ἐκ γυναικὸς κατὰ σάρκα γέννησιν. Τίνα γὰρ τρόπον ζωοποιήσειεν ἂν <ἡμᾶς> τὸ σῶμα αὐτοῦ εἰ μή ἐστιν ἴδιον αὐτοῦ ὅς ἐστι ζωή; Πῶς τὸ αἷμα Ἰησοῦ καθαρίζει ἡμᾶς ἀπὸ πάσης 723 ἁμαρτίας εἴπερ ἐστὶν ἀνθρώπου κοινοῦ καὶ ὄντος ὑφ' ἁμαρτίαν; Πῶς ἀπέστειλεν ὁ Θεὸς καὶ Πατὴρ τὸν Υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον; Πῶς κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί; Οὐ γὰρ ἦν ἀνθρώπου κοινοῦ καὶ τυραννουμένην ἔχοντος μεθ' ἡμῶν ὑπὸ τῆς ἁμαρτίας τὴν φύσιν τὸ κατακρῖναι τὴν ἁμαρτίαν. Ἐπεὶ δὲ σῶμα γέγονε τοῦ πλημμελεῖν οὐκ εἰδότος, ταύτῃτοι καὶ μάλα εἰκότως τὴν τῆς ἁμαρτίας ἀπεσείσατο τυραννίδα, καὶ τὴν ἰδιότητα πλουτεῖ τοῦ ἀφράστως αὐτῇ καὶ ὡς οὐκ ἔστιν εἰπεῖν ἑνωθέντος Λόγου, ἅγιόν τε καὶ ζωοποιόν ἐστι, καὶ τῆς θεοπρεποῦς ἐνεργείας ἔμπλεων. Ὡς ἐν ἀπαρχῇ δὲ Χριστῷ μετεστοιχειώμεθα καὶ ἡμεῖς εἰς τὸ εἶναι καὶ φθορᾶς καὶ ἁμαρτίας κρείττονες. Καὶ ἀληθὲς ὅτι, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν· Ὥσπερ ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου, τουτέστι Χριστοῦ. Ἐπουράνιος δὲ ἄνθρωπος νοεῖται Χριστὸς οὐχ ὡς ἄνωθεν ἡμῖν καὶ ἐξ οὐρανοῦ τὴν σάρκα κατενεγκών, ἀλλ' ὅτι Θεὸς ὢν ὁ Λόγος, καταβέβηκεν ἐξ οὐρανῶν, καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑπελθών, τουτέστι γέννησιν ὑπομείνας τὴν κατὰ σάρκα ἐκ γυναικός, μεμένηκεν ὅπερ ἦν, ἄνωθεν δηλονότι καὶ ἐξ οὐρανῶν, καὶ ἐπάνω πάντων ὡς Θεὸς καὶ μετὰ σαρκός. Οὕτω γάρ πού φησιν ὁ θεσπέσιος Ἰωάννης περὶ αὐτοῦ· Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν. Ἀπομεμένηκε γὰρ τῶν ὅλων Κύριος καὶ ἐν τῇ τοῦ δούλου μορφῇ γεγονὼς οἰκονομικῶς, καὶ παράδοξον ἀληθῶς διὰ ταῦτά ἐστι τὸ Χριστοῦ μυστήριον. Καὶ γοῦν ἔφη που πρὸς Ἰουδαίους δι' ἑνὸς τῶν προφητῶν ὁ Θεὸς καὶ Πατήρ· Ἴδετε, οἱ καταφρονηταί, καὶ ἀφανίσθητε, καὶ θαυμάσατε, ὅτι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν, ἔργον ᾧ οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγήσηται ὑμῖν. Κινδυνεύει γὰρ ἀπιστεῖσθαι τὸ Χριστοῦ μυστήριον διὰ τὴν τοῦ θαύματος ὑπερβολήν. Θεὸς ἦν ἐν ἀνθρωπότητι καὶ ἐν τοῖς καθ' ἡμᾶς ὁ ὑπὲρ πᾶσαν τὴν κτίσιν, ὁ ἀόρατος, ὁρατὸς κατὰ σάρκα, ὁ ἐξ οὐρανοῦ καὶ ἄνωθεν, ἐν εἴδει τῶν χοϊκῶν, ἁπτὸς ὁ ἀναφής, ὁ κατὰ φύσιν ἰδίαν ἐλεύθερος, ἐν δούλου μορφῇ, ὁ εὐλογῶν τὴν κτίσιν, ἐπάρατος, καὶ ἐν τοῖς ἀνόμοις ἡ πᾶσα δικαιοσύνη, καὶ ἐν δοκήσει θανάτου γέγονεν ἡ ζωή. Οὐ γὰρ ἦν ἑτέρου τινός, αὐτοῦ δὲ μᾶλλον τοῦ κατὰ φύσιν Υἱοῦ, τὸ τοῦ 724 θανάτου γευσάμενον σῶμα. Ἆρ' ὡς οὐκ εὖ γεγονόσιν, ἢ γοῦν πρὸς ἡμῶν εἰρημένοις ἔχεις τι τούτοις ἐπιτιμᾶν; {Β} Οὐδαμῶς. {Α} Ἄθρει δή μοι κἀκεῖνο πρὸς τούτοις. {Β} Τὸ τί δὴ φής; {Α} Ἔφη που Χριστὸς τοῖς ἀναιρεῖν ἐθέλουσι τὴν ἀνάστασιν τῶν νεκρῶν· Οὐκ ἀνέγνωτε ὅτι ὁ ποιήσας τὸν ἄνθρωπον ἐν ἀρχαῖς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς; Γράφει δὲ καὶ ὁ θεσπέσιος Παῦλος· Τίμιος ὁ γάμος ἐν πᾶσι, καὶ ἡ κοίτη <αὐτῶν> ἀμίαντος. Εἶτα πῶς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑπελθεῖν ἐθελήσας, οὐ τοῖς τῆς ἀνθρωπότητος νόμοις ἐφῆκε κρατεῖν εἰς σύστασιν ἤτοι γέννησιν τῆς ἰδίας αὐτοῦ σαρκός; Οὐ γὰρ ἐκ κοίτης καὶ γάμων ἠνέσχετο λαβεῖν αὐτήν, ἀλλ' ἐκ παρθένου σεμνῆς καὶ ἀπειρογάμου, κυοφορησάσης ἐκ Πνεύματος, ἐπισκιασάσης αὐτῇ δυνάμεως Θεοῦ, καθὰ γέγραπται. Θεοῦ τοιγαροῦν τὸν γάμον οὐκ ἀτιμάσαντος, μᾶλλον δὲ καὶ εὐλογίᾳ τιμήσαντος, ἀνθότου παρθένον κυοφοροῦσαν ἐκ Πνεύματος τῆς ἰδίας σαρκὸς ἐποιήσατο μητέρα Θεὸς ὢν ὁ Λόγος; {Β} Οὐκ ἔχω φράσαι. {Α} Καίτοι πῶς οὐχ ἅπασιν ἐναργὴς γένοιτ' ἂν ἡ τοῦδε πρόφασις ἐκεῖνο διεσκεμμένοις; Ἀφίκετο γάρ, ὡς ἔφην, ἢ γοῦν ἐνηνθρώπησεν ὁ Υἱός, ἀναστοιχειώσων τὰ καθ' ἡμᾶς ὡς ἐν ἑαυτῷ καὶ πρῶτον εἰς ἁγίαν τινὰ καὶ τεθαυμασμένην καὶ παράδοξον ἀληθῶς ἀπότηξιν καὶ ζωήν. Γέγονε δὲ καὶ πρῶτος αὐτὸς γεννητὸς τοῦ ἁγίου Πνεύματος, κατά γε, φημί, τὴν σάρκα, ἵν' ὥσπερ ὁδῷ καὶ εἰς ἡμᾶς αὐτοὺς διαβαινούσης τῆς χάριτος, οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκός, οὐδὲ ἐκ