1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

6

ὁπότε καιρὸς καλοῖ καὶ ἀκμὴ κατεπείγει καιροῦ, κατὰ ταὐτὰ δὲ καὶ τὰ τῆς φρονήσεως σύμβολα, ἣ πασῶν τῶν ἀρετῶν ὑπερτέθειται ἢ μᾶλλον κρεῖττον εἰπεῖν ἣ τὰς ἀρετὰς εἰδοποίησε καὶ ἀρε τὰς εἶναι καὶ ὀνομάζεσθαι πέπεικε, τούτων δὴ πάντων ὡς ἐνὸν ἡμῖν καὶ ὡς ὁ καιρὸς δίδωσιν οἱ χαρακτῆρες καὶ τὰ ἰνδάλματα προκεκέντηνται· ἐπεὶ δὲ καὶ καλοκαγαθίας καὶ ἡμερότητος ἐμνήσθημεν, ἐνταῦθά μοι τοῦ λόγου τὰ δάκρυα προπηδᾷ ἀναλογιζομένῳ τὴν τούτου περὶ τοὺς ἐπταικότας συμπάθειαν, οἶμαι δὲ καὶ πάντες ἐν τούτοις πλέον θρηνήσετε. ἀναπολέσατε καὶ γὰρ κατὰ νοῦν· τέθνηκέ τις καὶ ἐπὶ μεγίσταις αἰτίαις πρὸς τοῦ αὐτοκράτορος ἄνθρω πος; καὶ τοῦτο μὲν ἂν οὖν καὶ ἐπὶ χρόνοις ὀλίγοις τὴν ἀρχὴν ἀνύσαντος περιβόητον, ἐπὶ τούτοις δὲ διαπρέψαντος πόσῳ θαυμαστὸν καὶ ἐξαίσιον. τίς γὰρ ἔγνω παρ' ἐκείνου τινὰ βιαίως τὴν ψυχὴν ἀπορρήξαντα, οὐ λέγω γοῦν ἐπὶ μετρίοις ἢ καὶ μικρὸν μείζοσι πταίσμασιν, ἀλλ' ἐπὶ μεγίσταις ἄγαν ταῖς ὑποθέσεσιν, ἐπὶ χαιρεκάκοις ἄγαν καὶ δολεραῖς ἐπ' ἀνταρσίαις; τὸ δὲ τελευταῖον καὶ πρώτιστον τῶν κακῶν ἐπὶ τυραννίσιν αὐταῖς-ἅμα τε γὰρ ἥλω ὁ τυραννίδα βουλευσά μενος κατ' αὐτοῦ-ὦ δίκη καὶ ἀρετή! ὁ κατὰ τίνος τίς!- κἂν ὁποῖος ἄρα καὶ ἦν ὁ τοῦτο σκαιωρήσας τὸ δολορρά φημα, εἰ μόνον ἤσθιεν ἄρτου καὶ ὕδατος ἔπινεν καὶ τῶν θνητῶν ὠνομάζετο, ἅμα τε γοῦν, ὡς ἔφην, ἥλω καὶ εὐθὺς ἠλέηται, ἢ ῥῖνα ἀποτμηθεὶς ἢ χεῖρα ἀποκοπεὶς ἤ, τὸ μέγι στον, ἐξορυχθεὶς ὀφθαλμούς· ὁ πρῶτος ταῦτα τοῦ δρά ματος, πολλοὶ δὲ τῶν συνιστόρων οὐδ' ἐγίνωσκον τὴν ὀργὴν οὐδὲ τὸν χόλον ὑπέμενον, ἀλλ' εὐθὺς ὑφωρῶντο καὶ ἀπελύοντο. ταῦτα δὲ οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς καὶ πολλάκις ἐπισυνέβησαν. κἀκεῖνος μὲν οὕτως ἀφίει τοὺς δεινοὺς καὶ παλαμναίους ἀλάστορας τοὺς περὶ αὐτὸν ὀφθέντας κακούς, οὓς εὐηργέτει τὰ μάλιστα καὶ οἷς ἀπει ροπλάσια τὰ δωρήματα, θεὸς δὲ καλῶς τὰς κρίσεις ἐδίκαζεν. ὁ μὲν γὰρ βασιλεὺς ἠλέει, ᾔδει γὰρ σκεπόμενος πρὸς τοῦ κρείττονος, ὁ δὲ ἐμαστίγου καὶ ἔπληττε τὸν μὲν νόσοις ἀνη κέστοις καὶ μακροχρονίοις ταῖς κατακλίσεσι, τὸν δὲ καὶ αἰφνιδίῳ θανάτῳ τὸν πάντα χρόνον ὑγιῶς τοῦ σώματος ἔχοντα, ἄλλον πολλοῖς περὶ μάχην συνόντα μόνον ἀπο χωρήσας καὶ οἷα σκοπὸν φλαύρου ἀνδρὸς ὑποθέμενος ὀϊστεύματι, καὶ ἁπλῶς εἰπεῖν ἅπαντας ἄρδην τῷ τῆς γῆς μυχῷ παραπέπομφεν· οὕτω θεὸς οἶδε διεκδικεῖν τοὺς ἐπ' ἐκείνῳ ἐλπίζοντας, καὶ οὗτοι πρὸς καιρὸν τῶν ἐγκλημάτων τούτους ἀνήσουσι.

14 Τὰ δ' ἄλλα τῆς ἱλαρότητος αὐτοῦ καὶ πραότητος ποῖος ἂν καυχήσαιτο ἐξυμνήσασθαι; καὶ ∆αυὶδ ὁ πραότατος-ἱλήκοι δὲ οὑτοσί-ὑπ' ἐκείνου ἂν οἶμαι μόνου νενίκηται. ἡμάρ τανε γάρ τις, καὶ μέχρι λόγων ἡ κάκωσις ἢ μετρίων πληγῶν, τὸ δεινότερον. ὑπέμενε δὲ καὶ λόγους τραχυτέρους ἐκ θρα συστομούντων προφερομένους, ὡς ψόφους εἰς ἀέρα διαλυο μένους οἰόμενος, καὶ πράξεις ἀτακτοτέρους διέφερεν, ἀντι σταθμίζεσθαι γνοὺς ὑπὸ θεοῦ τοῖς ἐλεοῦσι τὸν ἔλεον καὶ τῷ φιλανθρώπῳ ἀντιμετρεῖσθαι ἡμῖν τὸ φιλάνθρωπον. ταῦτα ἐκείνου καὶ τὰ τῆς πραότητος σύμβολα, ταῦτα τῆς προση νοῦς καρδίας τεκμήρια, οἷς θεὸς ἐπιγάννυται, οἷς ἐπιχαίρει σύμπαν ὑπήκοον.

15 Ἔγωγε μὲν, ὦ παρόντες Ῥωμαῖοι οἱ τῷ πάθει συνειλεγμένοι καὶ πρὸς θρηνῳδίας ἑαυτοὺς εὐτρεπίσαντες, ἐκπέ πληγμαι μὲν ὑπὸ τῶν πολλῶν καὶ μεγάλων τοῦ αὐτοκρά τορος ἀγαθῶν καὶ τῆς ἀβύσσου τῶν ἀρετῶν καὶ τοῦ ἀπείρου τῶν ἀριστειῶν χεύματος. ἀδυνατῶ δὲ ὅλως πρὸς περιήγησιν, καὶ βούλομαι μὲν ἐξειπεῖν τι τῶν ἀριστουργημάτων αὐτοῦ καί τι τῆς καλοκαγαθίας συμπλέξασθαι, ἀλλ' ἀπειρία τυγχάνει καὶ ἐν ἀμφοῖν, καὶ ἐν οἷς ἂν ἄλλος εἶχε λέγειν πολλά, ἐν τούτοις ἔγωγε πάσχω τὸ ἄναυδον, καὶ τὸ πολὺ τῆς πλημμύρας τὸ λειψυδρεῖν προξενεῖ, ὡς ἐν τοῖς τῶν ἀγγείων συστόμοις εἴπερ ἄθρουν ὕδωρ ἐπενεχθῇ οὔκουν εὑρίσκει παρείσδυσιν. οὕτω δὴ καὶ ἐπί τισι μεγίσταις συμβαίνει τῶν ὑποθέσεων, αἳ προσυπαντῶσι ποσῷ τε ἀπλέτῳ καὶ ὑπερφυεῖ μεγέθει τοῖς γράφουσι. θαυμάζεται μὲν Τῖτος ὁ καῖσαρ ὅτιπερ