6
περιυβριζόμενος καὶ τῶν ἀγοραίων καὶ τοῦ δήμου νομιζόμενος εἷς, ἢ τεθνάναι παντὸς ἔξω καὶ δικαίου καὶ λόγου. εἰ δὲ δυνηθείη τρόπῳ δή τινι τὸν κίνδυνον ἐκφυγεῖν, τότ' ἤδη τραγικοῦ τινος δεησόμεθα ποιητοῦ τὰς συμβησομένας παρ' ἀλλήλων Ῥωμαίοις ἐκτραγῳδήσοντος συμφοράς. τίς γὰρ οὐκ ἐννοεῖ, κἂν ἀψύχων ἀναισθητότερος ᾖ, ὡς διαστάντων τῶν βασιλέων, ἀνάγκη συνδιαστῆναι καὶ τὴν ἀρχὴν, καὶ μάχας συῤῥαγῆναι παρ' ἀμφοτέρων μερῶν, καὶ ὥσπερ ἐν νυκτομαχίᾳ συμπεσόντας ἀλλήλοις συγγενικῶν αἱμά 1.22 των ἐμπλησθῆναι καὶ φιλικῶν; καὶ ἐῶ λεηλασίας καὶ πραγμάτων φθορὰς, ἐν αἷς διαφθεροῦμεν τὴν οἰκείαν ὡς πολεμίαν. τί οὖν ἄν τις βουλεύσαιτο πρὸς τοσαύτην ἀνακύπτουσαν βλάστην κακῶν; τὸ μὲν γὰρ τὸν νέον βασιλέα περιϊδεῖν οὕτως ἐξ οὐδεμιᾶς αἰτίας προπηλακισθέντα καὶ τὴν βασιλείαν ἀφαιρεθέντα, ἴσως δὲ καὶ περὶ τὸ ζῆν κινδυνεύσοντα, οὐδὲν ἔμοιγε ἧττον θανάτου· τὸ δ' αὖ πάλιν πρὸ τοῦ προσήκοντος χρόνου πρὸς πόλεμον ἑτοίμους ὀφθῆναι, ὡς δοκεῖν καὶ τοῖς ἔξωθεν αὐτοὺς ἡμᾶς ἐξεπίτηδες τὸν βασιλέα παρορμᾷν πρὸς ἀποστασίαν τοῦ πάππου καὶ βασιλέως, ἀβουλίας εἶναί μοι δοκεῖ τῆς ἐσχάτης. ἐγὼ γὰρ τοσούτου δέω πρὸς ἀποστασίαν τοῦ βασιλέως τὸν ἔγγονον αὐτοῦ καὶ βασιλέα παρακινεῖν, ὥστε, καίτοι τοῦτον πάνυ φιλῶν καὶ, ὡς ὁρᾷς, ἕτοιμος ὢν καὶ τὴν ψυχὴν αὐτὴν ὑπὲρ αὐτοῦ προέσθαι, εὖ ἴσθι σαφῶς, οὐκ ἂν αὐτῷ συνέπραξα πρὸς οὐδὲν, εἴγε τῆς ἀρχῆς αὐτὸν ἑώρων προθυμούμενον ἀποστερῆσαι τὸν βασιλέα χρησάμενον πλεονεξίᾳ καὶ ἁρπαγῇ. ἦν γὰρ ἂν ἐκεῖνος μὲν οὐδὲν διαφέρων Ἀβεσσαλὼμ, Ἀχιτόφελ δ' ἐγώ. τοιγαροῦν ἐπειδήπερ εἰς τοιαύτην συνηλάθημεν ἀνάγκην πραγμάτων, δεῖν εἶναι νομίζω τὸ μέσον ἑλομένους, ἑκατέρων ἀποσχέσθαι τῶν ἄκρων, καὶ μήτ' ἀμελῶς πάνυ καὶ ῥᾳθύμως διάγειν, ὡς μηδενὸς προσδοκωμένου δεινοῦ, μήτ' αὖ πάλιν ἀπερισκέπτως οὕτω καὶ θρασέως τὰ δοκοῦντα συμφέροντα πράττειν. τοῦτο δὲ γένοιτ' ἂν, εἴγε τὴν μὲν προσ 1.23 δοκωμένην φλόγα τῶν πειρασμῶν σβεννύομεν, ὅση δύναμις, συνέσει χρώμενοι καὶ εὐβουλίᾳ· τὸν νέον δὲ βασιλέα καταστήσομεν ἐν ἀσφαλείᾳ, ὡς μηδένα κίνδυνον ὑφορᾶσθαι, ἂν τῆς θαλάσσης ἐκταραχθείσης τὸ κλυδώνιον ὑπερζέσῃ. εἰ μὲν οὖν τὰς ἡμετέρας τε καὶ πάντων Ῥωμαίων ἁμαρτίας ὑπεριδὼν ὁ θεὸς ἄνωθεν κατασβέσει τὴν προσδοκωμένην φλόγα τῶν πειρασμῶν, τὴν καρδίαν τοῦ βασιλέως εὐθεῖαν ἀπεργασάμενος πρὸς βασιλέα τὸν νέον, συχνὰς αὐτῷ προσήκει χάριτας ὁμολογεῖν ῥυσαμένῳ τῶν συμφορῶν· εἰ δ' αὖ, ὃ μὴ γένοιτο, ἵνα πολλῶν κακῶν πεῖραν Ῥωμαῖοι λάβωσιν, ἡ ψυχὴ σκληρυνθεῖσα τοῦ βασιλέως ἀνήκεστόν τι βουλεύσεται περὶ τοῦ ἐγγόνου, τότ' ἤδη τῇ προκατασκευασθείσῃ ἀσφαλείᾳ τὸν νέον θέμενοι βασιλέα, οὕτω χωρήσομεν πρὸς τὸ πράττειν, τὸν θεὸν προστησάμενοι μάρτυρα τῆς ἀδικίας καὶ τῶν πραττομένων ἐξεταστήν.» δʹ. Οὕτω τοῦ μεγάλου δομεστίκου διαλεχθέντος, πάντα μὲν ἔφησεν ὁ Συργιάννης πρὸς γνώμης αὑτῷ εἰρῆσθαι καὶ πᾶσιν ὡς καλῶς ἔχουσι συμφωνεῖν, πλὴν ὀλίγου τινὸς ἐνδεῖν ἔτι τοῖς λόγοις ἐλθεῖν πρὸς πέρας· δεῖν γὰρ ἐξευρεῖν, ὅπως ποτὲ καὶ ἥτις ἔσται ἡ τοῦ βασιλέως ἀσφάλεια. κοινῇ δὲ συνδιασκεψαμένοις περὶ τούτου, ἔδοξεν ἀμφοτέροις αἵρεσιν προθεῖναι τῷ νέῳ βασιλεῖ τῶν δύο τουτωνὶ ἑτέρου, ἢ πρὸς τὴν Ἀδριανοῦ μεταβῆναι πόλιν, ἅτε μεγάλην οὖσαν καὶ πολυάνθρωπον καὶ στρατιὰν οὐκ εὐκαταφρόνητον ἔχουσαν ἱδρυμένην ἐν ἑαυτῇ, ἄλλως θ' ὅτι καὶ τοῦ βασιλέως Μιχαὴλ τοῦ πατρὸς αὐτῷ χρόνον ἐκεῖ διατρίψαντος μάλα συχνὸν, πολλοὶ προσεγένοντο αὐτῷ οἰκεῖοι 1.24 καὶ φίλοι καὶ βουλησόμενοι μάλα προθύμως ὑπὲρ τοῦ παιδὸς αὐτοῦ διακινδυνεύειν· ἢ, εἰ μὴ τοῦτο βούλοιτο, δεδιὼς ὡς, εἰ μὴ πρὸς συμβάσεις ὁ βασιλεὺς καὶ πάππος αὐτῷ, ἀλλὰ πρὸς πόλεμον μᾶλλον ὑπὲρ τὸ δέον χωρήσει παροξυνθεὶς, ῥᾳδίως σχήσων στρατιὰς συχνὰς ἐκπέμπειν πρὸς μάχην, οἷα δὴ πλησίον οὔσης τῆς Κωνσταντίνου, πρὸς τὸ τῆς Χριστοῦ πόλεως φρούριον ἀφικέσθαι, ἅμα μὲν ὡς ὂν καρτερὸν ἔκ τε τῆς φύσεως τῆς κατασκευῆς, τοῦτό που καὶ τῶν τειχῶν, ἅμα δ' ὅτι καὶ ὡσπερεί τι