1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

6

αὐτῆς ἄν σοι συνέπλεον· πλὴν τάχιόν σε καταλήψομαι. καὶ ταῦτ' εἰπὼν καὶ παραθέμενος αὐτὸν τοῖς τοῦ πλοίου ἡγουμένοις ὑπέστρεφον λυπούμενος, μεμνημένος τοῦ καλοῦ καὶ συνήθους φίλου. Ἡμερῶν δὲ διατρίψας καὶ τὸ χρέος οὐχ ὅλον λαβεῖν δυνηθείς, τά- χους ἕνεκα ἀμελήσας τοῦ περιλειφθέντος ὡς ἐμποδίου ὄντος, καὶ αὐτὸς εἰς Ἰουδαίαν ἀπέπλευσα καὶ δεκαπέντε ἡμερῶν εἰς Καισάρειαν κατήντησα τὴν Στράτωνος. ἐπιβάντος δέ μου τῆς γῆς καὶ ξενίαν θηρωμένου, ἔμαθον ὅτι Πέτρος τις λεγόμενος, τοῦ ἐν Ἰουδαίᾳ εἰσφανέντος ἀνδρὸς τοῦ ση- μεῖα καὶ τέρατα πεποιηκότος ὁ δοκιμώτατος ὑπάρχων μαθητής, αὔριον Σίμωνι τῷ ἀπὸ Γιτθῶν Σαμαρεῖ ζήτησιν ποιεῖται λόγων. ἐγὼ δὲ ταῦτα ἀκούσας ἐδεήθην τὴν τούτου μοι μηνυθῆναι μονήν· καὶ ὡς ἔμαθον καὶ τῷ πυλῶνι ἐπέστην, ἀντέβαλλον, τίς τε ὢν καὶ πόθεν ἥκω. καὶ ἰδοὺ Βαρ- νάβας ἐκβὰς ἅμα τῷ ἰδεῖν περιεπλάκη μοι, πολὺ χαίρων καὶ δακρύων· καὶ λαβόμενός μου τῆς χειρὸς εἰσέφερεν ἔνθα ἦν ὁ Πέτρος, λέγων μοι· Oὗτός ἐστιν Πέτρος, ὃν μέγιστον ἐπὶ τῇ τοῦ θεοῦ σοφίᾳ ἐπηγγελλόμην σοι, ᾧ ἀπαύστως σε ἀντέβαλλον, ὡς εἴσει ἐκ ταὐτομάτου, ὅτι πάντα τὰ κατὰ σὲ καλὰ ὄντα ἀψευδῶς ἀντέβαλλον, ἅμα καὶ τὴν προαίρεσιν ἐξέφανα, ὡς αὐτὸν γλίχεσθαι καὶ ἰδεῖν σε. μέγα οὖν αὐτῷ δῶρόν σε διὰ τῶν ἐμῶν προσφέρω χειρῶν. καὶ τοῦτ' εἰπὼν προσενέγκας ἔφη· Oὗτός ἐστιν Κλήμης, Πέτρε. ὁ δ' ἀγαθὸς προσπηδήσας ἅμα τῷ ἀκοῦσαι τὸ ὄνομα κατεφίλησεν καὶ καθ- εσθῆναί με ποιήσας ἐξ αὐτῆς ἔφη· Καλῶς ἐποίησας τὸν τῆς ἀληθείας κήρυκα ξενίσας Βαρνάβαν εἰς τιμὴν τοῦ ὄντως θεοῦ μεγαλοφρόνως, οὐκ αἰδε- σθείς, οὐ φοβηθεὶς τὸν τῶν ἀπαιδεύτων ὄχλων θυμόν. μακάριος ἔσῃ. ὡς γὰρ σὺ τὸν τῆς ἀληθείας πρεσβευτὴν ὄντα ἐξένισας πάσῃ τιμῇ, καὶ αὐτή σε ἡ ἀλήθεια ξένον ὄντα τῆς ἰδίας πόλεως καταστήσει πολίτην· καὶ τότε χαρήσῃ μεγάλως ὅτι βραχεῖαν νῦν δανείσας χάριν, προαίρεσιν λόγων καλῶν λέγω, ἀιδίων καὶ ἀναφαιρέτων ἀγαθῶν ἔσῃ κληρονόμος. καὶ μὴ κάμνε ἀντιβάλλειν μοι τὸ σὸν ἦθος· πάντα γὰρ τὰ κατὰ σὲ ὁ ἀψευδὴς ἡμῖν ἀντέβαλεν Βαρνάβας, σχεδὸν καθ' ἡμέραν τὴν ἀγαθήν σου ποιούμενος μνήμην. καὶ ἵνα σοι ἐν ἐπιτομῇ ὡς γνησίῳ φίλῳ τὸ προκεί- μενον ἐρῶ, εἰ μή σοί τι ἐμποδίζει, συνόδευσον ἡμῖν, μεταλαμβάνων τῶν τῆς ἀληθείας λόγων, ὧν κατὰ πόλιν ποιεῖσθαι μέλλω μέχρι Ῥώμης αὐτῆς. καὶ σὺ δὲ εἴ τι βούλει λέγε. κἀγὼ ἐξεθέμην τὴν ἐξ ἀρχῆς μου προαίρεσιν, καὶ ὡς εἰς ζητήσεις ἀπόρους ἐκενώθην, καὶ πάντα ὅσα σοι τὴν ἀρχὴν προεδήλωσα, [ὡς] ἵνα μὴ τὰ αὐτὰ πάλιν γράφω. ἔλεγον δέ· Σοὶ μὲν ἑτοίμως ἔχω συνοδεύειν (τοῦτο γὰρ οὐκ οἶδα ὅπως χαίρων θέλω), πλὴν περὶ ἀληθείας πρῶτον πληροφορηθῆναι θέλω, ἵνα γνῶ εἰ ἡ ψυχὴ θνητὴ τυγχάνει ἢ ἀθάνατός ἐστιν καὶ εἰ ἀίδιος οὖσα περὶ ὧν ἔπραξεν ἐνταῦθα ἔχει κριθῆναι καὶ [εἴ] τί ποτ' ἔστιν δίκαιον [ἢ] ἀρέσκον θεῷ καὶ εἰ γέγονεν <ὁ> κόσμος καὶ διὰ τί γέγονεν καὶ εἰ οὐ λυθήσεται καὶ εἰ λυθήσεται καὶ εἰ κρείττων ἔσται ἢ οὐδὲ ἔσται, καὶ ἵνα μὴ τὸ κατ' εἶδος λέγω, ταῦτά τε καὶ τὰ τούτοις ἑπόμενα μαθεῖν εἶπον θέλειν. ὁ δὲ πρὸς ταῦτα ἀπεκρίνατο· Συντόμως σοι, ὦ Κλήμης, τὴν τῶν ὄντων γνῶσιν παρ- έξομαι, καὶ τὰ νῦν ἐξ αὐτῆς ἄκουσον. ἡ τοῦ θεοῦ βουλὴ ἐν ἀδήλῳ