Quaestiones aliae

 ἡλιακῷ δίσκῳ, καὶ ἐν τῷ οὐρα νῷ, καὶ ἐν τῇ γῇ, καὶ πανταχοῦ, καὶ οὔτε τῶν ἄνω λεί πει, οὔτε τῶν κάτω· οὕτω καὶ ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ κατῆλθε πρὸς

 ἐκπορευτὴ ἀπὸ τῆς ψυχῆς, οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορευτὸν ἀπὸ τοῦ Πατρός. Καὶ εἶπον οὕτω· Ψυχὴ, λόγος καὶ πνοὴ, μία ψυχὴ, καὶ οὐ τρεῖς· ἀχώριστο

 μετὰ τὴν γέννησιν μένει ἐν τοῖς ψυχικοῖς κόλποις· οὕτως καὶ ὁ τοῦ Θεοῦ Λό γος, κἂν καὶ ἐγεννήθη πρὸ τῶν αἰώνων ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς, ἀλλ' οὐκ ἐφανερ

 Θεοῦ; εἰπὲ δύο. Ποῖα δὲ ταῦτα; Ὁ Υἱὸς καὶ τὸ Πνεῦμα. Καὶ διὰ τί λέγονται αἰτιατά; ∆ιότι 785 γεννᾶται ὁ Υἱὸς, καὶ οὐ γεννᾷ· ἐκπορεύεται δὲ καὶ τὸ Πνεῦμ

 σεσαρκωμένος Θεὸς, καὶ Χριστὸς ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Θεὸς, διότι ἐφόρεσε τὴν τοῦ ἀνθρώπου μορφήν. Ἐρώτ. ιηʹ. Καὶ τίνα λόγον, ἢ τίνα χρείαν εἶχ

 ἐν τῷ τόκῳ καὶ μετὰ τὸν τόκον παρθένον ἁγνὴν δι εφύλαξε. Σὺν τούτοις δὲ καὶ ἕτερον φωτολαμπὲς καὶ θαυμαστώτατον, κἀκείνων παρόμοιον ἐκτύπωμα ἄκουσον.

 διαβόλου, αὕτη 793 καὶ μόνη νικήσῃ τὸν νικήσαντα ταύτην διάβολον. Προγινώσκων οὖν πάλιν ὁ σοφὸς Θεὸς, ὅτι οὐκ ἠδύ νατο μόνη ἡ ἀνθρωπότης νικῆσαι χωρὶς

σεσαρκωμένος Θεὸς, καὶ Χριστὸς ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Θεὸς, διότι ἐφόρεσε τὴν τοῦ ἀνθρώπου μορφήν. Ἐρώτ. ιηʹ. Καὶ τίνα λόγον, ἢ τίνα χρείαν εἶχεν ὁ Θεὸς, ἤγουν ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἵνα σαρκωθῇ, καὶ ὡς ἄνθρωπος περιπατεῖν ἐν τῇ γῇ; Ἀπόκ. Θεὸς οὐδεμίαν χρείαν εἶχε τοῦ σαρκωθῆναι, ἀλλ' ἡ ἀνθρωπότης ἐδέετο ἰατρείας. Ἐπειδὴ γὰρ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ πάντα τὰ ἐν αὐτοῖς, ἔπλασε δὲ καὶ τὸν ἄνθρωπον, καὶ ἔθηκεν αὐτὸν ἐν μέσῳ τοῦ παραδείσου, καὶ ἔταξεν αὐτὸν βασιλέα εἰς πάντα τὰ κτίσματα, ἵνα πάντα δουλεύωσιν αὐτῷ, καὶ κατοικεῖν αὐτὸν ἐν τῷ παρα δείσῳ, ὡς Θεοῦ εἰκών. Εἰδὼς τοῦτο ὁ διάβολος, καὶ φθονήσας τὴν τοῦ ἀνθρώπου ἀξίαν, συνεβούλευσεν αὐτῷ τῷ ἀνθρώπῳ παρακοῦσαι τοῦ Θεοῦ, ἵνα διὰ τῆς παρακοῆς ἐξώσῃ αὐτὸν τοῦ παραδείσου καὶ τῆς τοῦ Θεοῦ ἀξίας, καὶ θνητὸν τὸν ἀθάνατον ἀπεργά σηται. Ὁ δὲ ἄνθρωπος, ὡς μὴ ἔχων πεῖραν κακίας τοῦ πονηροῦ, ἤκουσε τῆς συμβουλῆς τοῦ διαβόλου, καὶ παρήκουσε τοῦ Θεοῦ, καὶ ἔκτοτε ἐδέξατο τὸν θάνατον τῆς ἁμαρτίας, ὁμοίως καὶ πάντες οἱ ἐξ ἐκείνου γενόμενοι ἄνθρωποι, ὡς ἐκ προγόνων τὴν ἁμαρτίαν λαβόντες, ἐκράτησαν ταύτην· καὶ ἴσχυσεν ἡ ἁμαρτία κατὰ τῶν ἀνθρώπων. Ἔπεμψε δὲ ὁ Θεὸς προφήτας καὶ διδασκάλους εἰς τὸν κόσμον· ἵνα διδά ξωσι τὸν κόσμον, ἤγουν τοὺς ἀνθρώπους, καὶ στρα φῶσιν ἀπὸ τῆς ἁμαρτίας· καὶ οὐκ ἠδυνήθησαν οἱ προφῆται τοῦ διορθώσασθαι. ∆ιὰ τοῦτο εἶπεν ὁ Θεὸς ἐν ἑαυτῷ· Καταβήσομαι, καὶ φορέσω σάρκα, καὶ γε νήσομαι ἀνθρωπόμορφος, καὶ διδάξω τὸ πλάσμα μου, καὶ στραφήσεται ἀπὸ τῆς τοῦ διαβόλου συμβουλῆς, καὶ ἔσται πᾶς ἄνθρωπος ὡς Θεὸς οὐ κατὰ φύσιν, ἀλλὰ κατὰ θέσιν. Καὶ τοῦτο βουληθεὶς ὁ Θεὸς εὐδοκίᾳ τοῦ Πατρὸς, καὶ συνεργείᾳ τοῦ ἁγίου Πνεύματος, 789 συγκατέβη ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, καὶ εἰσῆλθεν εἰς καθαρὰν κοιλίαν παρθένου γυναικὸς, καὶ προσ λαβόμενος σάρκα ἐξ αὐτῆς, ἐνηνθρώπησε· καὶ πάλιν ἐκ τῆς γυναικὸς ἐξελθὼν, καὶ ἐγκαταλείψας αὐτὴν καθαρὰν καὶ ἐσφραγισμένην παρθένον ἀμόλυντον, καθάπερ τὸ πρότερον, περιεπάτησεν ἐν τῷ κόσμῳ μετὰ τῶν ἀνθρώπων, ὡς ἄνθρωπος, καὶ τότε ὠνο μάσθη Χριστὸς, διὰ τὸ χρισθῆναί τε καὶ φορέσαι τὴν σάρκα τοῦ ἀνθρώπου. Καὶ οὗτός ἐστιν ὁ Χριστὸς ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ὁ σάρκα φορῶν. Ἐρώτ. ιθʹ. Καὶ πῶς ἦν δυνατὸν σάρκα παρθένον γεννῆσαι, καὶ πάλιν μένειν παρθένον; καὶ τοῦτο θαυ μαστὸν ἡμῖν καὶ πάνυ ἐξαίσιον φαίνεται· δίδαξον ἡμᾶς καὶ περὶ τούτου, δεόμεθα. Ἀπόκ. Εἰ καὶ θαυμαστὸν ἡμῖν δοκεῖ τοῦτο, ἀλλ' οὐκ ἀνθρώπου τὸ ἔργον, Θεοῦ δέ· ὅπου γὰρ βούλεται Θεὸς, νικᾶται φύσεως τάξις· καὶ πάλιν· «Θαυμαστὸς ὁ Θεὸς,» καὶ «Θαυμαστὰ τὰ ἔργα αὐτοῦ.» Πλὴν ἄκου σον περὶ τῆς γεννησάσης Παρθένου ποικίλα καὶ ἐναργέστατα σύμβολα· μνήσθητι, ὅτι παρθένος ὢν ὁ Ἀδὰμ τὴν Εὔαν ἐγέννησε· καὶ πάλιν παρθένος διέμεινε, καθάπερ τὸ πρότερον. Καὶ ὥσπερ ὁ Ἀδὰμ παρθένος ἐγέννησε καὶ παρθένος διέμεινε, οὕτω καὶ ἡ Θεοτόκος Μαρία, παρθένος οὖσα, ἔτεκε τὸν Χρι στὸν, καὶ πάλιν παρθένος διέμεινε. Ἀλλὰ καὶ ἄλλο πρὸς τοῦτο μυστήριον ἄκουσον. Ὥσπερ οἶκος περι πεφραγμένος πάντοθεν ἀνατολικὸν ἔχων ὑέλινόν τε καθαρὸν καὶ λεπτότατον παραθυρίδιον, ἀνατείλαντος τοῦ ἡλίου αἱ ἀκτῖνες αὐτοῦ διαπερῶσι τὸν ὑελὸν καὶ εἰσέρχονται πάντα τὸν οἶκον καταφωτίζοντες· καὶ πάλιν παρερχομένου τοῦ ἡλίου καὶ τῶν αὐτοῦ ἀκτίνων ἐξερχομένων, ὁ ὑελὸς οὐ συντρίβεται, ἀλλ' ἀβλαβὴς ἐκ τῶν εἰσερχομένων τε καὶ ἐξερχομένων προσκρούσεων τοῦ ἡλίου διαμένει ἀκτίνων· οὕτω μοι νόει καὶ περὶ τῆς ἀειπαρθένου Μαρίας. Αὕτη γὰρ ἡ πάναγνος, ὡς οἶκος οὖσα περιπεφραγμένος, ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καθάπερ ἀκτὶς θεϊκὴ ἐκ τοῦ ἡλίου τῆς δικαιοσύνης τοῦ Πατρὸς κατελθὼν, καὶ διὰ τοῦ ὑελίνου παραθυριδίου τῶν ὠτίων αὐτῆς εἰσελθὼν, τὸν πανάγιον οἶκον αὐτῆς κατεφώτισε, καὶ πάλιν ὡς οἶδεν αὐτὸς, ἐξῆλθε, μὴ λυμήνας τὴν παρθενίαν ἐκείνης τὸ σύνολον· ἀλλ' ὡς πρὸ τοῦ τόκου, καὶ

6