De accentibus (excerpta e Choerobosco, Aetherio, Philopono et aliis)
ἀρσενικῶν ληγόντων εἰς ους, περισπῶνται· 20ἡ ἁπλῆ, τὸ ἁπλοῦν,20 ὅτι καὶ 20ἁπλοῦς,20 καὶ τὰ ὅμοια.
δίχρονον· καὶ γὰρ τούτων ὁ μέλλων 20ὀτρυνῶ20 καὶ 20ἀλγυνῶ.20 Καὶ ὁ ἀόριστος ἄρα κατὰ τὸν κανόνα μακρὰν ἔχων τὴν παραλήγουσαν τὸ οἰκεῖον ἀπαρέμφατον προπερισπᾷ· 20ὀτρῦναι,20 καὶ τὰ τοιαῦτα· σὺν τούτοις καὶ τὸ 20δῦναι20 καὶ 20ὀξῦναι,20 καὶ τὸ 20δῦνον20 καὶ 20ὀξῦνον20 προπερισπῶνται. Τὸ 20ζευγνύναι20 παροξύνεται· βραχὺ γὰρ ἔχει τὸ γνυ, κατὰ τὴν ἀκολουθίαν φησὶ τοῦ 20διδόναι.20 7.58 20Ὀρύσσω, ἀμύσσω20 καὶ 20ὀρύξαι, ἀμύξαι,20 καὶ τὰ ὅμοια παροξύνονται. 7.59 Τὰ διὰ τοῦ υω ῥήματα μακρᾷ παραλήγονται· 20κωλύω, μηνύω, μύω, θύω.20 Οἱ μὲν παλαιοὶ μακρὰ ἔχοντες τὰ ἐκ τούτων ἀπαρέμφατα, οἷον τὸ 20μηνῦσαι, κωλῦσαι, μῦσαι,20 καὶ τὰ οὐδέτερα προπερισπῶσιν· ἡ δὲ τῶν νεωτέρων συνήθεια πάντα ταῦτα παροξύνει, πλὴν τῶν ἀπὸ τοῦ 20θύω20 καὶ 20λύω20 καὶ 20ῥύομαι·20 τὰ γὰρ ἀπὸ τούτων προπερισπῶσιν.
8.τ Περὶ τῶν πρὸ δύο συμφώνων διχρόνων. 1 8.60 Τὰ δίχρονα, ὅτε τούτων ἔμπροσθεν κεῖνται δύο σύμφωνα, ὀξεῖαν
ἔχουσιν ἐπὶ πάσης λέξεως· 20ἄλλος, ὕλλος, ἴλλος, ὕβρις, φύλλον, κάλλος, ἅλμα, τρίμμα, τὸ ἄρχον, τὸ τίκτον,20 καὶ τὰ ὅμοια, πλὴν τοῦ 20μᾶλ-λον, θᾶττον, ἆθλον· ἄεθλον20 γάρ· 20ᾆσμα, ὗθλος, πῦργος.20