6
περ, εὕδεσκ' ἐν λέκτροισιν, ἐν ἀγκαλίδεσσι τιθήνης, κάλλεϊ καὶ χάρισι στίλβων· θηεῖτο δὲ κούρη παῖδα φίλον γεγαῶτα νέον περ ἐόντ' ἐνὶ οἴκῳ, ὃς πᾶσι θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει· καὶ γὰρ θαῦμ' ἐτέτυκτο πελώριον· οὐ γὰρ ἐῴκει ἀνδρός τε θνητοῦ πάις ἔμμεναι, ἀλλὰ θεοῖο.
10 Περὶ Ἰωάννου τοῦ βαπτιστοῦ.
Ἀλλ' ὅτε δή ῥ' ἔτος ἦλθε περιπλομένων ἐνιαυτῶν ὄψιμον, ὀψιτέλεστον, ὅου
κλέος οὔποτ' ὀλεῖται, πρόσθε μὲν ἐσθλὸς ἔφευγε, δίωκε δέ μιν μέγ' ἀμείνων οὐρανόθεν καταβάς· ἕξει δέ μιν ἤματα πάντα ἀμφότερον, κῦδός τε καὶ ἀγλαΐη καὶ ὄνειαρ, ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶντα. καὶ μέν οἱ κῆρυξ, ὀλίγον προγενέστερος αὐτοῦ, ὃς δὴ κάλλιστος γένετο θνητῶν ἀνθρώπων, ὃς ᾔδη τά τ' ἐόντα τά τ' ἐσσόμενα πρό τ' ἐόντα, ὅς οἱ ὁμηλικίην μὲν ἔην· κεχάριστο δὲ θυμῷ κεδνὸς ἐών· πρὸ γὰρ ἧκε πατὴρ ἄλλοι τε γέροντες κηρύσσειν ἀγορὴν δὲ καρηκομόωντας Ἀχαιούς. κηρύσσων βοάασκε, φίλα φρονέων ἐνὶ θυμῷ, ἄνδρ' ἐπελεύσεσθαι μεγάλην ἐπιειμένον ἀλκήν, ἥτις ἀλεξίκακος πᾶσιν ∆αναοῖσι πέληται· οὗ τε καὶ ὀξύτατον πέλεται φάος εἰσοράασθαι. «πατρὸς δ' ἐξ ἀγαθοῦ γένος εὔχεται ἔμμεναι υἱός, ξεινίου, ὅστε μάλιστα νεμεσσᾶται κακὰ ἔργα. τοῖς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε καὶ πεδία λωτεῦντα καὶ ἀγρῶν πίονα ἔργα οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα· τῷ νῦν μή τις πάμπαν ἀνὴρ ἀθεμίστιος εἴη. αὐτοὶ δ' ὀτρύνεσθε ἅμα τ' ἐμοὶ πάντες ἕπεσθε, μήτι μεταστρέψωσι νεμεσσάμενοι κακὰ ἔργα ἀθάνατοι, οἱ δ' αὖτ' ἀνεμώλιοι, ὡς τὸ πάρος περ, οὕστινας ὑμεῖς ἴστε μάλιστ' ὀχέοντας ὀιζύν, χρυσῷ τ' ἠλέκτρῳ τε κεκασμένοι ἠδ' ἐλέφαντι, οὓς Ἥφαιστος ἔτευξεν ἰδυίῃσι πραπίδεσσιν. ἀλλ' ἄγεθ', ὡς ἂν ἐγὼν εἴπω, πειθώμεθα πάντες.» ὣς εἰπὼν ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου. βῆ ῥ' ἴμεν εἰς ἀγορήν, ἅμα δ' ἕσπετο πουλὺς ὅμιλος, πάντας δ' οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ' ὀνομήνω. καρπαλίμως δ' ἔμπληντο βροτῶν ἀγοραί τε καὶ ἕδραι. οἱ δ' ἐπεὶ οὖν ἤγερθεν ὁμηγερέες τ' ἐγένοντο, στὰς ἐν μέσσοισι προσεφώνεεν ἠπύτα κῆρυξ· «κέκλυτε, μυρία φῦλα περικτιόνων ἀνθρώπων. αἰδοῖος, νεμεσητός, ὅ με προέηκε πυθέσθαι· τὸν μὲν ἐγὼ δείδοικα καὶ αἰδέομαι περὶ κῆρι· ψεῦδος δ' οὐκ ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστίν. ἀλλὰ πίθεσθε καὶ ὔμμες, ἐπεὶ πείθεσθαι ἄμεινον· εἰ μὲν γάρ τίς μ' ἄλλος ἐπιχθονίων ἐκέλευε, ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον· νῦν δ'-αὐτὸς γὰρ ἄκουσα θεοῦ καὶ ἐσέδρακον ἄντην- καί μοι ἕκαστ' ἐπέτελλεν, ἔικτο δὲ θέσκελον αὐτῷ, ὃς πᾶσι θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει. ὅς μοι ἔφη τάδε πάντα τελευτήσεσθαι ὀπίσσω· εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν, τοῦ μὲν φθίνοντος μηνός, τοῦ δ' ἱσταμένοιο ἐνθάδ' ἐλεύσεσθαι μεγάλην ἐπιειμένον ἀλκήν, ὅς μευ φέρτερός ἐστι νοῆσαί τε κρῖναί τε. γνοίη δ', οἵτινές εἰσιν ἐναίσιμοι ἠδ' ἀθέμιστοι ἠὲ φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής. οἱ δέ οἱ αὐτίκ' ἰόντι κακὰ φράσσονται ὀπίσσω νήπιοι ἀγροιῶται, ἐφημέρια φρονέοντες, τῶν ἀνδρῶν φίλοι υἷες, οἳ ἐνθάδε γ' εἰσὶν ἄριστοι.» ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. καί μιν σφοῖσι δόμοισιν ἔυ τρέφον ἠδ' ἀτίταλλον, χειρὶ δὲ χεῖρα λαβόντες ἐπιστώσαντο ἕκαστος. οἱ δ' ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματ' ἔβαλλον, ὅσσοι ἄρ' ἡγεμόνες ∆αναῶν καὶ κοίρανοι ἦσαν.
11 Περὶ τοῦ θείου βαπτίσματος.
Αὐτὰρ ἐπεί ῥ' ἥβης ἐρικυδέος ἵκετο μέτρον, βῆ ῥ' ἰέναι, κούρῳ αἰσυητῆρι
ἐοικὼς παναπάλῳ, οἷοί τε ἀνάκτων παῖδες ἔασιν, πάντων ἀνθρώπων ῥῦσθαι γενεήν