6
2.68t Μία λόχμη δύο ἐριθάκους οὐ τρέφει: ἐπὶ τῶν ἐκ μικροῦ κερδαίνειν σπουδαζόντων. ἐρίθακος δέ ἐστιν ὄρ νεον μονῆρες καὶ μονότροπον. 2.69 Μέλιτος μυελός: ἐπὶ τοῦ ἄγαν ἡδέος. 2.70 Μὴ παιδὶ μάχαιραν: μὴ τοῖς ἀπείροις ἐγχειρίζειν πράγματα, ἵνα μὴ καθ' ἑαυτῶν χρήσωνται. 2.71 Μία χελιδὼν ἔαρ οὐ ποιεῖ, οὐδὲ μία μέλισσα μέλι. 2.72 Μασχάλην αἴρειν: ἐπὶ τῶν πολλάκις πινόντων. 2.73 Μὴ μελαμπύγου τύχῃς: μή τινος ἀνδρείου καὶ ἰσχυροῦ. 2.74 Μὴ πῦρ ἐπὶ πῦρ. 2.75 Μὴ κινεῖν κακὸν εὖ κείμενον. 2.76 Μᾶλλον αὐτὸν λέληθεν ἢ οἱ τῆς θαλάσσης λεγόμενοι χόες: ἐπὶ τοῦ πολυμαθοῦς καὶ ἐμπείρου. 2.77 Μυσῶν ἔσχατος: ἐπὶ τῶν εὐτελεστάτων. 2.78 Μὴ κινεῖν κακὸν εὖ κείμενον: ἐπὶ τῶν ἑαυτοῖς ἐξ ἀγνοίας πράγματα ἐγειρόντων. ταύτης μέμνηται καὶ Ὑπερίδης ὁ ῥήτωρ ἐν τῷ πρὸς Ἀριστογείτονα· «καὶ οὐδὲ ἐκ τῆς παροιμίας δύνασαι μανθάνειν τὸ μὴ κινεῖν κακὸν εὖ κείμενον.» μετῆκται δὲ ἐκ τοῦ ἐν Ῥόδῳ κολοσσοῦ, ὃς πεσὼν πολλὰς οἰκίας κατέσεισε. βασι λέως δὲ βουλομένου αὐτὸν ἀναστῆσαι φοβούμενοι οἱ Ῥόδιοι μὴ πάλιν καταπέσῃ, τὸ προκείμενον ἐπεφθέγξαντο. 2.79 Μηδὲν ἄγαν: ἑνὸς τῶν ἑπτὰ σοφῶν τὸ ἀπόφθεγμα, ὅμοιον τῷ· μηδὲν ὑπὲρ τὸ μέτρον. Ν. 2.80t Νῷ πείθου: ὁμοία τῇ· θεῷ ἕπου. 2.81 Νέμεσις δέ γε παρὰ πόδας βαίνει: παρόσον μέτ εισι ταχέως ἡ δαίμων τοὺς ἡμαρτηκότας. 2.82τ Ο. Οἴκοι τὰ Μιλήσια· μὴ γὰρ ἐνθάδε: ἐπὶ τῶν ὅπου μὴ προσήκει ἐπιδεικνυμένων τὰ ἀηδῆ ἐπιτηδεύματα καὶ διαβεβλημένα. Μιλήσιος γὰρ παρὰ Λακεδαιμονίοις δημη γορῶν καὶ τὴν οἴκοι τρυφὴν ἐπαινῶν ἤκουσε ταῦτα. 2.83 Οἶνος, ὦ παῖδες, ἀλήθεια. 2.84 Οὔθ' ὕεται οὔθ' ἡλιοῦται: ἐπὶ τῶν ἔξω πάσης φροντίδος ἑστώτων. 2.85 Οὐκ ἐπαινεθείης οὐδὲ παρὰ δεῖπνα: ἐπὶ τῶν μηδενὸς ἀξίων· εἰώθασι γὰρ ἐν τοῖς δείπνοις τὸν τελευτή σαντα ἐπαινεῖν, εἰ καὶ φαῦλος ἦν. 2.86 Οὐ μὴ χαμαὶ πέσῃ: ἐπὶ τῶν διακενῆς οὐδὲν λεγόν των, ἀλλ' ἐπιτυγχανόντων. ἥδε τοῦ Πλάτωνος. 2.87 Ὁ κνὶψ ἐν χώρᾳ: ἐπὶ τῶν ταχέως μεταπιπτόντων. κνὶψ γὰρ θηρίον ξυλοφάγον. 2.88 Οἴκοι γενοίμην: ἐπὶ τῶν ἐκφυγεῖν τὰ δεινὰ εὐχομένων. 2.89 Οὐδ' ἴσασιν ὅσῳ πλέον ἥμισυ παντός: οἱ τῶν πλειόνων ἐπιθυμοῦντες καὶ ἃ ἔχουσιν ἀποβάλλουσι. 2.90 Ὁ μῦθος ἀπώλετο: ἐπὶ τῶν τὴν διήγησιν καὶ μὴ ἐπὶ πέρας ἀγόντων. 2.91 Ὁ μῦθος ἀπώλετο: τούτῳ τῷ λόγῳ χρῶνται οἱ λέ γοντές τι πρὸς τοὺς μὴ προσέχοντας. 2.92 Ὁ τὸν ποταμὸν καθηγούμενος αὐτὸ δείξει: ἐπὶ τῶν ἐκ τῆς πείρας γιγνωσκομένων. κατιόντων γάρ τι νων εἰς ποταμὸν πρὸς τὸ διαπερᾶσαι, ἤρετό τις τὸν προ ηγούμενον, εἰ βάθος ἔχει τὸ ὕδωρ; ὁ δὲ ἔφη· αὐτὸ δείξει. 2.93 Ὀστράκου περιστροφή: ἐπὶ τῶν διὰ τάχους εἰς φυγὴν ὁρμώντων, ἢ ἐπὶ τῶν εὐμεταβόλων. 2.94 Οὐ πόλεμον ἀγγέλλεις: ἐπὶ τῶν ἀγαθὰ ἀγγελ λόντων. Π. 2.95t Πολλὰ μεταξὺ κύλικος καὶ χείλεος: ἐπὶ τῶν εἰς χρόνον μακρὸν γενήσεσθαι μελλόντων. 2.96 Πολλοί σε μισήσουσιν, ἂν σαυτὸν φιλῇς: τοῦτό φασι Νύμφας πρὸς Νάρκισσον εἰπεῖν, ἀποβλέποντα εἰς πηγὴν καὶ τὴν οἰκείαν ποθοῦντα μορφήν. 2.97 Πρὸ τῆς νίκης ἐγκώμιον ᾄδεις: ἐπὶ τῶν προλαμβανόντων τὰ πράγματα. 2.98 Παθὼν δέ τε νήπιος ἔγνω. 2.99 Πολλῶν ἐγὼ θηρίων ἀκήκοα ψόφους. 2.100 Πενίη σοφίην ἔλαχεν: ἐπειδὴ οἱ πένητες πολλὰς τέχνας ἐπιτηδεύουσι. 3.1 Πάνθ' ὑπὸ μίας Μύκονος: ἐπὶ τῶν μίᾳ δίκῃ καταδικασθέντων. 3.2 Πονηρὰ κατὰ τρυγόνα ψάλλεις: ἐπὶ τῶν ἐπιπόνως ζώντων. 3.3 Πολύποδος ὁμοιότης: πρὸς τοὺς ἐξομοιοῦντας ἑαυτούς. 3.4 Πάντα κάλων ἐφέντες· ἢ σείσαντες: ἐπὶ τῶν πάσῃ προθυμίᾳ χρωμένων. παρῆκται δὲ ἀπὸ τῶν τὰ σχοινία ἢ τὰ ἄρμενα χαλώντων ναυτῶν.