Ὃν πρὸ πάντων τῶν αἰώνων λέγοντες, δείκνυμεν ὅτι ἄχρονος καὶ ἄναρχος αὐτοῦ ἡ γέννησις. Οὐ γὰρ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθη ὁ Υἱὸς τοῦ Θεοῦ, τὸ ἀπαύγασμα τῆς δόξης, ὁ χαρακτὴρ τῆς τοῦ Πατρὸς ὑποστάσεως, ἡ ζῶσα σοφία καὶ δύναμις, ὁ Λόγος ὁ ἐνυπόστατος, ἡ οὐσιώδης καὶ τελεία καὶ ζῶσα εἰκὼν τοῦ ἀοράτου Θεοῦ· ἀλλὰ ἀεὶ ἦν σὺν τῷ Πατρὶ καὶ ἐν αὐτῷ ἀϊδίως καὶ ἀνάρχως ἐξ αὐτοῦ γεγεννημένος. Οὐ γὰρ ἦν ποτε ὁ Πατὴρ, ὅτε οὐκ ἦν 77.1133 ὁ Υἱός· ἀλλ' ἅμα Πατὴρ, ἅμα Υἱὸς ὁ ἐξ αὐτοῦ γεγεννημένος· Πατὴρ γὰρ ἐκτὸς Υἱοῦ οὐκ ἃν κληθείη. Εἰ δὲ ἦν μὴ ἔχων Υἱὸν, οὐκ ἦν Πατήρ· καὶ εἰ μετὰ ταῦτα ἔσχεν Υἱὸν, μετὰ ταῦτα ἐγένετο Πατὴρ μὴ ὢν πρὸ τούτου Πατὴρ, καὶ ἐτράπη ἐκ τοῦ μὴ εἶναι Πατὴρ εἰς τὸ γενέσθαι Πατήρ· ὅπερ πάσης βλασφημίας ἐστὶ χαλεπώτερον. Ἀδύνατον γὰρ τὸν Θεὸν εἰπεῖν ἔρημον τῆς φυσικῆς γονιμότητος. Ἡ δὲ γονιμότης, τὸ ἐξ αὑτοῦ, ἤγουν ἐκ τῆς ἰδίας οὐσίας, ὅμοιον κατὰ φύσιν γεννᾷν. Ἐπὶ μὲν οὖν τῆς τοῦ Θεοῦ γεννήσεως ἀσεβὲς λέγειν χρόνον μεσιτεῦσαι, ἢ μετὰ τὸν Πατέρα τὴν τοῦ Υἱοῦ γενέσθαι ὕπαρξιν. Ἐξ αὐτοῦ γὰρ, ἤγουν τῆς τοῦ Πατρὸς φύσεώς φαμεν τὴν τοῦ Υἱοῦ γέννησιν. Καὶ εἰ μὴ ἐξ ἀρχῆς δῶμεν τὸν Υἱὸν συνυπάρχειν τῷ Πατρὶ ἐξ αὐτοῦ γεγεννημένον, τροπὴν τῆς τοῦ Πατρὸς ὑποστάσεως παρεισάγομεν· ὅτι μὴ ὢν Πατὴρ, ὕστερον ἐγένετο Πατήρ. Ἡ γὰρ κτίσις, εἰ καὶ μετὰ ταῦτα γέγονεν, ἀλλ' οὐκ ἐκ τῆς τοῦ Θεοῦ οὐσίας, ἐκ δὲ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι βουλήσει καὶ δυνάμει αὐτοῦ παρήχθη· καὶ οὐχ ἅπτεται τροπὴ τῆς τοῦ Θεοῦ φύσεως. Γέννησις μὲν γάρ ἐστι, τὸ ἐκ τῆς οὐσίας τοῦ γεννῶντος προ[σ]άγεσθαι τὸ γεννώμενον, ὅμοιον κατ' οὐσίαν· κτίσις δὲ καὶ ποίησις, τὸ ἔξωθεν, καὶ οὐκ ἐκ τῆς οὐσίας τοῦ κτίζοντος καὶ ποιοῦντος γίνεσθαι τὸ κτιζόμενον καὶ ποιούμενον, ἀνόμοιον παντελῶς κατ' οὐσίαν. Ἐπὶ μὲν οὖν τοῦ μόνου ἀπαθοῦς καὶ ἀναλλοιώτου καὶ ἀτρέπτου καὶ ἀεὶ ὡσαύτως ἔχοντος Θεοῦ, καὶ τὸ γεννᾷν καὶ τὸ κτίζειν ἀπαθές. Φύσει γὰρ ὢν ἀπαθὴς καὶ ἄῤῥευστος, ὡς ἁπλοῦς καὶ ἀσύνθετος, οὐ πέφυκεν ὑπομένειν πάθος ἢ ῥεῦσιν οὔτε ἐν τῷ γεννᾷν, οὔτε ἐν τῷ κτίζειν· οὐδέ τινος συνεργείας δεῖται. Ἀλλ' ἡ μὲν γέννησις, ἄναρχος καὶ ἀΐδιος, φύσεως ἔργον οὖσα, καὶ ἐκ τῆς οὐσίας αὐτοῦ προάγουσα, ἵνα τροπὴν ὁ γεννῶν μὴ ὑπομείνῃ, καὶ ἵνα μὴ Θεὸς πρῶτος, καὶ Θεὸς ὕστερος εἴη, καὶ προσθήκην δέξηται· ἡ δὲ κτίσις ἐπὶ Θεοῦ θελήσεως ἔργον οὖσα, οὐ συναΐδιός ἐστι τῷ Θεῷ· ἐπεὶ οὐ πέφυκε τὸ ἐκ μὴ ὄντος εἰς τὸ εἶναι παραγόμενον, συναΐδιον εἶναι τῷ ἀνάρχῳ καὶ ἀεὶ ὄντι. Ὥσπερ τοίνυν οὐχ ὁμοίως ποιεῖ ἄνθρωπος καὶ Θεὸς (ὁ μὲν γὰρ ἄνθρωπος οὐδὲν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγει· ἀλλ' ὅπερ ποιεῖ, ἐκ προϋποκειμένης ὕλης ποιεῖ, οὐ θελήσας μόνον, ἀλλὰ καὶ προεπινοήσας, καὶ ἐν τῷ νῷ ἀνατυπώσας τὸ γενησόμενον, εἶτα καὶ χερσὶν ἐργασάμενος καὶ κόπον ὑπομείνας καὶ κάματον, πολλάκις δὲ καὶ ἀστοχήσας, μὴ ἀποβάντος καθὰ βούλεται τοῦ ἐπιτηδεύματος· ὁ δὲ Θεὸς, θελήσας μόνον, ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ πάντα παρήγαγεν)· οὕτως οὐδὲ ὁμοίως γεννᾷ Θεὸς καὶ ἄνθρωπος. Ὁ μὲν γὰρ Θεὸς ἄχρονος ὢν καὶ ἄναρχος καὶ ἀπαθὴς καὶ ἄῤῥευστος καὶ ἀσώματος καὶ μόνος ἀτελεύτητος, ἀχρόνως καὶ ἀνάρχως καὶ ἀπαθῶς καὶ ἀῤῥεύστως γεννᾷ, καὶ ἐκτὸς συνδυασμοῦ. Καὶ οὔτε ἀρχὴν ἔχει ἡ ἀκατάληπτος αὐτοῦ γέννησις, οὔτε τέλος. Καὶ ἀνάρχως μὲν διὰ τὸ ἄτρεπτον· ἀῤῥεύστως δὲ, διὰ τὸ ἀπαθὲς καὶ ἀσώματον. Ἑκτὸς δὲ συνδυασμοῦ, διά τε τὸ ἀσώματον πάλιν καὶ ἕνα 77.1136 μόνον εἶναι Θεὸν ἀπροσδεῆ ἐτέρου· ἀτελευτήτως δὲ καὶ ἀκαταπαύστως, διά τε τὸ ἄναρχον καὶ ἄχρονον, καὶ ἀτελεύτητον, καὶ ἀεὶ ὡσαύτως ἔχον. Τὸ γὰρ ἄναρχον, ἀτελεύτητον· τὸ δὲ χάριτι ἀτελεύτητον, οὐ πάντως ἄναρχον, ὥσπερ οἱ ἄγγελοι. Γεννᾷ τοίνυν ὁ ἀεὶ ὢν Θεὸς τὸν ἑαυτοῦ Λόγον, τέλειον ὄντα ἀνάρχως καὶ ἀτελευτήτως, ἵνα μὴ ἐν χρόνῳ τίκτῃ Θεὸς, ὁ χρόνου ἀνωτέραν ἔχων τὴν φύσιν καὶ τὴν ὕπαρξιν· ὁ δὲ