τοῦ ι αἴγειρος· τὰ γὰρ εἰς ρος ῥηματικὰ τῇ ει διφθόγγῳ θέλουσι παραλήγεσθαι· οἷον, ἀείσσω αἴγειρος· μάσσω, μάγειρος· ὀνῶ, ὄνειρος· τὸ δὲ αι τῆς πρώτης συλλαβῆς γέγονεν ἀπὸ τοῦ ἀΐσσω αἴγειρος, κατὰ κρᾶσιν. 178 9Ἀχρεῖοσ9: ∆ίφθογγον· καὶ προπερισπᾶται παρὰ τὸ χρέος. 9Ἄπειροσ9: Εἴτε ἐπὶ τοῦ ἀμαθοῦς, εἴτε ἐπὶ τοῦ μεγάλου, διὰ διφθόγγου γράφεται· ἐπὶ μὲν τοῦ ἀμαθοῦς ἐκ τοῦ πεῖρα γέγονεν ἄπειρος· οἷον, ὁ ἐστερημένος τῆς πείρας· τὸ δὲ πεῖρα διὰ διφθόγγου γράφεται, οἱ γὰρ Αἰολεῖς πέρα λέγουσιν· ἐπὶ δὲ τοῦ μεγάλου καὶ αὐτὸ διὰ τῆς ει διφθόγγου, ὅτι ἀπὸ τοῦ πέρας γέγονεν ἄπερος, καὶ κατὰ πλεονασμὸν τοῦ ι ἄπειρος, οἱονεὶ ὁ μὴ ἔχων πέρας. 9Ἀνδρειφόντησ9: Σημαίνει δὲ τὸν φονεύοντα τοὺς ἄνδρας· διὰ τῆς ει διφθόγγου· γέγονεν δὲ ἀπὸ τοῦ ἀνδρεφόντης κατὰ πλεονασμὸν τοῦ ι ἀνδρειφόντης. 9Ἀλεξάνδρεια: Ἀντιόχεια9: ∆ιὰ τῆς ει διφθόγγου· τὰ γὰρ διὰ τοῦ εια προπαροξύτονα ἀποστρέφονται τὴν διὰ τοῦ ι γραφήν· οἷον, ἀναίδεια· ἀλήθεια· εὔκλεια· εὐγένεια· ἐπιφάνεια· ἄδεια· ἀπέχθεια· ἀπώλεια· ἄνθεια· θάλεια· ἀδράλεια, ἀσφά λεια· χωρὶς τῶν διὰ τοῦ τρια· οἷον, ἐλέτρια· λεκάστρια· ση μαίνει δὲ τὴν πόρνην· ταῦτα γὰρ διὰ τοῦ ι γράφεται. 9Αἰλία9: Τὸ αι δίφθογγον· τὸ λι ι· κατὰ τὴν παράδοσιν· τὸ δὲ Ἀλεξάνδρεια καὶ Ἀντιόχεια, ἐκ τοῦ Ἀλεξανδρεὺς καὶ Ἀντοχεὺς, διὰ τῆς ει διφθόγγου γράφεται· ταῦτα μὲν ἐπὶ πόλεως· ἐπὶ δὲ χώρας διὰ τοῦ ι γράφεται καὶ παροξύνονται· οἷον, Συρία· Λευκία· Σικελία· καὶ τὰ ὅμοια. 9Ἀναιδήσ9: Τὸ ναι δίφθογγον· καὶ ἀναίδεια, διὰ διφθόγγου τὸ δει. 9Ἀκρίβεια: Ἀπέχθεια9: ∆ιὰ τῆς ει διφθόγγου· ὁμοίως τοῦ ἀναίδεια καὶ ἐντρέχεια· σημαίνει τὸ μετὰ δρόμου καὶ θερ μῶς ἐπιπηδᾶν τοῖς πράγμασιν. 9Ἀτρέκεια9: Σημαίνει τὴν ἀλήθειαν, παρὰ τὸ ἀτρεκής. 9Ἀκρατία9 καὶ 9Ἀκρασία9: ι ἡ παράδοσις. 9Ἀπόλεια9: Τὰ παρὰ τὸ ὀλῶ ῥῆμα διὰ τῆς ει διφθόγ γου γράφεται, καὶ ἐκτείνει τὸ ο εἰς τὸ ω· ἀπώλεια· ἐξώλεια. 9Ἀνώγειοσ9: Πάντα τὰ παρὰ τὸ γέα διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, βαθύγειος· ἔγγειος· μεσόγειος· κατώγειος· ὑπέρ γειος· οὕτως οὖν καὶ ἀνώγειος διὰ διφθόγγου. 179 9Ἄγγελοσ9: Βʹ γγ παρὰ τὸ ἄγω ἐγένετο ἄγελος, καὶ κατὰ πλεονασμὸν τοῦ γ ἄγγελος, ὁ τὰς ἀγγελίας ἄγων. 9Ἀμέλεια9: ∆ίφθογγον, παρὰ τὸ ἀμελής. 9Ἀμαθία9: ι ἡ παράδοσις, καὶ βραχύ. 9Ἄδεια9: ∆ιὰ τῆς ει διφθόγγου· ἔστιν γὰρ δέος ὁ φόβος, ἐκ τούτου γίνεται ἀδεὴς ὁ ἄφοβος, καὶ ἐκεῖθεν ἀδεεῖα, καὶ κατὰ συγκοπὴν ἄδεια. 9Ἀδράνεια9: Παρὰ τὸ ἀδρανής. 9Ἀλήθεια9: Τὸ λη η· τὸ θεῖ δίφθογγον· γέγονεν οὕτως· ἔστιν ὄνομα λήθη, ὃ σημαίνει τὴν πλάνην, καὶ διὰ τοῦ α τοῦ στε ρητικοῦ προελθόντος γέγονεν ἀληθὴς, ὁ μηδένα πλανῶν· τὸ δὲ θει ἐκ τοῦ ἀληθεύω ῥήματος γέγονε· καὶ ἄλλως· ἔστιν κανὼν ὁ λέ γων, ὅτι τὰ εἰς ης ἀρσενικὰ, εἰς α θηλυκὸν μεταγόμενα, διὰ τῆς ει διφθόγγου γράφεται· καὶ μάλιστα ὀξύτονα ὄντα· οἷον, ἀληθὴς, ἀλήθεια· πλὴν τοῦ ἀμαθία· ι γὰρ κατὰ τὴν παρά δοσιν. 9Ἄλεισον9: ∆ιὰ διφθόγγου γράφεται· σημαίνει τὸ ποτή ριον· γέγονεν παρὰ τὸ λειον ἄλειον, καὶ ἐπενθέσει τοῦ σ ἄλει σον· τοῦ αὐτοῦ ἐπιτατικοῦ ὄντος καὶ στερητικοῦ. 9Αἰπεῖα9: ∆ίφθογγον· καὶ πάντα τὰ παρασχηματισμένα τὴν εἰς υς· ταχὺς, ταχεῖα· βραδὺς, βραδεῖα. 9Αἰπεινόσ9: ∆ιὰ τῆς ει διφθόγγου· σημαίνει τὸν ὑψηλὸν τό πον· τὰ γὰρ εἰς νος ὀξύτονα παρώνυμα, μὴ ἐπὶ καιροῦ λαμβα νόμενα, ἀποστρέφονται τὴν διὰ τοῦ ι μόνου γραφήν· οἷον, ὄρος, ὀρεινός· φάος, φαεινός· πόθος, ποθεινός· φῶς, φωτὸς, φωτεινός· καὶ τὸ κτητικὸν ὄνομα ὁμοίως φωτεινὸς διὰ διφθόγγου· ἔλεος, ἐλεεινός· βορέας, βορεινός· σκότος, σκοτεινός· καὶ αἰπὸς, αἰ πεινός. 9Αἶσχοσ9: ∆ιὰ τῆς αι διφθόγγου· παρὰ γὰρ τὸ α στερητι κὸν καὶ τὸ ἴσχω, οἱονεὶ ἄϊσχος, καὶ αἶσχος· τὸ γὰρ αἶσχος ἐστέρηται τοῦ παύεσθαι. 9Αὐρινόσ9: ∆ιὰ τοῦ ι· ἐπὶ καιροῦ γάρ ἐστιν. 9Ἀληθινόσ9: Τὸ λη η· τὸ θι ι· οὐκ ἔστιν γὰρ παρώνυμον, ἀλλ' ἀπὸ τοῦ ἀληθὲς ἐπίῤῥημα γέγονε, ἢ ἀπὸ τοῦ ἀληθής· τὰ 180 γὰρ εἰς νος ἀπὸ ἐπιῤῥημάτων γινόμενα διὰ τοῦ ι γράφεται· οἷον, ἀληθὲς, ἀληθινός· καὶ ἄλλως· τὰ εἰς νος ὀξύτονα, μὴ ὄντα παρώνυμα, διὰ τοῦ ι βραχεὸς γράφεται· οἷον, ἀληθινός· ἐαρι νός· ταχινός· ἀδινός· πυκινός· ῥαδινός· φυζακινός· ἦν