ἔστιν ἐπινοῆσαι, ὅτι κατ' ἐπιτροπὴν εἶπε καὶ τῷ ἑαυ τοῦ Πνεύματι, Κάθου ἐξ εὐωνύμων μου. Τοῦ δὲ κα θημένου ἡ προσηγορία ἀξιώματός ἐστι σημασία· ὁ γὰρ καθήμενος ἐμπερίγραφός ἐστιν, ἐν ᾧ κάθηται τόπῳ. Ὁ δὲ Θεὸς ἡμῶν ἀπερίγραφός ἐστι φύσει· περιγράφεσθαι δὲ δοκεῖ μετενσωματούμενος· οὐ γὰρ ἀνθρωπίζει ἡ Γραφὴ τὸν Θεόν· ἀλλ' ἐκ τοῦ καθ' ἡμᾶς διαλέγεται, ἵνα τὰ ὑπὲρ ἡμᾶς ἐμφάνῃ πράγματα ἐν τοίᾳ φύσει. Ὅτι δὲ ἐν τῷ ἑκατοστῷ ἐν νάτῳ ψαλμῷ φησιν· «Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου·» καὶ καθισάντων αὐτῶν, λέγει ἡ Γραφὴ πρὸς αὐτὸν τὸν Χριστόν· «Ὤμοσε Κύ ριος, καὶ οὐ μεταμεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ·» καὶ, «Κύριος ἐκ δεξιῶν σου·» δῆλον οὖν ὅτι τὸ Πνεῦμα ἐκ δε ξιῶν ἐστι Ὅτι ἡ Τριὰς ἤγειρε τὸν Χριστὸν κατὰ τὴν σάρκα ἐκ νεκρῶν. Περὶ Πατρὸς οὕτως λέγει· «Ὁ δὲ Θεὸς, καὶ τὸν Κύριον ἤγειρε, καὶ ἡμᾶς ἐγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ.» Περὶ Υἱοῦ· «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Αὐτὸς δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ.» Περὶ δὲ τοῦ Πνεύμα τος· «Εἰ δὲ τὸ Πνεῦμα, τὸ ἐγεῖραν Ἰησοῦν ἐκ νεκρῶν, οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας τὸν Χριστὸν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν.» Ὅτι ἡ Τριὰς ὑφ' ἑαυτῆς δοξάζεται. Ὁ Υἱὸς δοξάζει τὸν Πατέρα· λέγει γάρ· «Ἐδό ξασά σου τὸ ὄνομα ἐπὶ τῆς γῆς·» ὁ Πατὴρ τῷ Υἱῷ λέγει ἐν τῷ Εὐαγγελίῳ· «Καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω.» Ὅτι δεδόξασται Υἱὸς παρὰ τοῦ Πατρὸς, καὶ Πατὴρ παρὰ τοῦ Υἱοῦ, λέγει ἐν τῷ Εὐαγγε λίῳ· «Πάτερ, δόξασόν σου τὸν Υἱὸν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε.» Τὸ Πνεῦμα τὸν Υἱὸν δοξάζει· λέγει γὰρ περὶ τοῦ Παρακλήτου· «Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν.» Ὁ Υἱὸς τὸ Πνεῦμα δοξάζει, λέγων· «Πᾶσα ἁμαρτία ἀφεθήσεται· ἡ δὲ εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημία οὐκ ἀφεθήσεται,» διὰ τῆς πρὸς Πατέρα καὶ Υἱὸν κοι νωνίας· καὶ ἐν τούτῳ, «ὅτι οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν εἰ μὴ ἐν Πνεύματι ἁγίῳ.» Περὶ δοξολογίας Πνεύματος ἁγίου. «Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ 28.48 Ὑψίστῳ τὰς εὐχάς σου, καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου· καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με.» Τὸ Πνεῦμα οὖν ἐστι, τὸ εἰπόν· «Ἐξελοῦμαί σε, καὶ δοξάσεις με.» ∆ῆλον ὅτι, αὐτὸ γὰρ εἶπε, «Θῦσον τῷ Θεῷ.» Ὅτι πάρεστι πάντη ἡ Τριάς. -Περὶ Πατρός. «Τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύ ριος.» Περὶ Υἱοῦ. «Ὁ ἀναβὰς, αὐτός ἐστι καὶ ὁ καταβὰς εἰς τὰ κα τώτερα μέρη τῆς γῆς, ἵνα πληρώσῃ τὰ πάντα.» Περὶ Πνεύματος. « Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει.» Ἄλλο· «Ὑμεῖς δὲ γινώσκετε αὐτὸν, καὶ παρ' ὑμῖν μένει.» Καὶ ὁ Ἡσαΐας· «Ὁ στερεώσας τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ διδοὺς πνοὴν τῷ λαῷ, τῷ ἐπ' αὐ τῆς, ἢ καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν·» καὶ, «Πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην» καὶ, «Πνεῦμά μου ἕστηκεν ἐν μέσῳ ὑμῶν.» Ὁρᾷς πῶς τὸ Πνεῦμα προτάττεται τοῦ Πατρός; Ὅτι οὐδεὶς γινώσκει τὴν Τριάδα. Λέγει ὁ Σωτήρ· «Πάτερ ἅγιε, κόσμος σε οὐκ ἔγνω· ἐγὼ δέ σε ἔγνων.» Περὶ τοῦ Υἱοῦ ἐν τῷ Εὐαγγελίῳ·» Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγέ νετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.» Περὶ τοῦ Πνεύματος· «Ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ γινώσκει αὐτό.» Ὅτι καὶ ἐν τῇ Παλαιᾷ ἡ Τριὰς τὴν ἐνέργειαν τὴν ἰδίαν ἐνδείκνυται. «Λάβε,» φησὶ, «τὸ αἷμα τῆς τελειώσεως, καὶ ἐπίθες ἐπὶ τοὺς ἱερεῖς, ἐπὶ τὸ ἄκρον τοῦ ὠτὸς τοῦ δεξιοῦ, καὶ ἐπὶ τὸ ἄκρον τοῦ ποδὸς τοῦ δεξιοῦ, καὶ ἐπὶ τὸ ἄκρον τῆς χειρὸς τῆς δεξιᾶς.» Καὶ βλέπε τὴν κεφαλὴν τοῦ λαοῦ τρίτον σφραγιζομένην, κατὰ τὸν τύπον τῶν Σεραφὶμ τῶν λεγόντων· «Ἅγιος, ἅγιος, ἅγιος Κύριος Σαβαώθ·» καὶ κατὰ τὸν
6