ὑπάρχω. καὶ Ἐῶ, τὸ καταλιμπάνω. καὶ τῶν κατὰ αὔξησιν, ἐωνημένος. ἐῴκειν. ἐώργειν. περὶ ὧν αὐτίκα ἐροῦμεν.
{1Καθολικοὶ κανόνες περὶ πνεύματος τοῦ Ε.}1 Τὸ Ε πλεονάζον ἐν μὲν λέξεσι ψιλουμέναις ἀπὸ φωνήεντος ἀρχομέναις μεταλαμβάνει τοῦ ψιλοῦ πνεύματος, 199 ἐν δὲ δασυνομέναις τοῦ δασέος. καὶ τοῦ μὲν προτέρου πα ράδειγμα τὸ ὠνημένος, Ἐωνημένος, ὁ ἀγορασάμενος. ᾠνο χόει, Ἐῳνοχόει. ᾦξεν, Ἔῳξεν, ἀντὶ τοῦ ἀνέῳξεν. ἦν, Ἔην,ἀντὶ τοῦ ὑπῆρχεν. εἴκοσιν, Ἐείκοσι. τοῦ δὲ δευτέρου τὸ ὥρων, ἑώρων. ὥρακα, ἑώρακα. ἥνδανεν, ἑήνδανεν. εἷς, ἕεις. Τὸ Ε δασυνόμενον, ἐὰν προσλάβῃ τὸ Υ, ψιλοῦται. οἷον ἕκηλος, ὁ ἥσυχος, Εὔκηλος. ἕωλον, τὸ χθεσινὸν, Εὔωλον. τὸ δὲ Εὔαδεν, ἀντὶ τοῦ ἤρεσε, ψιλοῦται. διότι καὶ ἔαδεν. ἥμαρτον γὰρ οἱ δασύνοντες αὐτό. Τὸ Ε κατὰ τοὺς παρῳχημένους προερχόμενον καὶ ἀποπίπτον ψιλοῦται· καὶ προέρχεται μὲν ἐν τοῖς ἐνεργητι κοῖς καὶ παθητικοῖς τῶν ὁριστικῶν ῥημάτων, οἷον τύπτω ἔτυπτον. λέγω ἔλεγον. τύπτομαι ἐτυπτόμην. ἀποπίπτει δὲ ἐπὶ τῶν ἄλλων ἐγκλίσεων. Τὸ Ε ἐν ταῖς ἀντωνυμίαις πρὸ συμφώνου ψιλοῦται. ἐγὼ, ἐμοῦ, ἐμοὶ, ἐμὲ, ἐμὸς, ἐμαυτόν. ἐκεῖνος. καὶ τὰ ὅμοια. τὸ δὲ ἑαυτὸν, καὶ τὰ τοιαῦτα, πρὸ συμφώνου μὴ ὄντα, δασύνεται. Τὸ Ε ἐν τοῖς ἀριθμοῖς δασύνεται. ἕν. ἕνδεκα. ἕξ. ἑξήκοντα. ἑξακόσια. ἑπτά. ἑβδομήκοντα. ἑπτακόσια. ἑκτόν. πλὴν τοῦ ἐννέα. ἐννενήκοντα. καὶ εἴκοσιν. Τὸ Ε ἐν ταῖς προθέσεσι ψιλοῦται. ἐπί, ἐξ. ἐκ. ἐν. εἰς. ἐς. ὡς καὶ πᾶν φωνῆεν ἐν αὐταῖς ἄνευ τοῦ υ. Σημειωτέον ὅτι τὸ Ε πρὸ τριῶν φωνηέντων, τοῦ Ε Η Ι, ψιλοῦται ἀεί. πλὴν τοῦ Ἑέλδωρ, τὸ ἐπιθύμημα. καὶ πρὸ τῶν τριῶν δασέων, τοῦ Θ Φ Χ, ψιλοῦται ἀεί. πλὴν τοῦ ἑφθός. καὶ πρὸ τοῦ 20διπλοῦ20 Ψ καὶ πρὸ τοῦ Γ.
ΑΡΧΗ ΤΟΥ Η.
1 Τὸ Η πρὸ τοῦ Α ἀπὸ κλίσεως ἤτοι αὐξήσεως εὑρί σκεται, καὶ ψιλοῦται. οἷον
Ἠάκει, ἀντὶ τοῦ ἐθρήνησε. καὶ Ἠάριζον, ἀντὶ τοῦ, περὶ ἔαρος ἔλεγον. καὶ τὰ ὅμοια. Τὸ Η πρὸ τοῦ Β δασύνεται. οἷον Ἥβη, ἡ ἡλικία. καὶ τὰ ἐξ αὐτοῦ, Ἡβῶ. ἡβάσκω. Ἡβηδὸν, ἀντὶ τοῦ σὺν πάσῃ ἡλικίᾳ. πλὴν τοῦ Ἠβαιὸν, τὸ ὀλίγον, καὶ μικρόν. καὶ ἠβολεῖν †. καὶ τῶν μὴ παρὰ τὴν ἥβην γινομένων. τὸ μέντοι ἡβρύνετο, ὡς ἀπὸ τοῦ ἁβρὸς γινόμενον, δασύ νεται. 200 Τὸ Η πρὸ τοῦ Γ δασύνεται ἀεί. οἷον ἡγεμών. ἡγε μονία. ἡγοῦμαι. ἡγούμενος. ἡγήτωρ. ἡγήσιππος. ἡγεσίλαος. καὶ τὰ λοιπά. πλὴν εἰ μὴ ἀπὸ κλίσεως εἴη. οἷον Ἠγμένος, ὁ ἀγόμενος. ἠγορόωντο. ἠγροικίσθην. ἤγαμεν. ἠγαπᾶτο. τὸ μέντοι ἡγνικότες ἐκ τοῦ ἁγνίζω γέγονε. τοῦτο δὲ ἐκ τοῦ ἁγνός· τὸ δὲ ἁγνὸς ἐκ τοῦ ἅζω ῥήματος τὴν δασεῖαν ἐφύ λαξε. καὶ πλὴν εἰ μὴ κατὰ τροπήν ἐστι τοῦ Α εἰς Η, οἷον Ἠγάθεος, ὁ ἄγαν θεῖος. Τὸ Η πρὸ τοῦ ∆ δασύνεται. ἡδὺς, ἡδίων, ἥδιστος. ἥδιον. ἡδονή. ἡδύνω. καὶ ἥδω. πλὴν τοῦ Ἠδωνοὶ, οἱ Μακε δόνες. Ἤδη, ἀντὶ ἀπάρτι. Ἦδος, τὸ ὄφελος. ὅπερ ἐστὶν ἄκλιτον. καὶ Ἤδει, ἀντὶ τοῦ ἠπίστατο. καὶ τῶν ἀπὸ κλί σεως ἐχόντων τὸ Η. ἠδούμην. Ἦδεν, ἀντὶ τοῦ ἔλεγεν. ἠδυνάμην. τὸ μέντοι ἡδρασμένος καὶ ἡδραιωμένος, ἀπὸ κλί σεως ἔχοντα τὸ Η, δασύνεται. ἀπὸ γὰρ τοῦ ἑδραιῶ καὶ ἑδράζω γεγόνασι. Τὸ Η πρὸ τοῦ Ε ψιλοῦται. Ἠετίων, κύριον. Ἠέ-λιος, ὁ ἥλιος. ἠερίβοια. Ἠεροφοῖτις ἐριννὺς, ἡ ἐν τῷ ἀέρι φοιτῶσα. Τὸ Η πρὸ τοῦ Ζ ψιλοῦται. οἷον Ἤζανοι, ἔθνος. εἰ δὲ εὕρηται ἀπὸ κλίσεως, ἔχει τὸ πνεῦμα τοῦ θέματος. ὡς τὸ ἅζομαι ἡζόμην. Τὸ Η πρὸ τοῦ Θ ψιλοῦται. οἷον ἦθος. Ἠθμὸς, τὸ σακελιστήριον, ἐκ τοῦ Ἠθῶ, τὸ διϋλίζω. καὶ τὰ λοιπά. Τὸ Η πρὸ τοῦ Ι ψιλοῦται. οἷον Ἤϊος, ἐπίθετον Ἀπόλλωνος, σημαίνει δὲ τὸν τοξότην. Ἠΐθεος, ὁ ἄγαμος, ἢ ὁ ἡμίθεος. Ἤϊα, τὰ βρώματα. Ἠϊὼν, ὁ αἰγιαλός. καὶ τὰ λοιπά. Τὸ Η πρὸ τοῦ Κ δασύνεται. Ἥκω, τὸ ἔρχομαι, καὶ τὰ ἐξ αὐτοῦ. Ἥκιστα, ἀντὶ τοῦ οὐδαμῶς. καὶ τὰ λοιπά. πλὴν τοῦ Ἦκα, ἀντὶ τοῦ ἡσύχως. ἠκέστης. Ἠκέσατο, ἀντὶ τοῦ ἐθεράπευσεν. Ἤκαλον, ἀντὶ τοῦ