ἐστὶ καὶ δυνάμεως τῷ προσεχῶς ἐνεργή σαντι κατὰ τὴν παλαιὰν διαθήκην. 1.25.1 Τὸν ἄγγελον ὡρίσαντο οἱ ἀπὸ Οὐαλεντίνου λόγον ἀπαγγελίαν ἔχοντα τοῦ Ὄντος. Λέγουσι δὲ καὶ τοὺς Αἰῶνας ὁμωνύμως τῷ Λόγῳ λόγους.
1.25.2 Οἱ Ἀπόστολοι, φησί, μετετέθησαν τοῖς δεκαδύο ζῳδίοις· ὡς γὰρ ὑπ' ἐκείνων ἡ γένεσις διοικεῖται, οὕτως ὑπὸ τῶν Ἀποστόλων ἡ ἀναγέννησις ἐφορᾶται. 1.26.1 Τὸ ὁρατὸν τοῦ Ἰησοῦ ἡ Σοφία καὶ ἡ Ἐκκλησία ἦν τῶν σπερμάτων τῶν διαφερόντων, ἣν ἐστολίσατο διὰ τοῦ σαρκίου, ὥς φησιν ὁ Θεόδοτος· τὸ δὲ ἀόρατον τὸ Ὄνομα, ὅπερ ἐστὶν ὁ Υἱὸς ὁ Μονογενής. 1.26.2 Ὅθεν ὅταν εἴπῃ· "Ἐγώ εἰμι ἡ Θύρα", τοῦτο λέγει ὅτι "μέχρι τοῦ Ὅρου οὗ εἰμι ἐγὼ ἐλεύσεσθε, οἱ 1.26.3 τοῦ διαφέροντος σπέρματος". Ὅταν δὲ καὶ αὐτὸς εἰσέρχηται, καὶ τὸ σπέρμα συνεισέρχεται αὐτῷ εἰς τὸ Πλήρωμα, διὰ τῆς θύρας "συναχθὲν" καὶ εἰσαχθέν. 1.27.1 Ὁ ἱερεὺς εἰσιὼν ἐντὸς τοῦ καταπετάσματος τοῦ δευτέρου, τό τε πέταλον ἀπετίθει παρὰ τῷ θυσιαστηρίῳ τοῦ θυμιάματος· αὐτὸς δὲ ἐν σιγῇ, τὸ ἐν τῇ καρδίᾳ ἐγκεχαραγμένον Ὄνομα ἔχων, εἰσῄει· δεικνὺς τὴν ἀπόθεσιν τοῦ σώματος τοῦ καθάπερ πετάλου χρυσοῦ καθαροῦ γενομένου καὶ κούφου διὰ τὴν κάθαρσιν τοῦ ὥσπερ σώματος τῆς ψυχῆς ἀπόθεσιν, ἐν ᾧ ἐγκεχάρακτο τὸ γάνωμα τῆς θεοσεβείας δι' οὗ ταῖς Ἀρχαῖς καὶ ταῖς Ἐξουσίαις ἐγινώσκετο τὸ Ὄνομα περι κείμενος. 1.27.2 Ἀποτίθεται δὲ τοῦτο τὸ σῶμα, τὸ πέταλον τὸ ἀβαρὲς γενόμενον, "ἐντὸς τοῦ καταπετάσματος τοῦ δευτέρου", ἐν τῷ νοητῷ κόσμῳ, ὅ ἐστι δεύτερον ὁλοσχερὲς καταπέτασμα τοῦ παντός, "παρὰ τὸ θυσιαστήριον τοῦ θυμιάματος", παρὰ τοὺς λειτουργοὺς τῶν ἀναφερομένων εὐχῶν Ἀγγέλους. 1.27.3 Γυμνὴ δὲ ἡ ψυχὴ ἐν δυνάμει τοῦ συνειδότος, οἷον σῶμα τῆς δυνάμεως γενομένη, μεταβαίνει εἰς τὰ πνευματικά, λογικὴ τῷ ὄντι καὶ ἀρχιερα τικὴ γενομένη, ὡς ἂν ἐμψυχουμένη ὡς εἰπεῖν ὑπὸ τοῦ Λόγου προσεχῶς ἤδη, καθάπερ οἱ Ἀρχάγγελοι τῶν Ἀγγέλων ἀρχιερεῖς γενόμενοι, καὶ τούτων πάλιν οἱ Πρωτόκτιστοι. 1.27.4 Ποῦ δὲ ἔτι γραφῆς καὶ μαθήσεως κατόρθωμα τῇ ψυχῇ ἐκείνῃ τῇ καθαρᾷ γενομένῃ, ὅπου καὶ ἀξιοῦται "πρόσωπον πρὸς πρόσωπον" Θεὸν 1.27.5 ὁρᾶν; Τὴν γοῦν ἀγγελικὴν διδασκαλίαν ὑπερβᾶσα καὶ τὸ Ὄνομα τὸ διδασκόμενον ἐγγράφως, ἐπὶ τὴν γνῶσιν καὶ κατάληψιν τῶν πραγμάτων ἔρχεται, οὐκέτι νύμφη, ἀλλ' ἤδη Λόγος γενόμενος καὶ παρὰ τῷ νυμφίῳ καταλύων μετὰ τῶν Πρωτοκλήτων καὶ Πρωτοκτίστων, φίλων μὲν δι' ἀγάπην, υἱῶν δὲ διὰ τὴν διδασκαλίαν καὶ ὑπακοήν, ἀδελφῶν δὲ διὰ τὸ τῆς γενέσεως κοινόν.
1.27.6 Ὥστε τὸ μὲν τῆς οἰκονομίας ἦν, τὸ πέταλον περικεῖσθαι καὶ μανθάνειν εἰς γνῶσιν· τὸ δὲ δυνάμεως, τὸ θεοφόρον γίνεσθαι τὸν ἄνθρωπον, προσεχῶς ἐνεργούμενον ὑπὸ τοῦ Κυρίου καὶ καθάπερ σῶμα αὐτοῦ γινόμενον. 1.28.1 Τό· "Θεὸς ἀποδιδοὺς ἐπὶ τρίτην καὶ τετάρτην γενεὰν τοῖς ἀπειθοῦσι", φασὶν οἱ ἀπὸ Βασιλείδου κατὰ τὰς ἐνσωματώσεις. Οἱ δὲ ἀπὸ Οὐαλεντίνου τοὺς τρεῖς τόπους δηλοῦσθαι τοὺς ἀριστερούς, τετάρτην δὲ γενεὰν τὰ σπέρματα αὐτῶν· "Ἔλεον δὲ ποιῶν εἰς χιλιάδας", ἐπὶ τὰ δεξιά. Ἡ Σιγή, φασί, Μήτηρ οὖσα πάντων τῶν προβλη θέντων ὑπὸ τοῦ Βάθους, ὃ μὲν οὐκ ἔσχεν εἰπεῖν, περὶ τοῦ Ἀρρήτου σεσίγηκεν, ὃ δὲ κατέλαβεν, τοῦτο Ἀκατάληπτον προσηγόρευσεν. Εἶτα, ἐκλαθόμενοι τῆς δόξης τοῦ Θεοῦ, παθεῖν αὐτὸν λέγουσιν ἀθέως. Ὃ γὰρ συνεπάθησεν ὁ Πατήρ, "στερεὸς ὢν τῇ φύσει", φησὶν ὁ Θεόδοτος, "καὶ ἀνένδοτος", ἐνδόσιμον ἑαυτὸν παρασχών, ἵνα ἡ Σιγὴ τοῦτο καταλάβῃ, 2.30.2 πάθος ἐστίν. ἡ γὰρ συμπάθεια, πάθος τινὸς διὰ πάθος ἑτέρου. Ναὶ μήν· καὶ τοῦ πάθους γενομένου, τὸ Ὅλον συνε πάθησεν καὶ αὐτό, εἰς διόρθωσιν τοῦ παθόντος. 2.31.1 Ἀλλὰ καὶ εἰ ὁ κατελθὼν εὐδοκία τοῦ Ὅλου ἦν ("ἐν αὐτῷ γὰρ πᾶν τὸ Πλήρωμα ἦν σωματικῶς"), ἔπαθεν δὲ οὗτος, δῆλον ὅτι καὶ τὰ ἐν αὐτῷ σπέρματα συνέπαθεν, δι' ὧν τὸ Ὅλον καὶ τὸ Πᾶν εὑρίσκεται πάσχον. 2.31.2 Ἀλλὰ καὶ διὰ τῆς τοῦ δωδεκάτου Αἰῶνος πείσεως τὰ Ὅλα "παιδευθέντα", ὥς φασι, συνεπάθησεν.