τὰς ἐν πλαξὶ δέκα ἐντολὰς ταύτας· πρώ την, Ἐγώ εἰμι Κύριος ὁ Θεός σου· δευτέραν, Οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ παντὸς ὁμοίωμα· τρί την, Οὐ λήψῃ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ σου ἐπὶ ματαίῳ· τετάρτην, Μνήσθητι τὴν ἡμέραν τῶν σαββάτων· πέμπτην, Τίμα τὸν Πατέρα σου καὶ τὴν μητέρα σου· ἕκτην, Οὐ φονεύσεις· ἑβδόμην, Οὐ μοιχεύ σεις· ὀγδόην, Οὐ κλέψεις· ἐνάτην, Οὐ ψευδομαρτυρή σεις κατὰ τοῦ πλησίον σου μαρτυρίαν ψευδῆ· δεκάτην, Οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου, οὔθ' ὅσα τῷ πλησίον σου ἐστίν. Ἡ δὲ σκηνὴ, τε 28.300 λειωθεῖσα, ἐστάθη τῷ δευτέρῳ ἔτει τῆς ἐξόδου αὐ τῶν νεομηνίᾳ τοῦ πρώτου μηνός. Καὶ ἐν τούτοις συμπεραίνεται τὸ τῆς Ἐξόδου βιβλίον. Βιβλίον γʹ, Λευϊτικόν. Καὶ τοῦτο τὸ Λευϊτικὸν βιβλίον παρὰ τοῦ προ δηλωθέντος Μωϋσέως συνεγράφη. Ὀνομάζεται δὲ οὕτως, ἐπειδὴ καὶ ἰδικῶς πᾶσαν τῆς Λευϊτικῆς λει τουργίας τὴν διατύπωσιν περιέχει, καὶ πῶς ὁ Ἀα ρὼν καὶ οἱ υἱοὶ αὐτοῦ ἐκλέγονται ἐκ τῆς φυλῆς Λευῒ, καὶ χρίονται εἰς ἱερέας· πᾶσάν τε τὴν διαφορὰν τῶν θυσιῶν καὶ τῶν προσφορῶν, καὶ τὴν ποιότητα πάσης τῆς ἐν τῷ ἱερῷ λατρείας, καὶ τῆς Λευϊτικῆς καὶ ἱερατικῆς λειτουργίας· καὶ τὸν νόμον δὲ ἑκάστης θυσίας· περί τε τοῦ σωτηρίου καὶ τοῦ ἑκουσίου καὶ ἀκουσίου πλημμελήματος, καὶ πῶς ἕκαστον τῶν προσφερομένων διαιρεῖσθαι καὶ ἀναφέρεσθαι ὀφείλει, ἐξηγεῖται. ∆ιείληπται δὲ ἐν τούτῳ τῷ βιβλίῳ καὶ ἡ χρίσις ἀρχιερέως καὶ τῶν ἱερέων, καὶ ἡ διάκρισις καὶ γνῶσις σημείων περὶ λέπρας ἀνθρώπων καὶ ἱματίων, καὶ τοίχων οἰκίας, καὶ ὁ νόμος ὁ περὶ τοῦ καθαρισμοῦ αὐτῶν· νόμος τε καὶ διαστολὴ περὶ νομί μων γάμων, καὶ τίνες εἰσὶ παράνομοι· καὶ πάλιν διαστολὴ καθαρῶν καὶ ἀκαθάρτων κτηνῶν τε καὶ πετεινῶν καὶ ἰχθύων· δηλονότι τίνων μὲν ἐκ τούτων ἀπογεύεσθαι ὤφειλον οἱ Ἑβραῖοι, τίνων δὲ ἀπέχεσθαι. Καὶ τὴν μὲν ἡμέραν τῶν σαλπίγγων τῇ νεομη νίᾳ τοῦ ἑβδόμου μηνὸς δηλοῖ, τὸ δὲ παράγγελμα τῆς μεγάλης νηστείας αὐτῷ ἑβδόμῳ μηνὶ, δεκάτῃ τοῦ μηνὸς ποιῶσι ταύτην, ἥντινα σάββατα σαββάτων, καὶ ἄφεσιν ἁμαρτίας καλεῖ. Περιέχει τὴν δὲ Σκηνοπηγίαν τῇ ιεʹ τοῦ αὐτοῦ μηνός. Καὶ περὶ ἑορτῶν δὲ, καὶ τῶν ἐν αὐταῖς ὀφειλόντων προσφέρεσθαι· καὶ περὶ ἀφέσεως τῶν πιπρασκομένων Ἑβραίων, καὶ χρεῶν ἀποκοπῆς, καὶ ἀναπαύσεως τῆς γῆς, κατὰ ἑπτὰ ἔτη ὀφειλούσης γενέσθαι, ἐξηγεῖται. Πάλιν τε ὑπόμνησιν νομίμων καὶ προσταγμάτων, καὶ μαρτυ ρίων· περιέχει καὶ ἐπαγγελίας μὲν τοῖς φυλάσσουσιν αὐτὰ, ἀπειλὰς δὲ τοῖς παραβαίνουσι δεινοτάτας. Τὴν δὲ διαστολὴν καὶ τὴν αἰτίαν τῶν καθαρῶν καὶ ἀκα θάρτων βρωμάτων οὕτω ποιεῖται. Τὰ μὲν ἀπὸ τῶν κτηνῶν καθαρὰ τοιαῦτα λέγει· τὰ διχηλοῦντα ὁπλὴν, καὶ ὀνυχιστῆρας ὀνυχίζοντα δύο χηλῶν, καὶ ἀνάγοντα μηρυκισμόν· οἷά ἐστι, μόσχος, πρόβατον, αἲξ, ἔλαφος, δορκὰς, ὄρυξ, βούβαλος, πύγαργος, τραγέλαφος, καμηλοπάρδαλις, καὶ τὰ τοιαῦτα. Εἰ δέ τινι ἀπὸ τούτων τι ἐνέλειπε, τοῦτο ἀκάθαρτον ἦν· οἷά εἰσι, κάμηλος, καὶ δασύπους, καὶ χοιρογρύλλιος· ταῦτα γὰρ μηρυκᾶται μὲν, οὐ διχηλεῖ δὲ ὁπλήν· καὶ ὁ ὗς· καὶ οὗτος γὰρ διχηλεῖ μὲν καὶ ὀνυχίζει, οὐ μηρυκᾶ ται δέ. Ἀπὸ δὲ τῶν πετεινῶν πάλιν, ἃ κελεύει μὴ ἐσθίειν, ταῦτά ἐστιν· ὁ ἀετὸς, ὁ γρὺψ, ὁ ἁλιάετος, ὁ γὺψ, ὁ ἰκτῖνος, καὶ τὰ τούτοις ὅμοια· καὶ κόραξ, καὶ τὰ ὅμοια τούτῳ, καὶ στρουθὸς, καὶ γλαὺξ, καὶ λάρος, καὶ τὰ ὅμοια αὐτοῖς, καὶ ἱέραξ, καὶ τὰ τούτῳ ὅμοια, καὶ νυκτικόραξ, καὶ καταράκτης, καὶ ἴβις, καὶ πορ φυρίων, καὶ πελεκὰν, καὶ κύκνος, καὶ ἐρωδιὸς, καὶ χαραδριὸς, καὶ τὰ ὅμοια αὐτοῖς, καὶ ἔποψ, καὶ 28.301 νυκτερίς. Τῶν δὲ ἑρπετῶν πετεινῶν ἀκάθαρτα πάντα λέγει εἶναι τὰ πορευόμενα ἐπὶ τεσσάρων, ἐχόντων δὲ ἀνώτερον τῶν ποδῶν σκέλη, ὥστε ἐν
6