6
̓Αγκαρία. ἡ ἐκ βίας καὶ ἀκούσιος ὑπηρεσία. ̓Αγγελία. ἡ φήμη. ̓Αγιστία καὶ ἁγιαστία. ἡ καθαρότης· ἡ ἁγιωσύνη. ποτὲ δὲ καὶ ἡ ἀκαθαρσία. Αγρα. ἡ θῆρα. ̓Αγυιά. ῥύμη· αμφοδος· παρὰ τὸ αγω τὸ πορεύομαι. τινὲς δὲ περισπῶσι τὸ ἀγυιᾶ ἐπ' εὐθείας. ̓Αγχιστεία. ἡ συγγένεια. ̔Αγιότησ ἡ παντὸς αγους ἐλευθέρα καὶ παντελὴς καὶ πάντη αχραντος καθαρότης. ̓Αγή. θαῦμα· χαρά. ἀπιστία. ̓Αγηνορίη. ἡ αὐθάδεια. ̓Αγαθοεργία. προθυμία εργου ἀγαθοῦ. ̓Αγχίθυροι. αἱ ὡς σύνεγγυς τινὸς θύραι. ἀντ' αλλης τῇ ἀδηλίᾳ εἰς αλλην εἰσάγουσαι. ̔Αγνεία. ἐπίτασις σωφροσύνης. Αγλιθεσ. αἱ κεφαλαὶ τῶν σκορόδων. ̓Αριστοφάνης· ὡς ἀρουραῖοι μύες ὀρύσσετε πασσάλῳ τὰς αγλιθας. ̓Αγανάκτησισ. βάρος· αχθος. ̓Αγκάσ. τὰς ἀγκάλας. ̓Αγκαλίδασ. μερίδας η δράγματα. alpha.25 ̓Αγωγή. ἡ παίδευσις. ̓Αγκοίνη. ἡ ἀγκάλη. ̓Αγάθεια. πόλις Φωκίδος. ὁ πολίτης ̓Αγαθεύς. ̓Αγάπη. ἀπόθεσις παντοίας ἐννοίας, παρὰ τὸ αγαν πιότητα εχειν. ̓Αγεληεία. ἡ ̓Αθηνᾶ. ἡ αγουσα λεῖαν ἀπὸ τοῦ πολέμου· ο ἐστιν ἡ λαφυραγωγός. Αγνοια. διάζευξις τῶν ἐγνωκότων καὶ ἐγνωσμένων, νοούντων καὶ νοουμένων. η ἡ τῆς κατὰ γνῶσιν ἐνεργείας ἀναίρεσις. ειτις λέγει αγνοιαν ειναι στέρησιν ἐπιστήμης, ἁμαρτάνει. εστι δὲ αγνοια εξις μοχθηρὰ καὶ ἠπατημένη. ̓Αγωνία. φόβος πτώσεως η ηττης. ἐπὶ τοῦ εἰς ἀγῶνα μέλλοντος ἀπιέναι. καταχρηστικῶς δὲ καὶ ἐπὶ τοῦ ἁπλοῦ φόβου. Ξενοφῶν δὲ τὸ ἀγωνίᾳ. ἐν τῷ ἀγῶνι καὶ ὁ φόβος. ̓Αγκύλη. τὸ οπισθεν τοῦ γόνατος. η τοῦ ἀγκῶνος ἡ κάμψις. ̓Αγκοίνη. ἀπὸ τῆς ἀγκῶνος ἀγκώνη καὶ ἀγκοίνη, ο ἐστιν ἡ ἀγκάλη. alpha.26 ̓Αγαθοθέλεια. ἡ τῶν ἀγαθῶν ἐκλογή. οὐκ ἀρκεῖ τοῖς πράγμασιν ἡ ἀγαθοθέλεια μόνον, ἀλλὰ δεῖ καὶ ῥώμης καὶ ἐπιστρεφείας. ̓Αγελαία. σταφυλὴ ἡ εὐτελὴς καὶ μικρά. ̓Αγελαῖα δὲ, ἐπὶ οὐδετέρου, τὰ οὐ γενναῖα. ̓Αγέληφιν. ἐκ τῆς ἀγέλης. ̓Αγελείη. ἡ ̓Αθηνᾶ. ἀπὸ τοῦ αγειν λείαν· τουτέστι στρατιωτική. ̓Αγελαίη. ἡ ̓Αθηνᾶ. ̓Αγκονίδεσ. αἱ ὑπηρέτιδες. παρὰ τὸ ἐγκονεῖν, ο ἐστι μετὰ σπουδῆς ἐνεργεῖν. ̓Αγή. ἡ κλάσις τοῦ κύματος. ἀπὸ τοῦ αγω, τὸ κλῶ, ἀγή. ̓Αγάθυρσοσ. πόλις Σικελίας· ὁ πολίτης ̓Αγαθυρσαῖος. Αγρισ. ἡ ὀδύνη. ἐκ τούτου τὸ ἀγγρίζειν, ο ἐστι τὸ ὀδυνᾷν. ̓Αγκύλη. ειδος ἀκοντίου. σημαίνει δὲ καὶ εργον τὶ τῆς σκηνῆς τοῦ Μωσέως. alpha.27 ̓Αγλαΐα. λαμπρότης. ̓Αγλαομητία. ἡ μεγάλη καὶ λαμπρὰ βουλή. ̓Αγονία. ἡ ἀτεκνία η ἡ ἀκαρπία. διεφθείρετο ἡ νεολαία καὶ ην ἀγονία. ̓Αγόνων χοῶν. τουτέστι τῶν ἐπὶ νεκροῖς χεομένων θυσιῶν. ̓Αγορά. ἡ ἐκκλησία καὶ ἡ συνάθροισις, οθεν καὶ ὁ Νέστωρ ἀγορήτης. ̓Αγορανομίασ. λογιστείας. ειρηται δὲ ἐπὶ τῶν ἐπισκοπούντων τὰ τῶν πόλεων ωνια. ̓Αγοράσ. ὁ ̔Υπερίδης ἀντὶ τοῦ συνόδους. ουτοι πολλάκις ἀγορὰς ποιοῦνται. ̓Αγοραίαν δίκην. τὴν δικαιολογίαν. ̓Αγορῆθεν. ἐκ τῆς ἀγορᾶς. ̓Αγωγή. φορὰ τινῶν. ο καὶ παρακομίζειν λέγεται, ὡς λέγεται σίτου ἀγωγὴ η οινου. ̓Αγωγή. ἀναστροφή· τρόπος· η κομιδὴ καὶ τὸ ἀγόμενον βάρος. ἀγωγὴ ἡ τῶν ηθων τοῦ τρόπου κατακόσμησις· ὡς λέγεται παίδων ἀγωγή. ̓Αγωγή. ἡ μεταβολή. Πολύβιος· ηγαγε δὲ ὁ λόγος καὶ Λακεδαιμόνιον ανδρα τῆς Λακωνικῆς alpha.28 ἀγωγῆς μετεσχηκότα καὶ τριβὴν ἐν τοῖς πολεμικοῖς εχοντα σύμμετρον. ̓Αγρεσία. ἡ αγρα. οἱ τρισσοί τοι ταῦτα τὰ δίκτυα θῆκαν ομαιμοι, ἀγρότη Πὰν, αλλης αλλος ἐπ' ἀγρεσίης. ̓Αγριᾶνεσ. τάξις στρατιωτική. ̓Αγρίφη. δίκελλα, σκεῦος γεωργικὸν πολύγομφον. λέγεται δὲ καὶ ἡ σκάφη. ̓Αγρολέτειρα. ἡ Αρτεμις. ̓Αγροτέρασ. ἀγρίου. ἐν ἐπιγραφῇ· τοῦτο σοὶ ἀγροτέρης ∆ιονύσιος αὐτὸς ἐλαίης θῆκε ῥόπαλον. ̓Αγροίλη. δῆμος ἐστὶ φυλῆς τῆς ̓Ερεχθηΐδος. Αγυρισ. συνάθροισις. † Αγη. εκπληξις.† ̓Αγχιστεία. ἡ μετουσία τῆς οὐσίας παρ' ̓Αριστοφάνει· νόθῳ μὴ ειναι ἀγχιστείαν- ̓Αγχόνη. ὁ βρόχος· τὸ σχοινίον. ἀγχονὴ δὲ, ὀξυτόνως, τὸ πρᾶγμα, ἡ ἐνέργεια. alpha.29 Αγχουσα. ειδος βοτάνης, ης ἡ ῥίζα ἐρυθρὰ, ῃ ἐρυθραίνουσι τὰ πρόσωπα αἱ γυναῖκες. ἡ αγχουσ' ὀδυνήσει σε καὶ τὸ σὸν ψιμμίθιον. ̓Αγρεῖφνα. γεωργικὸν ἐργαλεῖον, δι' ου συνάγουσι τὸν χόρτον. ̓Αγρυπνία. ητοι ἀϋπνία καὶ κατὰ πλεονασμὸν τοῦ ˉγˉρ ἀγρυπνία. ̓Αγαθωσύνην. τὴν ἀπηρτισμένην ἀρετὴν καλεῖ ὁ ἀπόστολος· οτι καὶ αὐτοὶ μεστοὶ ἐστὲ ἀγαθωσύνης. τὸ δὲ μεστοὶ