6
δὲ καὶ βαθυτάτης δεομένων θεωρίας τῶν κατὰ τὸν τόπον, ἱκανὰ καὶ ταῦτα πρὸς τὴν παροῦσαν ὑπόθεσιν. ∆ʹ ΚΕΦΑΛΑΙΟΝ. Καὶ ἀπέδρα Ἅγαρ ἀπὸ προσώπου αὐτῆς· δῆλον ὅτι τῆς Σάρρας· εὗρε δὲ αὐτὴν ἄγγελος Κυρίου ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος· καὶ ἐν τοῖς ἑξῆς δεύτερον εἴρηται, εἶπεν δὲ αὐτὴν ὁ ἄγγελος Κυρίου· καὶ τρίτον δὲ, εἶπεν αὐτῇ ὁ ἄγγελος Κυρίου, Πληθύνων πληθυνῶ τὸ σπέρμα σου, καὶ οὐκ ἀριθμηθήσεται ἀπὸ τοῦ πλήθους· καὶ αὖθις, εἶπεν αὐτῇ ὁ ἄγγελος κυρίου· Ἰδοὺ σὺ ἐν γαστρὶ ἕξεις, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσμαήλ· ὅτι ἐπήκουσε Κύριος τῇ ταπεινώσει σου· καὶ μετὰ πάντας τοὺς λόγους εἴρηται, Καὶ ἐκάλεσεν τὸ ὄνομα Κυρίου τοῦ λαλοῦντος πρὸς αὐτὴν, Σὺ Θεὸς ὁ ἐπιδών με· εἰ μὴ καὶ ἀπὸ προσώπου τῆς ἱερᾶς γραφῆς κύριος ὠνόμαστο 15 τῇ Ἅγαρ ἐπιφανεὶς ἀλωμένῃ ἐν τῷ, καὶ ἐκάλεσεν τὸ ὄνομα κυρίου τοῦ λαλοῦντος πρὸς αὐτὴν, κἂν ὑπέλαβέ τις τὴν Ἅγαρ Θεὸν ἐσφαλμένως ὑπειληφέναι τὸν ἄγγελον· νυνὶ δὲ ἡ γραφὴ μαρτυρεῖ, ὅτι Κύριος ἦν ὁ διὰ τοῦ προωνομασμένου χρηματίζων ἀγγέλου, δι' οὗ ἅτε Κύριος καὶ Θεὸς ὢν πρεπόντως ἑαυτῷ ἔλεγε τὸ, Πληθύνων πληθυνῶ τὸ σπέρμα σου· τοῦτο γὰρ Θεῷ μόνῳ ἁρμόζοι ἂν λέγειν, οὐκέτι δὲ καὶ ἀγγέλῳ· τούτῳ δ' αὖ τῷ ῥήματι καὶ τὴν Ἅγαρ εἰκὸς ἐπιστήσασαν, συνεῖσάν τε ὅτι μόνου Θεοῦ γένοιτ' ἂν ἡ τοιαύτη φωνὴ, εἰρηκέναι, ὅτι σὺ Θεὸς ὁ ἐπιδών με· ἀλλὰ καὶ δεύτερον, ὅτε ἀποδιδράσκει μεθ' ἑαυτῆς ἔχουσα τὸν υἱὸν, γέγραπται, ἐκάλεσεν δὲ ἄγγελος τοῦ Θεοῦ τὴν Ἅγαρ ἐκ τοῦ οὐρανοῦ, καὶ εἶπεν αὐτῇ τὰ ἀναγεγραμμένα, ἐν οἷς ἐστιν καὶ τὸ, εἰς γὰρ ἔθνος ποιήσω αὐτό· δῆλον δ' ὅτι τὸ παιδίον· ὅπερ οὐκέτι τὸν ἄγγελον ἀξιόπιστον ἂν εἴη λέγειν, Θεοῦ γὰρ πάλιν ἡ ἐπαγγελία. Τίνος οὖν κυρίου ἐκάλεσεν ἡ Ἅγαρ τοὔνομα, Σὺ ὁ Θεὸς ὁ ἐπιδών με, κἀνταῦθα τῆς γραφῆς ἐπὶ τοῦ κυρίου τὸ τετράγραμμον παρ' Ἑβραίοις ὄνομα περιεχούσης; ἢ δῆλον ἐκ τῶν προαποδεδομένων, ὅτι δὴ τοῦ ἐν ἀρχῇ πρὸς τὸν Θεὸν Λόγου, ὃς ἐπιπαρὼν, καὶ τὰ κατ' ἀνθρώπους ἐξ ἀρχῆς ἐφορῶν τε καὶ οἰκονομῶν, τοῖς μὲν ἐπαναβεβηκόσι καὶ τελείοις ἀνδράσιν, οἷος ἦν ὅ τε Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, αὐτὸς δι' ἑαυτοῦ παρείχετο τὰς ὀπτασίας· τοῖς δὲ τῆς τούτων ἀρετῆς ἀποδέουσιν, οἷος ἦν ὁ Λὼτ, καὶ οἱ ἐν τοῖς Κριταῖς Γεδεῶν τε καὶ Μανωὲ, καὶ ὅσοι τούτοις ἐμφέρονται παραπλήσιοι, λειτουργοῖς καὶ διακόνοις τοῖς ὑπ' αὐτὸν θείοις ἀγγέλοις χρώμενος 16 πολυμερῶς καὶ πολυτρόπως παρείχετο δι' αὐτῶν τὰς ἐπαγγελίας. Ταύτῃ γοὖν καὶ τῇ Ἅγαρ, ἅτε μὴ οἵᾳ τε οὔσῃ πῶ τὴν αὐτοῦ τοῦ θείου Λόγου χωρεῖν ὀπτασίαν, διὰ τοῦ ἀγγέλου τὰ ἀναγεγραμμένα θεσπίζει· εἰ ἔτι δὲ καὶ τῷ Ἰακὼβ δι' ἀγγέλων ἐπιφαίνεται· ἀλλ' ὅρα ὅτι καὶ τοῦτο κατ' ἀρχὰς μὲν ὡς ἂν ἔτι εἰσαγομένῳ τοῦτον χρηματίζει τὸν τρόπον, προκόψαντι δὲ καὶ εἰς τελειότητα ἐπιδόντι γυμνῆς καὶ ἀνεπικαλύπτου τῆς ἰδίας μεταδίδωσιν ὁμιλίας, οὐκέτι μὲν δι' ἀγγέλων καὶ δι' ἑρμηνέων, αὐτὸς δὲ δι' ἑαυτοῦ ὁ Κύριος καὶ Θεὸς Λόγος, ὁ τὰ δευτερεῖα τῆς πατρικῆς ἐπέχων θεότητος, τῆς ἰδίας αὐτὸν καταξιῶν ὀπτασίας. Εʹ ΚΕΦΑΛΑΙΟΝ. Ὁ ἥλιος ἐξῆλθεν ἐπὶ τὴν γῆν, καὶ Λὼτ εἰσῆλθεν εἰς Σηγώρ. Καὶ Κύριος ἔβρεξεν ἐπὶ Σόδομα καὶ Γόμορρα θεῖον καὶ πῦρ παρὰ Κυρίου ἐκ τοῦ οὐρανοῦ. Οὐκ οἶμαι τινὰ τῶν ἅπαξ πεπιστευκότων ἱερὰς καὶ θεοπνεύστους ὑπάρχειν τὰς ἁγίας γραφὰς εὑρεσιλογεῖν τι εἰς τοὺς τόπους, ἀντιλέγειν πειρώμενον τοῖς περὶ τοῦ Λόγου τοῦ Θεοῦ παραδεδομένοις, ὅτι τε προῆν ὑπόστασιν ἰδίαν ἔχων, καὶ ὅτι πρὸ τῆς ἐνανθρωπήσεως τὰς εἰς ἀνθρώπους οἰκονομίας ἐτέλει· δύο γὰρ κυρίους ἐνταῦθα σαφῶς ἡ γραφὴ παρίστησιν, εἴ γε Κύριος ἔβρεξεν παρὰ Κυρίου. Τὸ δ' ὅμοιόν ἐστιν εὑρεῖν παρὰ τῷ ἱερῷ ἀποστόλῳ φήσαντι, ∆ῴη ὁ Κύριος ἔλεος τῷ Ὀνησιφόρου οἴκῳ· καὶ ∆ῴη αὐτῷ εὑρεῖν ἔλεος παρὰ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Ἀλλὰ γὰρ ἐν τούτοις περὶ Πατρὸς καὶ Υἱοῦ διαρθροῦν λόγους, τῷ μὲν ἀγενήτῳ καὶ Πατρὶ τῶν ὅλων τὴν 17 κατὰ πάντων καὶ κατ' αὐτοῦ τοῦ Υἱοῦ κυρίαν τε καὶ αὐθεντείαν ἀνατιθέντας, τῷ δὲ τῷ Λόγῳ τὰ δευτερεῖα μετὰ τὸν Πατέρα τῆς κατὰ πάντων τῶν γεγενημένων ἀρχῆς τε καὶ