ἀσθενὴς καὶ ἐγγὺς τοῦ θανά του, τὴν δὲ βασιλείαν καὶ τὰ αὐτῆς δέδωκα πρὸς σὲ καὶ ποίησον, ὡς θέλεις.
Κομνηνοῦ. 14.4 Καὶ τῷ λ-ῳ ἔτει μηνὶ Σεπτεβρίῳ εὐλογήθη αὐτὴν ὁ βασιλεὺς κὺρ Ἰωάννης.
κ-ῃ ἀπέ θανε καὶ ἐτάφη ἐν τῇ τῶν ἁγίων ἀποστόλων μονῇ Ἰάσωνος καὶ Σωσι πάτρου.
ἀποθανὼν εὐφραι νόμενος ἐν οὐρανοῖς, ἡμᾶς δὲ καταλέλοιπε καὶ τὴν ἐκείνου λυπομένους στέρησιν.
Κομνηνοῦ. 14.4 Καὶ τῷ λ-ῳ ἔτει μηνὶ Σεπτεβρίῳ εὐλογήθη αὐτὴν ὁ βασιλεὺς κὺρ Ἰωάννης.
15.1 Καὶ τῷ αὐτῷ ἔτει μηνὶ Νοεμβρίῳ ἐξῆλθεν αὐτὸς δὴ ὁ βα σιλεὺς ἀπὸ τῆς Πόλεως καὶ ἀπῆλθεν εἰς τὸν Μορέαν τῇ κ-ῃ ∆εκεμβρίου μετὰ καὶ τοῦ ἀδελφοῦ αὐτοῦ τοῦ δεσπότου κυροῦ Κωνσταντίνου, διὰ τὸ βούλεσθαι γενέσθαι τὸν ἀδελφὸν αὐτῶν τὸν δεσπότην κὺρ Θεόδωρον καλόγερον, καὶ ὁ κὺρ Κωνσταντῖνος ἐναπομείνῃ αὐθέντης τοῦ Μορέως, εἰ καὶ μετεμελήθη καὶ οὐκ ἐγένετο. 15.2 Μεθ' ὧν καὶ ἐγὼ ἀρχῇ εἰς τὸν Μορέαν ἦλθον, εἰς τὴν τοῦ βα σιλέως μὲν δουλοσύνην ὑπάρχων, εἰς δὲ τὴν τοῦ δεσπότου κυροῦ Κων σταντίνου ἀποβλέπων ἐξ αἰτίας τοιαύτης· τοῦ γὰρ ἀοιδίμου καὶ μακαρί του πατρὸς αὐτῶν ἐγγίζοντος πρὸς τὸ ἀποθανεῖν, ὥρισέ μοι καὶ ἔγραψα ἰδίως, οὐχὶ διαθήκην αὐτοῦ, οὐ γὰρ διατίθενται οἱ βασιλεῖς, ἀλλὰ προσ τάττουσιν, ὅτι νὰ ἔχῃ εἷς ἕκαστος τῶν υἱῶν αὐτοῦ ὁ μὲν τόδε, ὁ δὲ τόδε ἀπὸ τῶν ἰδίων αὐτοῦ ἀξιολόγων εἰδῶν· καὶ τὸ λοιπὸν τοῦ βίου αὐ τοῦ ἵνα μερισθῇ εἰς τέσσαρα μεριδικά· εἰς παραστάσιμα καὶ λειτουργίας ὑπὲρ αὐτοῦ κατεπέκεινα τῶν συνήθων, ὧν πολυτελῶς καὶ καλῶς ἐτελέσ θησαν παρὰ τῶν αὐτοῦ καὶ τῶν εἰσοδημάτων τῆς βασιλείας, εἰς τοὺς πτωχούς, εἰς τοὺς ἰατροὺς καὶ εἰς τοὺς αὐτοῦ κελλιώτας· ἐπίτροποι δὲ νὰ ὦσιν ὁ πνευματικὸς αὐτοῦ ὁ εἰς τῶν Ξανθοπούλων Μακάριος ὁ ἐξ Ἰουδαίων, ὁ διδάσκαλος Ἰωσὴφ ὁ εἰς τοῦ Χαρσιανίτου, καὶ ἐγώ. 15.3 Καὶ ἀναγνωσθείσης ταύτης δὴ τῆς προστάξεως παρ' ἐμοῦ ἔμπροσ θεν αὐτοῦ καὶ τῆς ἁγίας δεσποίνης καὶ τοῦ βασιλέως καὶ υἱοῦ αὐτῶν καὶ μόνων, τέλος ὥρισε πρὸς τὸν υἱὸν αὑτοῦ· Ὑιέ μου, ἤκουσας τὸ σᾶς προστάττω διὰ τοὺς ἰδίους μου, ὁποῦ με λατρεύουσιν· ἔγραφε γὰρ οἱ δὲ κελλιῶταί μου, οἴτινες ἐδούλευσαν μοι καλῶς καὶ εὐνοικῶς διάκεινται καὶ δουλικῶς, ὡς ἔνι εἰκῶς, εἰς ἐμέ, ἂς ἔχωσι παρὰ πάντων ὑμῶν τῶν υἱῶν μου ἀγάπην τε καὶ ἀναδοχὴν καὶ προμήθειαν κατὰ τὸ ἀναλογοῦν ἑνὶ ἑκάστῳ. 15.4 Ἰδίως δὲ πάλιν λέγω σοι διὰ τοῦτον δὴ τὸν Σφραντζῆν, ὅτι ἐ 15.4 δούλευσέ μοι καλῶς καὶ ἐθεράπευσέ μοι εἰς τὰ τῆς ψυχῆς μου καὶ τοῦ σώματος· καὶ νῦν εἰς τὰ τῆς ἀσθενείας μου πλέον τῶν ἄλλων μοι θερα πεύει· θαῤῥῶ, ὅτι καὶ τὰ ὑπὲρ τῆς ψυχῆς μου μετὰ θάνατον καλῶς τὰ θέλει ἐξοικονομήσει. Ἡ νεότης οὖν αὐτοῦ καὶ τὸ γῆρας τὸ ἐμὸν οὐδὲν ἀφῆκαν, ἵνα τι γένηται πρὸς αὐτὸν ἀντάξιον τῆς ἀγάπης καὶ δουλοσύ νης αὐτοῦ. Ἀφίημι δὲ αὐτὸν εἰς σὲ καὶ νὰ ἔχῃς τὴν εὐχήν μου, τὸ ἐτύ χενεν ἵνα γένηται παρ' ἐμοῦ καὶ οὐδὲν ἐγένετο, δι' ἃς αἰτίας εἶπον, ἄς γένηται παρὰ σοῦ. 15.5 Ἐπεὶ δὲ μετὰ τοῦ δεσπότου κυροῦ Κωνσταντίνου εἶχον ἀγάπην καὶ πληροφορίαν, ἣν ὁ θεὸς ἀπεδέχετο, ὅτι ὁ τοῦ πατρός μου ἀδελφὸς ἦν αὐτοῦ τατᾶς καὶ οἱ υἱοὶ αὐτοῦ συνανάτροφοι καὶ φίλοι καὶ δοῦλοι αὐτοῦ καὶ ἐγὼ μετ' αὐτῶν· εἶτα ἔφερεν ὁ καιρὸς καὶ οἰκείωσιν ἐμοῦ εἰς τὸν μακαρίτην καὶ ἀοίδιμον πατέρα αὐτοῦ καὶ τὰ ἔχρηζεν ἀπ' ἐκεῖνον, πολλὰ καὶ ἀναγκαῖα, εὕρισκεν αὐτὰ δι' ἐμοῦ, ἠγάπα καὶ τὸ νά με εἶχε καὶ ἰδίως εἰς τὴν δουλοσύνην του. 15.6 Καὶ συνηθείας καὶ τάξεως οὔσης εἰς τὰ τῶν βασιλέων ὁσπήτια, ὅτι τοῦ πατρὸς οἱ κελλιῶται νὰ χωρῶσι καὶ εἰς τὰ κελλία τῶν υἱῶν αὐ τοῦ, οὐχὶ δὲ τῶν υἱῶν εἰς τὸ τοῦ πατρός, τοῦτο δὲ ἕως ἂν ἐν τοῖς ζῶσιν ὁ πατὴρ εὑρίσκεται, οὐχὶ δὲ καὶ μετὰ θάνατον, ὡς ἀπέθανεν ὁ μακαρίτης καὶ ἀοίδιμος πατὴρ αὐτοῦ, μετὰ τὸ ἐκείνου πρῶτον μνημόσυ νον ἐπιστρέψαντες πάντες ἡμεῖς οἱ ἐκείνου κελλιῶται εἰς τὸ παλάτιν, ἔθος γὰρ ἔνι καὶ τοῦτο, ὅτι οἱ κελλιῶται αὐτοῦ δὴ τοῦ βασιλέως νὰ καταμένωσι περὶ τὸν τάφον αὐτοῦ μέχρι καὶ τοῦ πρώτου μνημοσύνου, ἀπῆλθον καὶ εἰς τὸ ὁσπήτιον, ὅπερ κατέμεινεν ὁ ῥηθεὶς δεσπότης κὺρ Κωνσταντῖνος καὶ ἐκάθισα ἔξω ὡς οἱ πολλοί. 15.7 Μαθὼν δὲ τοῦτο ἔστειλε τὸν θῖόν μου καὶ ὥρισέ μοι, ὅτι σὺ μὲν ἐτήρησας τὴν τάξιν καὶ οὐδὲν ἦλθες εἰς τὸ κελλίον μου ἐξ ὀρθοῦ, ὡς ἐποίεις ζῶντος τοῦ αὐθεντός μου τοῦ βασιλέως τοῦ πατρός μου· ἀμὴ πάλιν ἡμεῖς διὰ τὸ χρέος τῆς εἰς ἐκεῖνον ἀγάπης σου καὶ δουλοσύνης καὶ τῆς εἰς ἡμᾶς εὐεργετοῦμέν σοι καὶ οὕτως, ὡσὰν ᾗ εἰς τὴν δουλο