στυλαρίοις λεπτοῖς μᾶλλον καὶ πυκνοῖς, καὶ μὴ παχέσι καὶ ἀραιοῖς, ἐπάνω καὶ ὑποκάτω σανίδος τιθεμένης, ἵνα μὴ πρὸς τῇ γῇ ὑποχαλῶντα τὰ στυλάρια οὐ βαστάσῃ. Ὅταν δὲ τελειωθῇ τὸ ὄρυγμα καὶ ἐπιστυλωθῇ, ἀναπληρούσθω τὸ κατὰ μέσον τῶν ἐπιστύλων ὑλῶν εὐκαύστων, οἷον φρυγάνων, ξύλων ξηρῶν ἐσχισμένων, δᾴδων καὶ ὅσα τούτων ἕτερα πρὸς ἔκκαυσιν ἐπιτήδεια· καὶ οὕτως ἀναφθήτω. Εἰ δέ τις ἐλλείπει τόπος, πυροβόλοις ὑφαπτέσθω· 217 ἐχέτω δὲ καὶ ξύσματα ξύλων ξηρὰ περιεσπαρμένα σὺν ὑγρᾷ πίσσῃ ἢ ἐλαίῳ ἐπαλιφέντα· καὶ οὕτως ἐκκαέντων τῶν ὑποστυλωμάτων καταπεσεῖται τὸ τεῖχος. Καὶ ἔστιν ἡ ὄψις τοῦ σχήματος τοιαύτη. Τοῖς δὲ τῶν χελωνῶν τούτων παρορθίοις ξύλοις ἧλοι πλατυκέφαλοι ὕψους δακτύλων ˉη, ἤτοι καρφία ἐκ σιδήρου εἰργασμένα ἄνωθεν ἐμπησσέσθωσαν ἄχρι δακτύλων ˉδ· τοὺς δὲ λοιποὺς τέσσαρας ὑπερέχοντας ἐχέτωσαν. τὸν δὲ διὰ μέσου τόπον πηλὸν λιπαρὸν καὶ κολλώδη μετὰ τριχῶν χοιρείων ἢ τραγείων μεμαλαγμένον ἐπιχρίειν καὶ ἀναγεμίζειν, ἴνα μὴ διασπᾶται μηδὲ διασχίζηται. Κρατηθήσεται γὰρ καὶ διὰ τὴν πυκνότητα τῶν ἥλων καὶ διὰ τὸ πλάτος τῶν κεφαλῶν αὐτῶν. Ῥάκη δὲ ἐκ πλαγίων ἢ δέρματα ἐπικρεμάσθωσιν, ἵνα μήτε ἄμμος θερμὴ μήτε 218 πίσσα μήτε τήλη ἀφεψηθεῖσα μήτε ἔλαιον ἐπιχεόμενον, ὡς ταχέως φύσει θερμαινόμενον καὶ ψυχόμενον βραδέως, τοῖς ἔνδον ἐργαζομένοις ἐνστάζῃ· παρομοίως γὰρ πυρὶ τὰς τῶν ἀνθρώπων ἀναλίσκουσι σάρκας. Οὕτως οὖν κατεργαζόμεναι αἱ χελῶναι διαφυλαχθήσονται πρὸς τὸ μὴ καίεσθαι ἐκ τῶν ἐπιβαλλομένων ἄνωθεν πυροφόρων καὶ ἀναπτομένων φλογῶν, μηδὲ διέρχεσθαι ἔνδον τὰ ἐπιχεόμενα τεθερμασμένα ὑγρά. Ὡσαύτως δὲ λαῖσαί τε καὶ γερροχελῶναι ἐπὶ τὰ πλέγματα σκεπέσθωσαν δέρμασι διαβρόχοις βοῶν νεοσφαγῶν ὡς δυναμένοις πυρὶ ἀντιμάχεσθαι. Αὗται δὲ αἱ χελῶναι πόρρωθεν λιθοβόλων ὀργάνων καὶ τοξοβολιστρῶν χριέσθωσαν, συμπεπηγυῖαι δὲ καὶ ὑπότροχοι συμβληθεῖσαι τοῖς τείχεσι προσαγέσθωσαν. Καὶ τὸ σχῆμα ὑπόκειται. 219 Τινὲς δὲ ἐπὶ λιθίνων τειχῶν ξύλα ὡς ἔθος περιτιθέασι προσεγγίζοντα κάτωθεν, ὥστε ἀνάπτεσθαι καὶ θρύπτειν τοὺς λίθους. ∆ύσχρηστον δὲ τὸ ἔργον ἐνίοτε καὶ ἐπισφαλὲς γίνεται, ὅτι καὶ ὕδωρ ἄνωθεν ἐπιχεόμενον σβεννύει τὸ πῦρ, καὶ ἀσθενεστέρα πρὸς πλάγιον ἡ τοῦ πυρὸς φορὰ γίνεται, ὡς φύσει ἀνωφερὴς καὶ πρὸς ἐνέργειαν ἰσχυροτέρα τυγχάνουσα· καὶ οὐ δυνήσονται ἐπὶ τῇ τῆς φλογὸς ὁρμῇ οἱ ἔνδον ἐργαζόμενοι ὑπὸ χελώνην εἶναι· συγκαήσονται γάρ. Γίνονται οὖν κύθρινοι ὀστράκινοι διὰ πετάλλων σιδηρῶν ἐπὶ τοῦ ἔξωθεν μέρους συνδεδεμένοι καὶ γεμίζονται ἀνθράκων λεπτῶν· ἀπὸ δὲ τῆς ἔξωθεν ὄψεως τοῦ πετάλλου πρὸς τὸν πυθμένα τέτρηνται ἀνεῳγότες ἄχρι δακτυλιαίου τρυπήματος καὶ σιδηροῦν αὐλί220 σκον ἐκεῖθεν δεχόμενοι, πρὸς ὃν ἄλλος ἐμβάλλεται ἄσκωμα ἔχων. Πῦρ δὲ λαβόντες οἱ ἄνθρακες καὶ ἐμφυσώμενοι ὁμοίαν φλογὸς ἀπεργάζονται ἔκκαυσιν ὑπεμβαίνουσαν τῷ λίθῳ καὶ θρύπτουσαν, ἢ ὄξους ἢ οὔρου ἤ τινος ἄλλου τῶν δριμέων ἐπιχεομένων. Καὶ ἔστι τὸ σχῆμα οἷον ὑπογέγραπται. Κέχρηνται δὲ αὐτῷ συνεχῶς οἱ μολιβδουργοί. Ἐὰν πλίνθινα τείχη καταβαλεῖν ταχέως θελήσωμεν, πυκνοτάτας ἐπ' αὐτὰ τρήσεις διὰ τρυπάνων ποιήσομεν, ὑπὸ χελωνῶν ἄνωθεν ἐπικεχρισμένων σκεπόμενοι, ἢ λαισῶν ἀσφαλεστάτας στέγας ἐχουσῶν καὶ δέρμασι βοῶν νεοσφαγῶν περὶ τὰ πλέγματα σκεπομένων διά τε τὰ πεμπόμενα κατ' αὐτῶν βάρη καὶ τὰ ἐγχεόμενα τεθερμασμένα ὑγρά. Τὰ δὲ τρύπανα ἔστωσαν τεκτονικοῖς ὀργάνοις παρόμοια· μοχλὸς γὰρ γίνεται σιδηροῦς μῆκος ποδῶν μὴ ἔλασσον ˉε, δακτυλιαίαν τὴν διάμετρον ἔχων καὶ πάχος γυρόθεν ὡσεὶ δακτύλων τεσσάρων, πέταλλον ὁμοίως σιδηροῦν ἐπὶ τὸ ἔμπροσθεν ἄκρον προσηλωμένον ἔχων πλάτους δακτύλων ˉιˉβ καὶ ὕψους ˉη, ἐστενωμένον κατὰ μέσον ἔμπροσθεν ἐν σχήματι κηπουρικοῦ πλατυλισγίου· πρὸς δὲ τὸ ἕτερον ἄκρον ξύλινον ἀπὸ τορλίου μεσόστενον εἰσδέχεται κύλινδρον ὑπὸ ἀρίδος στρεφόμενον, ἔχοντα κατὰ μέσον τοῦ ὀπισθίου μέρους κεφαλοειδῆ παρεξοχὴν