χορηγίας. Ὁ αὐτὸς ἐν Ἀδελφοῖς· Θεός ἐστι τοῖς χρηστοῖς ἀεὶ Ὁ νοῦς γάρ, ὡς ἔοικεν, ὦ σοφώτατοι. Καὶ ἐν Aὐλητρίσι· Πάντ' ἐστὶ τῷ καλῷ λόγῳ Ἱερόν· ὁ νοῦς γάρ ἐστιν ὁ λαλήσων θεός. Ἐν Φρίξῳ ὁ τραγικός· Eἰ δ' εὐσεβὴς ὢν τοῖσι δυσσεβεστάτοις Eἰς ταὔτ' ἔπραττον, πῶς τόδ' ἂν καλῶς ἔχοι; Ἢ Ζεὺς ὁ λῷστος μηδὲν ἔνδικον φρονεῖ; Ἐν Φιλοκτήτῃ· Ὁρᾶτε δ' ὡς κἀν θεοῖσι κερδαίνειν καλόν, Θαυμάζεται δ' ὁ πλεῖστον ἐν ναοῖς ἔχων Χρυσόν· τί δῆτα καὶ σὲ κωλύει λαβεῖν Κέρδος, παρόν γε κἀξομοιοῦσθαι θεοῖς; Ἐν Ἑκάβῃ· Ζεύς, ὅστις εἶ Ζεύς· οὐ γὰρ οἶδα πλὴν λόγῳ. Καί· Ζεύς, εἴτ' ἀνάγκη φύσεος εἴτε νοῦς βροτῶν, Προσηυξάμην σε! Ἐνταῦθα τοίνυν ἐστὶν ἔλεγχος ἀρετῆς καὶ γνώμης σύνε σιν ἀγαπώσης, ἐπαναδραμεῖν ἐπὶ τὴν τῆς συζυγίας κοινωνίαν καὶ προσάψαι ἑαυτὸν συνέσει εἰς σωτηρίαν αἱρεῖσθαί τε τὴν τῶν κρεισσόνων ἐκλογὴν κατὰ τὸ ἐπ' ἀνθρώπῳ κείμενον αὐτ εξούσιον, μὴ τοὺς ἀνθρωποπαθεῖς ἡγουμένους τῶν ὅλων δεσπότας, ὅπου γε οὐδὲ ἀνθρώποις ἴσην ἔχοντες φανήσον ται. Παρ' Ὁμήρῳ γὰρ ὁ μὲν ∆ημόδοκος αὐτοδίδακτός φησιν εἶναι· Θεὸς δέ μοι ἔμβαλεν οἴμους, θνητὸς ὤν. Ἀσκληπιὸς καὶ Ἀπόλλων παρὰ Χείρωνι τῷ Κενταύρῳ ἰᾶσθαι διδάσκονται, τὸ καινότατον παρὰ ἀνθρώπῳ θεοί. Τί γὰρ δίειμι περὶ ∆ιονύσου, ὃν μαινόμενόν φησιν ὁ ποιητής, ἢ Ἡρακλέους, ὃν καὶ αὐτὸν σχέτλιον λέγει; Τί δέ μοι ἀναγορεύειν Ἄρη καὶ Ἀφροδίτην, τοὺς τῆς μοιχείας ἀρ χηγούς, καὶ ἐξ ἁπάντων τούτων κρίσιν ἐπάγειν τοῖς δεικνυ μένοις; Eἰ γάρ τις μὴ μαθὼν τὰς περὶ τὰ λεγόμενα θείας πράξεις μιμήσαιτο, κἂν ἐπὶ τῶν κιβδήλων ἀλλότριος βίου καὶ ἀνθρωπότητος λογισθείη· γνοὺς δέ τις εὔλογον ἕξει τὴν τῶν τιμωριῶν ἀποφυγήν, οὐ παρανομίαν δεικνύων τὴν τῶν θεϊκῶν τολμημάτων μίμησιν. Eἰ δ' ἄρα τις τοῖς ἔργοις ἐπι μέμψαιτο, ἀνελεῖ καὶ τὰ ἐκ τούτων γνωσθέντα ὀνόματα καὶ μὴ πεπινωμέναις καὶ στωμύλοις ·ήσεσιν ἐπισκεπάσει αὐτούς. Ἀσπάζεσθαι δὲ χρὴ τὸ ἀληθινὸν καὶ ἄτρεπτον ὄνομα, τὸ οὐχὶ διὰ τῆς ἐμῆς φωνῆς μόνον ἀλλὰ καὶ διὰ τῶν εἰσαγαγόντων ἡμᾶς εἰς τὴν ἀρχὴν τῆς παιδείας κηρυσσόμενον, ἵνα μή, ἀργῶς τελειώσαντες τὸν ἐνταῦθα τοῦ ζῆν χρόνον, οὐ μόνον ὡς ἀγνῶτες τῆς οὐρανίου δόξης ἀλλὰ καὶ ὡς ἀχάριστοι τῷ κριτῇ τὰς εὐθύνας παρέξομεν.