1

 2

 3

 4

 5

 6

6

παρὰ βασιλεῦσι τιμῆς ἀξιούμενος, διαπρέψας τότε τῆς εἰς Χριστὸν ἀδιατρέπτῳ καὶ ἀκλινεῖ ὁμολογίᾳ, τῷ τοῦ μαρτυρίου διαδήματι κατεκοσμήθη, γενναίως τὸν ἀγῶνα διηνυκώς. Καί τις ἱερὰ καὶ θαυμασία γυνὴ, πλούτῳ, καὶ γένει, καὶ εὐδοξίᾳ παρὰ πᾶσιν Ἀντιοχεῦσι βεβοημένη, παίδων ξυνωρίδα παρθένων διαπρεπῶν ἀναθρεψαμένη, ἐπειδὴ πολὺς ὁ περὶ αὐτὰς κινούμενος φθόνος, λανθανούσας τε καὶ ἐν ἀλλοδαπῇ διατριβούσας ἐπὶ τὴν Ἀντιόχου ἐκάλει· δικτύων δὲ ἤδη στρατιωτικῶν εἴσω περιεβέβληντο, ἐν ἀμηχάνοις ἑαυτήν τε καὶ τὰς παῖδας θεασαμένη, καὶ τὰ ἐξ ἀνθρώπων λογισαμένη δεινὰ, πορνείας τε ἀπειλῆν μηδ' ἄκροις ὠσὶν ἀκούειν ἀνασχομένη, ἀλλὰ καὶ τὸ δουλεῦσαι δαίμοσι πάντων θανάτων καὶ πάσης ἀπωλείας χεῖρον φήσασα εἶναι, μίαν ἑαυτῇ καὶ ταῖς θυγατράσιν ὑπετίθετο λύσιν τούτων ἁπάντων, τὴν ἐπὶ τὸν Κύριον καταφυγήν. Καὶ δὴ τὴν γνώμην ὁμοῦ συνθέμεναι, τά τε σώματα περισταλεῖσαι κοσμίως, ἐπὶ μέσης γενόμεναι τῆς ὁδοῦ, ἐπὶ παραῤῥέοντα ποταμὸν ἑαυτὰς ἠκόντισαν· αἱ δὲ μὲν οὖν ἑαυτάς. Ἄλλην δ' ἐπ' αὐτῆς Ἀντιοχείας ξυνωρίδα παρθένων, τὰ πάντα θεοπρεπῶν καὶ ἀληθῶς ἀδελφῶν, ἐπιδόξων μὲν τὸ γένος, λαμπρῶν δὲ τὸν βίον, νέων τοὺς χρόνους, ὡραίων τὸ σῶμα, σεμνῶν τὴν ψυχὴν, εὐσεβῶν τὸν τρόπον, θαυμαστῶν τὴν σπουδὴν, θαλαττίοις βυθοῖς παρέδοσαν οἱ τῶν δαιμόνων θεραπευταί. Τί με χρὴ νῦν ἐπ' ὀνόματος τῶν λοιπῶν μνημονεύειν, καὶ τὸ πλῆθος τῶν ἀνδρῶν ἀριθμεῖν, καὶ τὰς πολυτρόπους αἰκίας ἀναζωγραφεῖν τῶν θαυμασίων Χριστοῦ μαρτύρων, τοτὲ μὲν πέλυξιν ἀνηρημένων, οἷα γέγονε τοῖς ἐπ' Ἀραβίας, τοτὲ δὲ τὰ σκέλη καταγνυμένων, οἷα τοῖς ἐν Καππαδοκίᾳ συμβέβηκε· καὶ ποτὲ μὲν κατὰ κεφαλῆς ἐκ τοῖν ποδοῖν εἰς ὕψος ἀναρτωμένων, καὶ μαλθακοῦ πυρὸς ὑποκαιομένου τῷ παραπεμπομένῳ καπνῷ τῆς φλεγομένης ὕλης ἀποπνιγομένων, οἷα τοῖς ἐν Μεσοποταμίᾳ 20.1533 ἐπενήνεκται, ποτὲ δὲ ῥίνας, καὶ ὦτα, καὶ χεῖρας ἀκρωτηριαζομένων, τά τε λοιπὰ τοῦ σώματος μέλη καὶ μέρη κρεουργουμένων, οἷά τε ἐπ' Ἀλεξανδρείας ἦν; τί δεῖ τῶν ἐπ' Ἀντιοχείας ἀναζωπυρεῖν τὴν μνήμην, ἐσχάραις πυρὸς, οὐκ εἰς θάνατον, ἀλλ' ἐπὶ μακρᾷ τιμωρίᾳ κατοπτωμένων, ἑτέρων δὲ θᾶττον τὴν δεξιὰν αὐτῶν πυρὶ καθιέντων ἢ τῆς ἐναγοῦς θυσίας ἐφαπτομένων; ὧν τινες τὴν πεῖραν φεύγοντες πρὶν ἁλῶναι, καὶ εἰς χεῖρας τῶν ἐπιβούλων ἐλθεῖν, ἄνωθεν ἀφ' ὑψηλῶν δωμάτων ἑαυτοὺς κατεκρήμνισαν, τὸν θάνατον ἅρπαγμα θέμενοι τῆς τῶν δυσσεβῶν μοχθηρίας· τὰ φρικτὰ δὲ ἀκοαῖς κατὰ τὸν Πόντον ἔπασχον ἕτεροι, καλάμοις ὀξέσι ταῖν χεροῖν ἐξ ἄκρων ὀνύχων τοὺς δακτύλους διαπειρόμενοι, καὶ ἄλλοι πυρὶ μολίβδου διατακέντος βραζούσῃ καὶ πεπυρακτωμένῃ τῇ ὕλῃ τὰ νῶτα καταχεόμενοι, καὶ τὰ μάλιστα ἀναγκαιότατα τοῦ σώματος μέρη κατοπτώμενοι· διά τε τῶν ἀποῤῥήτων ἕτεροι μελῶν καὶ μερῶν, αἰσχρὰς, καὶ ἀσυμπαθεῖς, καὶ οὐδὲ λόγῳ ῥητὰς ὑπέμενον πάθας. Τὰ δ' οὖν τῶν συμφορῶν ἔσχατα, ὅτε δὴ λοιπὸν οἱ κατὰ πᾶσαν ἐπαρχίαν ἄρχοντες ἀπειρήκεσαν ἐπὶ τῇ τῶν κακῶν ὑπερβολῇ, καὶ πρὸς τὸ κτείνειν ἀποκαμόντες ἐπὶ τὸ νομιζόμενον αὐτοῖς χρηστὸν ἐτράποντο, καὶ φιλάνθρωπον τηνικαῦτα ὀφθαλμοὺς ἐξορύττεσθαι, καὶ τοῖν σκελοῖν πηροῦσθαι θάτερον προσετάττετο. Ταῦτα γὰρ οὖν αὐτοῖς τὰ φιλάνθρωπα, καὶ τῶν καθ' ἡμῶν τιμωριῶν τὰ κουφότατα, ὥστε ἤδη ταύτης ἕνεκα τῆς τῶν ἀσεβῶν φιλανθρωπίας οὐκ ἔτι εἶναι δυνατὸν ἐξειπεῖν τὸ πλῆθος τῶν ὑπὲρ πάντα λόγον τοὺς μὲν δεξιοὺς ὀφθαλμοὺς ξίφει πρότερον ἐκκοπτομένων, καὶ πυρὶ καυτηριαζομένων, τοὺς δὲ λαιοὺς πόδας αὖθις κατὰ τῶν ἀγκυλῶν καυτῆρσιν ἀχρειωμένων, μετὰ ταῦτα τοῖς κατ' ἐπαρχίαν χαλκοῦ μετάλλοις οὐχ ὑπηρεσίας τοσοῦτον, ὅσον κακώσεως καὶ ταλαιπωρίας ἕνεκεν καταδικαζομένων.