τέλος νόμου εἶναι τὴν ἀγάπην. Ὅσα μὲν οὖν οἱ ἄνθρωποι χρήσιμα κατὰ χάριν τοῦ Πνεύ ματος εἴπωσιν, ἐκ τῆς ἀγάπης ἐστὶ, καὶ εἰς αὐ τὴν τελευτᾷ. Ἡ οὖν σωτηρία αὕτη ἐστὶν, ἡ διπλῆ ἀγάπη ∆εῖ δὲ καὶ τοῦτο προσθεῖναι, ἐξ αὐτῆς πάλιν τυγχάνον, τὸ ἑκάστην ἡμῶν ἐπιγινώσκουσαν ὅ ἐστιν τῶν μειζόνων ἐφίεσθαι. Αἱ δὲ ἠπόρουν πρὸς τὸ λεχθὲν, καὶ αὖθις ἀντηρώτων. Ἡ δὲ πρὸς αὐτὰς ἔφη· Οὐκ ἀγνοεῖτε τὴν ἐν τῷ Εὐαγγελίῳ παραβολὴν περὶ τῶν ρʹ, καὶ ξʹ, καὶ λʹ· ἡ μὲν οὖν ἑκατοντάς ἐστι τὸ ἡμέτερον ἐπάγγελμα· ἡ δὲ ἑξακοντάς ἐστι τὸ τῶν ἐγκρατῶν τάγμα· ἡ δὲ τριακοντὰς τῶν σωφρόνως βιούντων. Καὶ ἀπὸ μὲν τῶν τριάκοντα ἐπὶ τὰ ἑξήκοντα καλὸν μεταβῆναι· ἀπὸ γὰρ τῶν μικρῶν ἐπὶ τὰ μείζονα κα λὸν προκόπτειν· ἀπὸ δὲ τῶν μειζόνων ἐπὶ τὰ ἐλάτ τονα κατατρέχειν, ἐπικίνδυνον. Ὁ γὰρ ἅπαξ νεύσας ἐπὶ τὰ χείρω, οὐδὲ ἐν τοῖς ὀλίγοις στῆναι δύναται· ἀλλ' ὥσπερ ἐν βυθῷ τῆς ἀπωλείας φέρεται. Τινὲς γοῦν, παρθενίαν ἐπαγγελλόμεναι, καὶ ἀσθενοῦς γνώ μης τὸν λογισμὸν ὑποσυρόμεναι, προφάσεις ἐν ἁμαρ τίαις προφασίζονται. Πρὸς γὰρ ἑαυτὰς λέγουσι, μᾶλ 28.1501 λον δὲ πρὸς τὸν διάβολον, ὅτι Ἐὰν μὲν σωφρόνως (μᾶλλον δὲ ἀφρόνως) βιώσωμεν, κἂν τοῦ τριακοστοῦ ἀξιούμεθα· καὶ γάρ φησιν, ὡς πᾶσα ἡ Παλαιὰ τῆς παιδοποιίας εἴχετο. Γνωστὸν οὖν ἔστω τὴν γνώμην ταύτην τοῦ ἐχθροῦ εἶναι. Ὁ γὰρ ἐκ τῶν μειζόνων ἐπὶ τὰ ἐλάττω ἀγόμενος ὑπὸ τοῦ ἐναντίου βάλλεται· ὥσπερ γὰρ στρατιώτης φυγὰς, ὁ τοῦτο δρὰς κρί νεται· καὶ οὐχ ὅτι πρὸς τὴν ἐλάττω στρατείαν κεχώ ρηκε, συγγνώμης ἀξιοῦται· ἀλλ' ὅτι ἀπέδρα, τὴν τι μωρίαν λαμβάνει. ∆εῖ οὖν, καθὼς προεῖπον, ἐκ τῶν ἐλαττόνων ἐπὶ τὰ προσβαίνειν. Καὶ τοῦτο ὁ Ἀπό στολος διδάσκει, ὡς Τῶν ὄπισθεν ἐπιλανθανομένους, τοῖς ἔμπροσθεν ἐπεκτείνεσθαι χρή. ∆εῖ οὖν τοὺς τὴν ἑκατοντάδα κρατοῦντας, ταύτην εἰς ἑαυτοὺς ἀνα κυκλοῦν, καὶ πέρας μὴ διδόναι τῷ ἀριθμῷ. Φησὶ γὰρ, ὅτι Ἂν ποιήσητε τὰ προστεταγμένα, εἴπατε, ὅτι ∆οῦλοι ἀχρεῖοί ἐσμεν. ∆εῖ οὖν ἡμᾶς τὰς τὸ ἐπάγγελμα τοῦτο ἐπαν ηρημένας, σωφροσύνην τὴν εἰς ἄκρον κατέχειν. Καὶ γὰρ καὶ παρὰ ταῖς κοσμικῇ δοκεῖ σωφροσύνη πολι τεύεσθαι, ἀλλὰ συμπάρεστιν αὐταῖς καὶ ἀφροσύνη, διὰ τὸ ταῖς ἄλλαις πάσαις αἰσθήσεσιν ἁμαρτάνειν. Καὶ γὰρ ὁρῶσιν ἀπρεπῶς, καὶ γελῶσιν ἀτάκτως. Ἡμεῖς δὲ, μάλιστα καὶ ταῦτα ἀφέμεναι, ἐπαναβῶ μεν ταῖς ἀρεταῖς, καὶ ἀπὸ τῶν ὀφθαλμῶν ἀφέλωμεν τὴν ματαίαν φαντασίαν. Καὶ γάρ φησιν ἡ Γραφή· Οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν· καὶ τὴν γλῶτταν κωλύειν τῶν τοιούτων ἁμαρτημάτων. Ἀθέ μιτον γὰρ τὸ τῶν ὕμνων ὄργανον αἰσχρὰ προφέρειν ῥήματα. Οὐ μόνον δὲ λέγειν αὐτὰ παραιτητέον, ἀλλὰ καὶ ἀκούειν. Ταῦτα δὲ ἀδύνατον φυλάττειν, ἐὰν ταῖς προ όδοις συνεχῶς χρώμεθα. ∆ιὰ γὰρ τῶν αἰσθήσεων ἡμῶν, κἂν μὴ βουλώμεθα, οἱ κλέπται εἰσίασι. Πῶς γὰρ δύναται οἶκος, καπνοῦ ἐκ τῶν ἔξωθεν κινηθέν τος, καὶ τῶν θυρίδων ἀνοιγεισῶν, μὴ μελαίνεσθαι. Ἀναγκαίως οὖν παραιτεῖσθαι προσήκει τὰς εἰς τὴν ἀγορὰν προελεύσεις. Εἰ γὰρ ἐπαχθὲς καὶ βαρὺ ἡγού μεθα ἀδελφοὺς καὶ γονεῖς γυμνοὺς θεάσασθαι, πόσῳ μᾶλλον ἐπιβλαβὲς ἡμῖν ἔσται θεωρῆσαι ἐπὶ τῶν πλατειῶν τοὺς ἀπρεπῶς γεγυμνωμένους, ἔτι γε μὴν καὶ ἀκόλαστα ῥήματα λέγοντας; Ἐκ τούτων γὰρ συμβαίνει ἀηδεῖς καὶ λοιμώδεις φαντασίας προσέρ χεσθαι. Ὁπηνίκα δὲ καὶ εἰς τοὺς οἴκους ἑαυτὰς καθ είρξωμεν, οὐδὲ ἐκεῖ ὀφείλομεν ἔχειν τὸ ἀμέριμνον, ἀλλ' ἀγρυπνεῖν· γέγραπται γάρ· Γρηγορεῖτε. Ὅσον δὲ ἑαυτὰς ἀσφαλιζόμεθα πρὸς σωφροσύνην, τοσοῦτον δριμυτέροις συναπτόμεθα λογισμοῖς. Ὁ γὰρ προσ θεὶς, φησὶ, γνῶσιν, προστίθησιν ἄλγημα. Ὅσον γὰρ προκόπτουσιν οἱ ἀθληταὶ, τοσοῦτον μείζοσι συν άπτονται ἀνταγωνισταῖς. Ὅρα πόσον ἀνέπτης, καὶ οὐκ ὀλιγωρήσῃς πρὸς τὰ παρόντα. Τὴν ἔνυλον καὶ ἔμπρακτον
6