Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
ψαλμὸν συνέταξεν ὁ μα κάριος ∆αβὶδ, ἔτι τοῦ πρὸς τὸν Ἀβεσσαλὼμ συνεστῶ τος πολέμου, ὅθεν καὶ ὀλοφυρμοὺς περιεῖχε· τὸν δὲ τέταρτον τοῦτον, μετὰ τὸ νικῆσαι τὸν πόλεμον, ἀνα τίθησι τῷ νικοποιῷ Θεῷ εὐχαριστήριον. ∆ιὸ ἕτεροι τῶν ἑρμηνευτῶν ἀντὶ τοῦ Εἰς τὸ τέλος, Τῷ νικο ποιῷ ἤγουν ἐπινίκιον ἀναγράφουσι τὴν ᾠδήν. Εἰς τὸ τέλος μὲν οὖν ἐπιγέγραπται, ὅτι ἐπὶ καταλύσει τῆς τυραννίδος ὁ ψαλμὸς συνετέθη· Ἐν ὕμνοις δὲ, ὅτι οὐκ ἔτι δακρύει ὁ ∆αβὶδ, ἀλλ' ὑμνεῖ τὸν τῆς νί κης δοτῆρα Θεόν· ψαλμὸς δὲ ᾠδῆς, ὅτι πανηγυρίζων, ᾠδικώτερον ᾄδει τὸ ἐπινίκιον. [Ἐν τῷ ἐπικαλεῖσθαί με. Ἄτοπόν ἐστι σιγῇ καταχωννύναι τὸν τῆς εὐεργε σίας τρόπον, ὅπερ οἱ ἐν Εὐαγγελίοις ἐννέα λεπροὶ ὀνειδίζονται. Ἢ τοίνυν τὴν θείαν καταθαυμάζει φιλο τιμίαν, οὐκ ἐν παρατάσει χρόνου τὰ αἰτήματα πλη ρώσασαν· ἢ τάχα διδάσκει, ὡς οὐκ ἐν τῷ σιγᾷν, ἀλλ' ἐν τῷ μᾶλλον ἐπικαλεῖσθαι, σέσωσται. ∆είκνυται δὲ διὰ τοῦτο, μέγα καὶ ὀνησιφόρον τὸ ἀδιαλείπτως προσεύχεσθαι.] Ὁ Θεὸς τῆς δικαιοσύνης μου. (A f. 21.) Εὑρήσομεν δὲ αὐτὸν, τὸν ἐνθάδε χρησί μως δίκαιον ἑαυτὸν εἶναι λέγοντα, καὶ πλημμελείαις ἔνοχον ὁμολογοῦντα ὑπάρχειν. Εἶτα πῶς ἂν εἴη, φησὶν, ἀληθὲς, ὅτι δίκαιος ὁ αὐτὸς καὶ πλημμελείαις ἔνοχος; Ὅτι παρέπεται τοῖς δικαίοις καὶ ὀλισθήμα τα, κατὰ τὸ, "Ἑπτάκις πεσεῖται ὁ δίκαιος, καὶ ἀναστήσεται." Ἕτερον τοίνυν ἐστὶ τὸ ἀκαταλήκτως πλημμελεῖν, καὶ ἕτερον τὸ ἐν τῷ πειρᾶσθαι κατορ θοῦν τὴν δικαιοσύνην, ὀλιγάκις ἔσθ' ὅτε τὴν κοινὴν τῆς φύσεως ὑπομένειν ἀσθένειαν. "Παραπτώματα γὰρ τίς συνήσει;" κατὰ τὸ γεγραμμένον. "Τίς δὲ καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν;" Ἐν θλίψει ἐπλάτυνάς με. (A f. 21 b.) Ἐπειδὴ εἶπεν ὅτι Εἰσήκουσέ μου ὁ Θεὸς, ὡσανεί τινος αὐτὸν ἐρωτήσαντος, Κατὰ τί εἰσ ηκούσθης, ὦ προφήτα; τί δέ σοι καταθύμιον εἰς πέ ρας ἐκβέβηκε; διαλευκαίνει τῆς ἐπικουρίας τὸν τρόπον, καί φησιν, ὅτι "Ἐπλατύνθην ἐν θλίψει·" τουτέστιν, οὐκ ἀπήλλαγμαι μόνον τῶν περιστάσεων καὶ τοῦ ἐν μοχθηροῖς εἶναι πράγμασιν, ἀλλὰ γὰρ ἰδοὺ καὶ πρὸς εὐθυμίαν κατευρύνομαι. Εἰσήκουσέ 69.736 μου γὰρ, οὐκ ἐν χρήμασιν, οὐδ' ἵνα ἐχθρῶν κρατήσω (οὐ γὰρ ταῦτα ᾔτησα), ἀλλ' ἐν ἀνέσει τῇ ἐν μέσῳ τῆς θλίψεως γενομένῃ. (A f. 22.) Παῦλός γ' οὖν ἤκουσεν· "Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦ ται." Καὶ οἱ διελάσαντες δὲ τῆς ἁμαρτίας τοὺς βρό χους, καὶ οἱ ἐν πίστει τελειωθέντες καὶ θλίψεις ὑπὲρ Χριστοῦ καὶ αἰκίας ἀναδεξάμενοι, τοῖς ἄνωθεν ἐν τρυφήσουσιν ἀγαθοῖς. Ἔλθοι δ' ἂν ὁ λόγος καὶ ἐπὶ τὸν Σωτῆρα, δεικνὺς καὶ αὐτὸν διὰ παθημάτων τε λειωθέντα, καὶ ἐκ τοῦ παθεῖν γενόμενον ὑψηλότερον. Ἰστέον δὲ καὶ τοῦτο, ὅτι τὰ περιστατικὰ ἐπὶ μὲν τῶν ἁγίων θλίψεις ὀνομάζει ἡ θεία Γραφὴ, διότι γυμνασίου ἕνεκεν αὐτοῖς συμβαίνουσιν· ὡς τὸ, "Πολ λαὶ αἱ θλίψεις τῶν δικαίων·" ἐπὶ δὲ τῶν ἁμαρτωλῶν, μάστιγας· ὡς τὸ, "Πολλαὶ αἱ μάστιγες τῶν ἁμαρ τωλῶν." Μαστίζονται γὰρ, διὰ τὰς ἁμαρτίας αὐ τῶν παιδευόμενοι. Καὶ εἰσάκουσον τῆς προσευχῆς μου. (A f. 22 b.) Ἀλλὰ πῶς ὁ εἰσηκοῦσθαι λέγων, ἀκου σθῆναι πάλιν παρακαλεῖ; Ἢ χρόνος ἐστὶν ἀντὶ χρό νου· ἀντὶ γὰρ τοῦ, Ὠκτείρησάς με καὶ εἰσήκουσας, εἴρηται τὸ, "Οἰκτείρησον καὶ εἰσάκουσον·" ἢ τάχα που καὶ διηνεκῶς ἀκούεσθαι παρακαλεῖ· ἐπειδὴ τοὺς ζῇν εὐσεβῶς ἐθέλοντας οὐκ ἐνδέχεται μὴ οὐχὶ πάντως ταῖς κατὰ τόνδε τὸν βίον ὁμιλεῖν θλίψεσιν. Εἰ οὖν καὶ κατὰ πάντα εἰσηκούσθη ὅσα προσηύξατο, ἀλλ' ὅμως δέδοικε περὶ τοῦ μέλλοντος· διὸ καὶ πάλιν προσεύχεται, τὸ κέρδος τῆς προσευχῆς ἐπιστάμε νος. Εἰ γὰρ καὶ ἀπηλλάγη τῶν ἀλγηδόνων καὶ τῆς ἀθυμίας, ἀλλ' ἄνθρωπος ὢν καὶ πρὸς τὸ μέλλον ἀγωνιῶν, μὴ οὐκ ἰσχύσῃ διὰ παντὸς ἐπικειμένων τῶν πειρασμῶν, πλατύνεσθαι αἰτεῖται, καὶ αὐτὰ ταῦτα τὰ ποιητικὰ τῶν ἀλγηδόνων παρελθεῖν. ∆ιὸ καὶ, Οἰκτείρησόν με, φησὶ, τουτέστι Λῦσον τὸν ἀγῶνα, δὸς παντελῶς ἀπαλλαγῆναι. Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; (A f. 23.) Κατὰ μὲν τὴν ἱστορίαν, ὡς πρὸς