6
«Υἱέ, φύλασσε ἐμοὺς λόγους, τὰς δὲ ἐμὰς ἐντολὰς κρύψον παρὰ σεαυτῷ. Eἰπὸν τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι, τὴν δὲ φρόνησιν γνωρίμην περιποίησαι σεαυτῷ, ἵνα σε τηρήσῃ ἀπὸ γυναικὸς ἀλλοτρίας καὶ πονηρᾶς, ἐάν σε λόγοις τοῖς πρὸς χάριν ἐμβάληται. Ἀπὸ γὰρ θυρίδος οἴκου αὐτῆς εἰς τὰς πλατείας παρακύπτουσα, ὃν ἂν ἴδῃ τῶν ἀφρόνων τέκνων νεανίαν ἐνδεῆ φρενῶν παραπορευόμενον ἐν ἀγορᾷ ἐν διόδοις οἴκων αὐτῆς καὶ λαλοῦντα ἐν σκότει ἑσπερινῷ, ἡνίκα ἂν ᾖ ἡσυχία νυκτερινὴ καὶ γνοφώδης, ἡ δὲ γυνὴ συναντᾷ αὐτῷ εἶδος ἔχουσα πορνικόν, ἣ ποιεῖ νέων ἐξίπτασθαι καρδίας, ἀνεπτερωμένη δέ ἐστι καὶ ἄσωτος, ἐν οἴκῳ δὲ οὐχ ἡσυχάζουσιν οἱ πόδες αὐτῆς· χρόνον γάρ τινα ἔξω ῥέμβεται, χρόνον δὲ ἐν πλατεάις παρὰ πᾶσαν γωνίαν ἐνεδρεύει. Eἶτα ἐπιλαβομένη ἐφίλησεν αὐτόν, ἀναιδεῖ δὲ προσώπῳ προσεῖπεν αὐτῷ· Θυσία εἰρηνική μοι ἔστιν, σήμερον ἀποδίδωμι τὰς εὐχάς μου· ἕνεκεν τούτου ἐξῆλθον εἰς συνάντησίν σου, ποθοῦσα τὸ σὸν πρόσωπον εὕρηκά σε· κηρίαις τέτακα τὴν κλίνην μου, ἀμφιτάποις δὲ ἔστρωκα τοῖς ἀπ' Aἰγύπτου· διέρραγκα τὴν κοίτην μου κρόκῳ, τὸν δὲ οἶκόν μου κινναμώμῳ· ἐλθὲ καὶ ἀπολαύσωμεν φιλίας ἕως ὄρθρου, δεῦρο καὶ ἐγκυλισθῶμεν ἔρωτι», καὶ τὰ ἑξῆς, οἷς ἐπιφέρει· «Ἀπεπλάνησεν δὲ αὐτὸν πολλῇ ὁμιλίᾳ, βρόχοις τε τοῖς ἀπὸ χειλέων ἐξώκειλεν αὐτόν· ὁ δὲ ἐπηκολούθησεν αὐτῇ κεπφωθείς.» Καὶ πάλιν λέγει· «Μὴ πρόσεχε φαύλῃ γυναικί· μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα, ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου.» Καὶ πάλιν· «Ἀλλὰ ἀποπήδησον, μὴ ἐγχρονίσῃς μηδὲ ἐπιστήσῃς τὸ σὸν ὄμμα πρὸς αὐτήν· πολλοὺς γὰρ τρώσασα καταβέβληκεν, καὶ ἀναρίθμητοί εἰσιν, οὓς πεφόνευκεν.» Eἰ δὲ μή, φησί, «μεταμεληθήσῃ ἐπ' ἐσχάτων σου, ἡνίκα ἂν κατατριβῶσιν σάρκες σώματός σου, καὶ ἐρεῖς· Πῶς ἐμίσησα παιδείαν, καὶ ἐλέγχους δὲ δικαίων ἐξέκλινεν ἡ καρδία μου; Oὐκ ἤκουον φωνῆς παιδεύοντός με καὶ διδάσκον τός με, οὐ παρέβαλον τὸ οὖς μου· παρ' ὀλίγον ἐγενόμην ἐν παντὶ κακῷ.» Ἵνα δὲ μὴ διὰ πλειόνων παρεκ τείνωμεν τὰς μαρτυρίας, καὶ εἴ τινα παρήκαμεν, οἱ σοφοί, ἑαυτοῖς τὰ καλὰ ἐπιλέγοντες ἐκ τῶν ἱερῶν γραφῶν, ἐπι στερεοῦσθε παραιτούμενοι πάντα τὰ φαῦλα εἰς τὸ ὁσίους εὑρεθῆναι ὑμᾶς ἐν ζωῇ αἰωνίῳ παρὰ Θεῷ. Ἡ δὲ γυνὴ ὑποτασσέσθω τῷ ἑαυτῆς ἀνδρί, ὅτι κεφαλὴ τῆς γυναικὸς ὁ ἀνὴρ ὑπάρχει, τοῦ δὲ ἀνδρὸς τοῦ