τὰ πάθη ἐπιγνωσθῇ. μὴ τοίνυν ἐκ τῶν ἀνθρωπίνων τις σκανδαλιζέσθω, ἀλλὰ μᾶλλον γινωσκέτω ὡς τὴν φύσιν αὐτὸς ὁ λόγος ἀπαθής ἐστι καὶ ὅμως δι' ἣν ἐνεδύσατο σάρκα λέγεται περὶ αὐτοῦ ταῦτα, «ἐπειδὴ τῆς μὲν σαρκὸς ἴδια ταῦτα,» τοῦ δὲ σωτῆρος ἴδιον αὐτὸ τὸ σῶμα. καὶ αὐτὸς μὲν ἀπαθὴς τὴν φύσιν ὡς ἔστι διαμένει μὴ βλαπτόμενος ἀπὸ τούτων, ἀλλὰ μᾶλλον ἐξαφανίζων καὶ ἀπολλύων αὐτά. 101 Ἐκ τοῦ αὐτοῦ λόγου. Ταῦτα ἀναγκαίως προεξητάσαμεν, ἵν' ἐὰν ἴδωμεν αὐτὸν δι' ὀργάνου τοῦ ἰδίου σώματος θεϊκῶς πράττοντα ἢ λέγοντα, γινώσκωμεν ὅτι θεὸς ὢν ταῦτα ἐργάζεται. καὶ πάλιν, ἐὰν ἴδωμεν αὐτὸν ἀνθρωπίνως λαλοῦντα ἢ πάσχοντα, μὴ ἀγνοῶμεν ὅτι σάρκα φορῶν γέγονεν ἄνθρωπος καὶ οὕτω ταῦτα ποιεῖ καὶ λαλεῖ. ἑκάστου γὰρ τὸ ἴδιον γινώσκοντες καὶ ἀμφότερα ἐξ ἑνὸς πραττόμενα βλέποντες καὶ νοοῦντες ὀρθῶς πιστεύομεν καὶ οὔποτε πλανηθησόμεθα. ἐὰν δέ τις θεϊκῶς τὰ παρ' αὐτοῦ μόνου γινόμενα βλέπων ἀρνήσηται τὸ σῶμα ἢ καὶ τὰ τοῦ σώματος ἴδια βλέπων ἀρνήσηται τὴν τοῦ λόγου ἔνσαρκον παρουσίαν ἢ καὶ ἐκ τῶν ἀνθρωπίνων ταπεινὰ τοῦ λόγου φρονήσῃ, ὁ τοιοῦτος ὡς μὲν Ἰουδαϊκὸς κάπηλος μίσγων τὸν οἶνον ὕδατι, «σκάνδαλον» νομίσει τὸν σταυρὸν ὡς δὲ Ἕλληνων «μωρίαν» ἡγήσεται τὸ κήρυγμα, οἷα δὴ καὶ οἱ θεομάχοι Ἀρειανοὶ πεπόνθασι. τὰ γὰρ ἀν-θρώπινα βλέποντες τοῦ σωτῆρος ἐνόμισαν αὐτὸν εἶναι κτίσμα. οὐκοῦν ἔδει καὶ τὰ θεϊκὰ βλέποντας αὐτοὺς ἔργα τοῦ λόγου ἀρνήσασθαι τοῦ σώματος αὐτοῦ τὴν γένεσιν καὶ λοιπὸν καὶ Μανιχαίους ἑαυτοὺς συγκα-ταριθμεῖν. 102 Ἐκ τοῦ αὐτοῦ λόγου. Καὶ ὥσπερ πτύσαντος αὐτοῦ καὶ ἐκτείναντος χεῖρας καὶ φωνήσαντος Λάζαρον οὐκ ἐλέγομεν ἀνθρώπινα εἶναι τὰ κατορθώματα, εἰ καὶ διὰ τοῦ σώματος ἐγένετο ἀλλὰ θεοῦ. οὕτως ἐὰν τὰ ἀνθρώπινα λέγηται περὶ τοῦ σωτῆρος ἐν τῷ εὐαγγελίῳ, πάλιν εἰς τὴν φύσιν τῶν λεγομένων ἐνορῶντες καὶ ὡς ἀλλότρια τὰ τοῦ θεοῦ τυγχάνοντα μὴ τῇ θεότητι τοῦ λόγου ταῦτα λογιζώμεθα, ἀλλὰ τῇ ἀνθρωπότητι. 103 Ἐκ τοῦ αὐτοῦ λόγου. Ἀκούοντες δὲ τὸ «ἔκλαυσε» καὶ τὰ ὅμοια, ταῦτα τοῦ σώματος ἴδια λέγειν μάλιστα ὅτι ἐν ἑκατέρῳ τούτων ἔχειν τὴν ἀφορμὴν εὔλογον, ὅτι τὸ μὲν ὡς περὶ θεοῦ γέγραπται, τὸ δὲ διὰ τὸ ἀνθρώπινον αὐτοῦ σῶμα λέγεται. οὐδὲ γὰρ ἐν ἀσωμάτῳ τὰ τοῦ σώματος ἂν γένοιτο, εἰ μὴ σῶμα λαβὼν ἦν φθαρτὸν καὶ θνητόν. θνητὴ γὰρ ἦν ἡ ἁγία Μαρία, ἐξ ἧς ἦν καὶ τὸ σῶμα. διὸ ἀνάγκη ἐν πάσχοντι σώματι, καὶ κλαίοντι, καὶ κάμνοντι γενομένου αὐτοῦ, αὐτοῦ λέγεσθαι μετὰ τοῦ σώματος καὶ ταῦτα, ἅπερ ἐστὶν ἴδια τῆς σαρκός. εἴ τε τοίνυν ἔκλαυσε καὶ ἐταράχθη, οὐκ ἦν ὁ λόγος, ᾗ λόγος ἐστίν, ὁ κλαίων καὶ ταραττόμενος, ἀλλὰ τῆς σαρκὸς ἴδιον ἦν τοῦτο. εἰ δὲ καὶ παρεκάλεσε παρελθεῖν τὸ ποτήριον οὐκ ἦν ἡ θεότης ἡ δειλιῶσα, ἀλλὰ τῆς ἀνθρωπότητος ἦν ἴδιον καὶ τοῦτο τὸ πάθος καὶ τὸ λέγει «ἵνα τί με ἐγκατέλιπες»;
6