1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

6

σκηνώματος κενώματος τόποις ἐκβεβράσθαι κατὰ ἀνάγκην. Ἔξω γὰρ φωτὸς ἐγένετο καὶ Πληρώματος, ἄμορφος καὶ ἀνείδεος, ὥσπερ ἔκτρωμα, διὰ τὸ μηδὲν κατειληφέναι· οἰκτείραντά τε αὐτὴν τὸν ἄνω Χριστὸν, καὶ διὰ τοῦ Σταυροῦ ἐπεκταθέντα, τῇ ἰδίᾳ δυνάμει μορφῶσαι μόρφωσιν τὴν κατ' οὐσίαν μόνον, ἀλλ' οὐ τὴν κατὰ γνῶσιν· καὶ πράξαντα τοῦτο ἀναδραμεῖν συστείλαντα αὐτοῦ τὴν δύναμιν, καὶ καταλιπεῖν, ὅπως αἰσθομένη τοῦ περὶ αὐτὴν πάθους διὰ τὴν ἀπαλλαγὴν τοῦ Πληρώματος, ὀρεχθῇ τῶν διαφερόντων, ἔχουσά τινα ὀδμὴν ἀφθαρσίας, ἐγκαταλειφθεῖσαν αὐτὴν l. αὐτῇ ὑπὸ τοῦ Χριστοῦ καὶ τοῦ ἁγίου Πνεύματος. ∆ιὸ καὶ αὐτὴν τοῖς ἀμφοτέροις ὀνόμασι καλεῖσθαι, Σοφίαν τε πατρωνυμικῶς, (ὁ γὰρ πατὴρ αὐτῆς Σοφία κληΐζεται), καὶ πνεῦμα ἅγιον ἀπὸ τοῦ περὶ τὸν Χριστὸν πνεύματος. Μορφωθεῖσάν τε αὐτὴν, καὶ ἔμφρονα γενηθεῖσαν, παραυτίκα δὲ κενωθεῖσαν ἀοράτου αὐτῇ συνόντος Λόγου, τουτέστι τοῦ Χριστοῦ, ἐπὶ ζήτησιν ὁρμῆσαι τοῦ καταλιπόντος αὐτὴν φωτὸς καὶ μὴ δυνηθῆναι καταλαβεῖν αὐτὸ, διὰ τὸ κωλυθῆναι ὑπὸ τοῦ Ὅρου. Καὶ ἐνταῦθα τὸν Ὅρον κωλύοντα αὐτὴν τῆς εἰς τοὔμπροσθεν ὁρμῆς εἰπεῖν Ἰαώ· ὅθεν τὸ Ἰαὼ ὄνομα γεγενῆσθαι φάσκουσι. Μὴ δυνηθεῖσαν δὲ διοδεῦσαι τὸν Ὅρον, διὰ τὸ συμπεπλέχθαι τῷ πάθει, καὶ μόνην ἀπολειφθεῖσαν ἔξω, παντὶ μέρει τοῦ πάθους ὑποπεσεῖν πολυμεροῦς καὶ πολυποικίλου ὑπάρχοντος, καὶ παθεῖν, λύπην μὲν, ὅτι οὐ κατέλαβε· φόβον δὲ, μὴ καθάπερ αὐτὴν τὸ φῶς, οὕτω καὶ τὸ ζῇν ἐπιλίπῃ· ἀπορίαν τε ἐπὶ τούτοις· ἐν ἀγνοίᾳ δὲ τὰ πάντα. Καὶ οὐ καθάπερ ἡ μήτηρ αὐτῆς, ἡ πρώτη Σοφία καὶ Αἰὼν, ἑτεροίωσιν ἐν τοῖς πάθεσιν εἶχεν, ἀλλὰ ἐναντιότητα. Ἐπισυμβεβηκέναι δ' αὐτῇ καὶ ἑτέραν διάθεσιν, τὴν τῆς ἐπιστροφῆς ἐπὶ τὸν ζωοποιήσαντα. Ταύτην σύστασιν καὶ οὐσίαν τῆς ὕλης γεγενῆσθαι λέγουσιν, ἐξ ἧς ὅδε ὁ κόσμος συνέστηκεν. Ἐκ μὲν γὰρ τῆς ἐπιστροφῆς τὴν τοῦ κόσμου καὶ τοῦ δημιουργοῦ πᾶσαν ψυχὴν τὴν γένεσιν εἰληφέναι, ἐκ δὲ τοῦ φόβου καὶ τῆς λύπης τὰ λοιπὰ τὴν ἀρχὴν ἐσχηκέναι· ἀπὸ γὰρ τῶν δακρύων αὐτῆς γεγονέναι πᾶσαν ἔνυγρον οὐσίαν· ἀπὸ δὲ τοῦ γέλωτος, τὴν φωτεινήν· ἀπὸ δὲ τῆς λύπης καὶ τῆς ἐκπλήξεως, τὰ σωματικὰ τοῦ κόσμου στοιχεῖα. Ποτὲ μὲν γὰρ ἔκλαιε καὶ ἐλυπεῖτο, ὡς λέγουσι, διὰ τὸ καταλελεῖφθαι μόνην ἐν τῷ σκότει καὶ τῷ κενώματι· ποτὲ δὲ εἰς ἔννοιαν ἥκουσα τοῦ καταλιπόντος αὐτὴν φωτὸς, διεχεῖτο καὶ ἐγέλα· ποτὲ δ' αὖ πάλιν ἐφοβεῖτο· ἄλλοτε δὲ διηπόρει, καὶ ἐξίστατο. 1.1.8 Καὶ τί γάρ; τραγῳδία πολλὴ λοιπὸν ἦν ἐνθάδε, καὶ φαντασία ἑνὸς ἑκάστου αὐτῶν, ἄλλως καὶ ἄλλως σοβαρῶς ἐκδιηγουμένου ἐκ ποταποῦ πάθους, ἐκ ποίου στοιχείου ἡ οὐσία τὴν γένεσιν εἴληφεν· ἃ καὶ εἰκότως δοκοῦσί μοι μὴ ἅπαντας θέλειν ἐν φανερῷ διδάσκειν, ἀλλ' ἢ μόνους ἐκείνους τοὺς καὶ μεγάλους μισθοὺς ὑπὲρ τηλικούτων μυστηρίων τελεῖν δυναμένους. Οὐκέτι γὰρ ταῦτα ὅμοια ἐκείνοις, περὶ ὧν ὁ Κύριος ἡμῶν εἴρηκε, δωρεὰν ἐλάβετε, δωρεὰν δότε· ἀλλὰ ἀνακεχωρηκότα, καὶ τερατώδη καὶ βαθέα μυστήρια μετὰ πολλοῦ καμάτου περιγινόμενα τοῖς φιλοψευδέσι. Τίς γὰρ οὐκ ἂν ἐκδαπανήσειε πάντα τὰ ὑπάρχοντα αὐτοῦ, ἵνα μάθῃ, ὅτι ἀπὸ τῶν δακρύων τῆς Ἐνθυμήσεως τοῦ πεπονθότος Αἰῶνος, θάλασσαι, καὶ πηγαὶ, καὶ ποταμοὶ, καὶ πᾶσα ἔνυδρος οὐσία τὴν γένεσιν εἴληφεν, ἐκ δὲ τοῦ γέλωτος αὐτῆς τὸ φῶς, καὶ ἐκ τῆς ἐκπλήξεως καὶ τῆς ἀμηχανίας τὰ σωματικὰ τοῦ κόσμου στοιχεῖα; Βούλομαι δὲ καὶ αὐτὸς συνεισενεγκεῖν τι τῇ καρποφορίᾳ αὐτῶν. Ἐπειδὴ γὰρ ὁρῶ τὰ μὲν γλυκέα ὕδατα ὄντα, οἷον πηγὰς, καὶ ποταμοὺς, καὶ ὄμβρους, καὶ τὰ τοιαῦτα· τὰ δὲ ἐπὶ ταῖς θαλάσσαις ἁλμυρά· ἐπινοῶ μὴ πάντα ἀπὸ τῶν δακρύων αὐτῆς προβεβλῆσθαι, διότι τὸ δάκρυον ἁλμυρὸν τῇ ποιότητι ὑπάρχει· φανερὸν οὖν, ὅτι τὰ ἁλμυρὰ ὕδατα ταῦτά ἐστι τὰ ἀπὸ τῶν δακρύων. Εἰκὸς δὲ αὐτὴν ἐν ἀγωνίᾳ πολλῇ καὶ ἀμηχανίᾳ γεγονυῖαν καὶ ἱδρωκέναι· ἐντεῦθεν δὴ κατὰ τὴν ὑπόθεσιν αὐτῶν ὑπολαμβάνειν δεῖ, πηγὰς καὶ ποταμοὺς, καὶ εἴ τινα ἄλλα γλυκέα ὕδατα ὑπάρχει, τὴν γένεσιν μὴ l. μετεσχ. ἐσχηκέναι ἀπὸ τῶν δακρύων ἱδρώτων αὐτῆς· ἀπίθανον γὰρ, μιᾶς ποιότητος οὔσης τῶν δακρύων, τὰ μὲν ἁλμυρὰ, τὰ δὲ