6
καταστοχαζομένοις αὐτῶν, η ὡς αν ειποι τις ἀκριβούμενος τὸν λόγον, ἀβέλτερον καὶ τῇ κινήσει τῶν οὐρανίων απαντα δοξάζουσι συμπεριφέρεσθαι τὰ ἡμέτερα. τῇ πέμπτῃ δ' αυθις τῶν ἡμερῶν θεοῦ κελεύσαντος ἀνῆκε τὰ υδατα ἑρπετὰ ψυχῶν ζωσῶν καὶ πετεινά· ων τὰ μὲν ἐμφιλοχωροῦσι τοῖς υδασι καὶ τούτοις ἐννήχονται, τὰ πετεινὰ δὲ τὸν ἀέρα τέμνουσιν ερποντα ωσπερ διὰ τούτου μετάρσια. κατὰ δέ γε τὴν εκτην ψυχὴν ζῶσαν, τετράποδα καὶ ἑρπετὰ καὶ θηρία ἐξαγαγεῖν ἡ γῆ προσετέτακτο, καὶ κατὰ τὸ θεῖον ἐξῆκτο σύμπαντα πρόσταγμα. ψυχῆς δὲ ζώσης ἐξαγωγὴν ἡ γραφὴ περιέχει ποιήσασθαι κελευσθῆναι τὴν γῆν, ιν' ουτω τῆς τοῦ ἀνθρώπου ψυχῆς ἐμφήνῃ πρὸς αὐτὴν τὸ διάφορον. ἡ μὲν γὰρ τῶν αλλων ζῴων γῆθεν ἐξέφυ κατὰ τὸ κέλευσμα, καὶ γεηρὰ ουσα εἰκότως αν λογίζοιτο καὶ φθαρτή, ἐπεὶ καὶ ἀλλαχοῦ φησιν ἡ γραφή "ψυχὴ παντὸς κτήνους τὸ αιμα αὐτοῦ," τὸ δ' αιμα πάντως φθειρόμενον· τὴν δὲ τοῦ ἀνθρώπου ψυχὴν οὐχ ἡ γῆ ἀνῆκεν, ἀλλὰ τὸ θεῖον αὐτὴν τῷ ̓Αδὰμ ἐνῆκεν ἐμφύσημα· διὸ καὶ χρῆμά τι θεῖον ειναι πιστεύεται καὶ ἀθάνατον. ̔Η δ' εκτη τῶν ἡμερῶν καὶ τὸν ανθρωπον εσχηκε χειρὶ διαπεπλασμένον θεοῦ. προϋποστήσας γὰρ ὁ ἀριστοτέχνης τὰ σύμπαντα, καὶ παραγαγὼν τὸν κόσμον ἐν τάξει τε καὶ ῥυθμῷ, διὸ καὶ κόσμος ὠνόμα1.15 σται, καὶ ὡς ἐν ὑποδοχῇ βασιλέως ωσπερ βασίλεια προετοιμάσας, αὐτὸν ουτω παράγει τὸν ανθρωπον οιά τινα βασιλέα τῶν ἐπὶ γῆς βασιλευόμενον ανωθεν, οὐ προστάγματι καὶ τοῦτον ὑποστησάμενος, ἀλλὰ χερσὶν αὐτὸν διαπλάσας, καὶ δημιουργίαν αὐτοῦ οὐχ ὁμοίαν τοῖς αλλοις πεποιηκώς, παρηλλαγμένην δὲ καὶ ἀσύγκριτον. ταλλα μὲν γὰρ πάντα παρήχθησαν ῥήματι, ὁ δὲ καὶ αὐτουργίας ἠξίωται. χοῦν γὰρ λαβὼν ἀπὸ τῆς γῆς ὁ θεός, ἡ βίβλος φησὶ τῆς Γενέσεως, τὸν ανθρωπον επλασε, καὶ ἐνεφύσησεν αὐτῷ ψυχὴν ζῶσαν, δι' ην καὶ κατ' εἰκόνα λέγεται θεοῦ γενέσθαι ὁ ανθρωπος. τῶν γὰρ τῇ θείᾳ φύσει οὐσιωδῶς προσόντων τινὰ ἐν τῇ τοῦ ἀνθρώπου ψυχῇ εἰκονίζονται, οὐ φύσει αὐτῇ ἐνόντα, ἀλλὰ χάριτι. φύσει μὲν γὰρ τὸ θεῖον ἀόρατον καὶ ἀθάνατον, ἀκατάληπτόν τε καὶ αφθαρτον· ταῦτα δὲ καὶ τῇ ψυχῇ πρόσεισι κατὰ χάριν, οὐ κατὰ φύσιν. ουτε γὰρ ἡ φύσις ταύτης καὶ ἡ οὐσία καταληπτὴ ουτε μὴν ὁρατή, καὶ αφθαρτος δ' ἐστὶ καὶ ἀθάνατος. καὶ ετερα δὲ τῆς θείας φύσεως χαρακτηριστικὰ κατὰ χάριν παρὰ τῇ ψυχῇ τεθεώρηνται. ̓Αδὰμ δὲ τὸν πλασθέντα ὠνόμασε, σημαίνει δὲ τοῦτο πυρρὸν κατὰ τὴν ̔Εβραΐδα διάλεκτον, ως φησιν ̓Ιώσηπος, οτι ἐκ πυρρᾶς γῆς διεπέπλαστο· τοιαύτη γὰρ ἡ παρθένος γῆ. ουτω δ' ἐν εξ ἡμέραις τὸν κόσμον παραγαγὼν ἐν τῇ ἑβδόμῃ κατέπαυσε· διὸ καὶ τοῖς ̔Εβραίοις ἡ ἑβδόμη τῶν ἡμερῶν απρακτος ειναι νενόμισται, οθεν καὶ σάββατον κέκληται· τὸ δὲ σάββατον ἡ τῶν ̔Εβραίων γλῶττα λέγει ἀνάπαυσιν. Εθετο δὲ τὸν ̓Αδὰμ ὁ θεὸς ἐν τῷ παραδείσῳ, ον αὐτὸς κατεφύτευσεν, ενθα τὸ ξύλον ην τῆς ζωῆς καὶ τὸ ξύλον τῆς γνώσεως, η κατὰ τὸν ̓Ιώσηπον τῆς 1.16 φρονήσεως. καὶ ἐνετείλατο αὐτῷ τῶν μὲν λοιπῶν ἀπολαύειν, ἀπέχεσθαι δὲ τοῦ ξύλου τῆς γνώσεως, θάνατον δ' ειναι προεῖπε τὸ τῆς παραβάσεως ἐπιτίμιον. αρδεται δὲ ποταμῷ ὁ παράδεισος, καὶ πρόεισιν ἐκεῖθεν ὁ ποταμὸς ουτος εἰς τέσσαρα μεριζόμενος. καὶ Φεισὼν μὲν ονομα τῷ ἑνί· πληθὺν δὲ τοῦτο δηλοῖ· τοῖς δ' Ελλησι Γάγγης ουτος ὠνόμασται, τὴν ̓Ινδικὴν διιὼν καὶ ἐκδιδοὺς εἰς τὸ πέλαγος. Γηὼν δὲ καλεῖται ὁ δεύτερος· σημαίνει δὲ ἡ κλῆσις τὸν ἀπὸ τῆς ἀνατολῆς ἐκδιδόμενον, ον Νεῖλον ̓Ιώσηπος λέγει προσαγορεύειν τοὺς Ελληνας. ὁ δ' ἐπὶ τούτῳ Τίγρις ἐστίν, ον καὶ ∆ιγλὰθ καλεῖσθαί φησιν ὁ αὐτός, καὶ τὸ μετὰ στενότητος ὀξὺ ἐμφαίνεσθαι τῷ ὀνόματι. ὁ δὲ λοιπὸς Εὐφράτης ἐστὶν ητοι Φορά, η ανθος η σκεδασμός. καὶ αμφω δὲ ουτοι εἰς τὴν ̓Ερυθρὰν εἰσβάλλουσι θάλασσαν. παρίστησι δὲ τῷ ̓Αδὰμ ὁ θεὸς πάντα τὰ ζῷα· ος ἑκάστῳ γένει αὐτῶν ονομα τίθησι. κτίζει τε τὴν γυναῖκα ὁ θεός, μίαν τῶν πλευρῶν λαβὼν ὑπνώττοντος τοῦ ̓Αδάμ, καὶ προσήγαγεν αὐτὴν αὐτῷ. ὁ δὲ ἐξ ἑαυτοῦ γενομένην ταύτην ἐγνώρισε καὶ γυναῖκα ὠνόμασε· τοῖς γὰρ ̔Εβραίοις Ευα καλεῖται ἡ γυνή, κἀκείνη Ευα ὠνόμαστο. ην μὲν ουν ἀμφοῖν ἐν