν δέξασθαι τὴν ἀπο 9.3 λογίαν ὧν ἐπήγαγον αὐτῷ. καὶ γράφει μὲν βασιλεὺς ἀγανακτῶν καὶ προσκαλε σάμενος αὐτοὺς ἐπαγγελλόμενός τε αὐτὸς ἀκροάσασθαι ὁ καὶ τὴν σύνοδον κελεύσας γε νέσθαι. οἱ δὲ περὶ Εὐσέβιον ἀνελθόντες διαβάλλουσιν Ἀθανάσιον οὐκέτι μὲν τὰ ἐν Τύρῳ θρυλούμενα παρ' αὐτῶν, περὶ σίτου δὲ καὶ πλοίων ἐποχῆς, ὡς Ἀθανασίου ἐπαγγειλα μένου δύνασθαι κωλύειν τὴν ἀπὸ Ἀλεξανδρείας εἰς Κωνσταντινούπολιν τοῦ σίτου μετακομιδήν· ταῦτά τινες τῶν ἐξ ἡμῶν ἔνδον ὄντες μετὰ Ἀθανσίου ἀκηκόασι τοῦ βασι 9.4 λέως ἀπειλοῦντος. εἶτα τοῦ Ἀθανασίου ὀδυρομένου ἐπὶ τῇ διαβολῇ καὶ διαβεβαιου μένου μὴ εἶναι ταύτην ἀληθῆ (πῶς γὰρ ἂν ἰδιώτης ἄνθρωπος καὶ πένης τηλικαῦτα δύναιτο); Εὐσέβιος οὐδὲ δημοσίᾳ παραιτησάμενος τὴν διαβολὴν ὤμνυε τὸν Ἀθανάσιον εἶναι πλούσιον καὶ δυνατὸν καὶ ἱκανὸν πρὸς πάντα, ἵνα ἐκ τούτων κἀκεῖνα εἰρηκὼς Ἀθα νάσιος νομισθῇ. ταῦτα μὲν οἱ σεμνοὶ κατηγόρουν ἐπίσκοποι, ἡ δὲ τοῦ θεοῦ χάρις κρείτ των τῆς πονηρίας αὐτῶν γεγένηται, τὴν γὰρ εὐσέβειαν τοῦ βασιλέως εἰς φιλανθρωπίαν κεκίνηκε καὶ ἀντὶ θανάτου τὴν ἐξοριστίαν παρέσχεν. 9.5 Οὐκοῦν αἱ διαβολαὶ καὶ οὐδὲν ἄλλο τούτων αἴτιαι. ὁ μὲν γὰρ βασιλεὺς πρὸ τούτου γράφων τὴν συσκευὴν ἐμέμψατο, τὴν ἐπιβουλὴν ᾐτιάσατο τῶν Μελιτιανῶν κατεψηφίσατο, ἀθεμίτους, ἀρᾶς ἀξίους, τὰ δεινότατα αὐτοὺς ἐγγράφως εἰπών. κεκίνη ται γὰρ νεκρὸν ἀκηκοὼς ἄνθρωπον, ὃς