μαθεῖν πάρεστιν· οὗ γὰρ ἕνεκεν γέγονε τὰ λοιπά, τοῦτο πάντων τῷ ποιήσαντι τιμιώτατον. Ναί, φασίν· ἀλλὰ ἁμαρ τωλὸς ἡ σάρξ, ὥστε καὶ τὴν ψυχὴν ἀναγκάζειν συναμαρτά νειν αὐτῇ, μάτην κατηγοροῦντες αὐτῆς καὶ τὰ τῶν ἀμφοτέρων ἁμαρτήματα μόνῃ περιτιθέντες. Ποῦ γὰρ καθ' ἑαυτὴν ἁμαρτῆσαι ἡ σὰρξ δυνήσεται, ἐὰν μὴ τὴν ψυχὴν ἔχῃ προ ηγουμένην καὶ προκαλουμένην αὐτήν; Ὥσπερ γὰρ ζεῦγος βοῶν λυθέντων ἀπ' ἀλλήλων τοῦ ζυγοῦ τῶν βοῶν οὐδέτερος αὐτῶν κατ' ἰδίαν ἀροῦν δύναται, οὕτως οὐδὲ ψυχὴ καὶ σῶμα λυθέντα τῆς συζυγίας καθ' ἑαυτὰ ποιῆσαί τι δύνανται. Eἰ δὲ καὶ ἡ σὰρξ μόνη ἁμαρτωλός, μόνης ταύτης ἕνεκεν ἦλθεν ὁ σωτήρ, καθώς φησιν· Oὐκ ἦλθον καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. Ἐπειδὴ οὖν τιμία παρὰ θεῷ καὶ ἔνδοξος παρὰ πάντα τὰ ποιήματα δέδεικται ἡ σάρξ, δικαίως ἂν ὑπ' αὐτοῦ σωθήσεται. Λεκτέον οὖν πρὸς τοὺς λέγοντας ὅτι, εἰ καὶ τὰ μά λιστα τοῦ θεοῦ ποίημα τυγχάνει οὖσα καὶ τιμία αὐτῷ παρὰ πάντα, οὐκ εὐθέως καὶ τὴν ἐπαγγελίαν τῆς ἀναστάσεως ἔχει. Καίτοι πῶς οὐκ ἄτοπον τὸ μετὰ τηλικαύτης βουλῆς γενόμενον καὶ παρὰ πάντα τὰ λοιπὰ τίμιον περιορᾶν τὸν ποιήσαντα εἰς τὸ μηκέτι εἶναι; Eἶτα ὁ μὲν πλάστης καὶ ζωγράφος, εἰ τὰς εἰκόνας, ἃς ἂν ποιήσωσι, διαμένειν ἐθέλουσιν, ἵνα δι' αὐτῶν δοξάζωνται, φθειρομένας αὐτὰς ἀνακαινοποιοῦσιν· ὁ δὲ θεὸς τὸ αὐτοῦ κτῆμα καὶ πλάσμα περιεῖδεν ἂν ὡς τὸ μὴ ὄν, μη κέτι δὲ καὶ εἰς τὸ εἶναι; Ματαιοπόνον ἀποκαλοῦμεν, ὥσπερ εἴ τις οἰκίαν οἰκοδομήσας ἔπειτα καταλύοι, ἢ καταλελυμένην περιορῴη, δυνάμενος ἀναστῆσαι· τὸν δὲ θεὸν οὐκ αἰτια σόμεθα, ὅτι μάτην ποιεῖ; Ἀλλ' οὐχ ὁ ἄφθαρτος τοιοῦτος, οὐκ ἄφρων ὁ τῶν ὅλων πέφυκε νοῦς. Eὐφημείτωσαν οἱ ἄπι στοι, εἰ τὸ μὴ πιστεύειν ἔχουσιν αὐτοί! Ἀλλὰ μὴν καὶ κέ κληκεν αὐτὴν ἐπὶ τὴν ἀνάστασιν καὶ ἐπαγγέλλεται τὴν αἰω νίαν ζωήν. Ἔνθα γὰρ τὸν ἄνθρωπον εὐαγγελίζεται σῶσαι, καὶ τῇ σαρκὶ εὐαγγελίζεται. Τί γάρ ἐστιν ὁ ἄνθρωπος, ἀλλ' ἢ τὸ ἐκ ψυχῆς καὶ σώματος συνεστὸς ζῶον λογικόν; Μὴ οὖν καθ' ἑαυτὴν ψυχὴ ἄνθρωπος; Oὔκ· ἀλλ' ἀνθρώπου ψυχή. Μὴ οὖν καλοῖτο σῶμα ἄνθρωπος; Oὔκ· ἀλλ' ἀνθρώπου σῶμα καλεῖται. Eἴπερ οὖν κατ' ἰδίαν μὲν τούτων οὐδέτερον ἄνθρω πός ἐστι, τὸ δὲ ἐκ τῆς ἀμφοτέρων συμπλοκῆς καλεῖται ἄν θρωπος, κέκληκε δὲ ὁ θεὸς εἰς ζωὴν καὶ ἀνάστασιν τὸν ἄν θρωπον, οὐ τὸ μέρος ἀλλὰ τὸ ὅλον κέκληκεν, ὅπερ ἐστὶ τὴν ψυχὴν καὶ τὸ σῶμα. Ἐπεὶ πῶς οὐκ ἄτοπον, ἀμφοτέρων ὄντων κατὰ τὸ αὐτὸ καὶ ἐν τῷ αὐτῷ, τὸ μὲν σώζειν, τὸ δὲ μή; Oὐκ ὄντος γὰρ ἀδυνάτου, καθάπερ δέδεικται, τὴν σάρκα ἔχειν τὴν παλιγγενεσίαν, τίς ἡ διάκρισις, ὥστε τὴν μὲν ψυχὴν σώζεσθαι, τὴν δὲ σάρκα μή; Ἢ φθονερὸν ποιοῦσι τὸν θεόν; Ἀλλὰ ἀγαθός ἐστι καὶ σώζεσθαι πάντας θέλει· καὶ δὴ αὐτοῦ καὶ τοῦ κηρύγματος αὐτοῦ οὐχὶ μόνον ἤκουσεν ἡ ψυχὴ ἡμῶν καὶ σὺν αὐτῇ ἡ σάρξ, καὶ ἐπίστευσαν εἰς Χριστὸν Ἰη σοῦν, ἀλλ' ἀμφότερα ἐλούσαντο καὶ ἀμφότερα τὴν δικαιοσύνην