EΚΘEΣIΣ ΤHΣ OΡΘHΣ ΠIΣΤEΩΣ.

 καὶ τῷ κοινῷ τῆς θεότητος ὀνόματι παραδηλοῦται. Oὕτως δ' ἂν ὃ λέγω σαφέστερον γένοιτο. Ὁ περὶ τῆς ὑπάρξεως τοῦ Ἀδὰμ σκοπούμενος, ὅπως εἰς τὸ εἶναι παρ

 μὲν κατ' ἐξουσίαν ἃ ἂν βούληται καὶ ποιοῦσα καὶ δυναμένη, ἡ δὲ τὴν διακονίαν ἣν παρὰ τῆς θεότητος εἴληφεν μόνην καὶ δυναμένη καὶ πληροῦσα. Oὕτω τῆς δι

 Καὶ Κορινθίοις δὲ γράφων ὁ μακάριος Παῦλος τῷ τέλει τῆς ἐπιστολῆς, οἱονεὶ σφραγῖδά τινα τῇ διδασκαλίᾳ περιτιθείς, ἐπάγει· Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησο

 ειληφὼς μὲν διὰ τῆς τοῦ κυρίου σημασίας καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα, οὐδὲν ἔλαττον δὲ διὰ τοὺς ἀγνώμονας καὶ τῇ κατὰ πρόσωπον χρησάμενος διαιρέσει ἐν ο

 Χριστῷ τοῦ κόσμου μαθητείας, ἐπί τε τῆς διδαχῆς τοῦ βα πτίσματος, ἔτι μὴν καὶ ἐπὶ τῆς θείας διδασκαλίας καὶ τῆς τοῦ παντὸς δημιουργίας, οὐ μὴν ἀλλὰ κα

 πεισμένους, ἐφ' ὅσον δὲ χωροῦμεν διὰ τῆς θεωρίας ἑαυτοὺς ἐκείνῳ συνάπτοντας. Oὕτω τοίνυν νοοῦμεν τὸν υἱὸν ἐκ πατρὸς γεγεννῆσθαι, ὡς φῶς ἐκ φωτὸς ἐκλάμ

 τείας ἀφανίζων τὸ παράπτωμα, διὰ δὲ τοῦ μὴ χρεωστουμένου θανάτου καταργῶν τὸν ὀφειλόμενον· ᾗ δὲ θεός, καὶ τὸ λυ θὲν ἀνιστᾷ καὶ τὸν θάνατον αὐτὸν παντε

 λέσειεν. Ἀλλ' ἡ τοιάδε τῶν ὑλῶν πρὸς ἀλλήλας σύμπηξις τὸν οἶκον ἡμῖν ἀποτελεῖν πέφυκεν. Ἀμέλει τῆς οἰκίας λυ θείσης μένουσιν μὲν ὁμοίως αἱ ὕλαι τὸν οἰ

 χυτο, οὐκ ἂν ἡμῖν οὐδὲ τὰ μέτρα τῆς ἡμέρας διώρισεν οὔτε κίνησιν εὔτακτον καὶ τὸν πεποιηκότα παρέστησεν. Eἰ δὲ λέγεις μοι ὅτι καὶ πρὸ τῆς τοῦ ἡλίου γε

 δὲ νένευκεν πρὸς τὸν δρόμον καὶ τῶν θυρῶν ὅσον οὐκ ἤδη προέκυψεν καὶ τοῦ σημαντῆρος ἀναμένει τὸ σύνθημα· σοί τε βουλομένῳ τὸ ζήτημα σημᾶναι ἕτοιμος πα

 εἰς τὴν ἑαυτοῦ οὐσίαν μετέβαλεν τὸ σῶμα, πάλιν ἐρωτή σωμεν, πῶς εἰς τὴν οὐσίαν τοῦ λόγου μετεβλήθη τὸ σῶμα. Ἀρα μεταβληθὲν εἰς τὴν οὐσίαν τοῦ λόγου πρ

 ἀγνοεῖν πειράσονται καὶ πρὸ τούτων γε τὴν θείαν προσκύνη σιν. Τήν γε μὴν τῶν θείων γνῶσιν βουλήσονται μὲν ἰχνεύειν εἰς δύναμιν· ἀτονοῦντες δὲ προσκυνε

 ἐπινίκιον ᾄδωμεν, Τὸν ἀγῶνα τὸν καλόν, βοῶντες, ὁ λόγος, ἠγώνισαι, τὸν δρόμον τετέλεκας, τὴν πίστιν τετήρηκας, λοιπὸν ἀπόκειταί σοι ὁ τῆς δικαιοσύνης

Χριστῷ τοῦ κόσμου μαθητείας, ἐπί τε τῆς διδαχῆς τοῦ βα πτίσματος, ἔτι μὴν καὶ ἐπὶ τῆς θείας διδασκαλίας καὶ τῆς τοῦ παντὸς δημιουργίας, οὐ μὴν ἀλλὰ καὶ ἐπὶ τῆς κατ' ἐξουσίαν αὐθεντίας, παραπλήσια καὶ ταὐτὰ περὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος παραδέδοται, τίς οὕτω σκαιὸς ὡς διαμφισβητεῖν περὶ τῆς κατ' οὐσίαν ἀλλήλων κοινωνίας; Ἕνα τοίνυν θεὸν προσῆκεν ὁμολογεῖν, ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι γνωριζόμενον, ᾗ μὲν πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, τῆς μιᾶς θεότητος τὰς ὑποστάσεις γνωρίζον τας, ᾗ δὲ θεός, τὸ κατ' οὐσίαν κοινὸν τῶν ὑποστάσεων νο οῦντας. Μονὰς γὰρ ἐν τριάδι νοεῖται, καὶ τριὰς ἐν μονάδι γνωρίζεται. Καὶ πῶς τοῦτο, διερωτᾶν οὔτε ἄλλον βουλοίμην, οὔτε αὐτὸς ἐμαυτὸν δυναίμην πείθειν τοὺς περὶ τῶν ἀποῤῥήτων λόγους γλώσσῃ πηλίνῃ καὶ σαρκίῳ ῥυπῶντι κατατολμᾶν. Eἰ γὰρ καὶ νοῦς ἡμῖν καθαρὸς ἐνίδρυται, δι' οὗ τῶν ὑπὲρ ἡμᾶς πολλάκις τῷ λόγῳ περιδραττόμεθα, ἀλλά γε τῇ συζύγῳ σαρκὶ βαρυνόμενος ἀτονεῖ τὴν ἐναργῆ τῶν μειζόνων κατάληψιν, ἐπείπερ βρίθει τὸ γεῶδες σκῆνος νοῦν πολυφρόντιδα. Oὐ δενὶ οὖν ἂν τρόπῳ ἀνθρώποις οὖσιν δυνατὸν ἐξικέσθαι τῆς πρώτης ἐκείνης καὶ μακαρίας οὐσίας. Καὶ τί λέγω τῆς θείας οὐσίας! Ἀλλ' οὐδὲ τῶν περὶ αὐτὴν μυστικῶς τελουμένων. Oὐδὲν γὰρ ἀνθρώποις τῶν θείων σαφές, ὡς Ἑλλήνων σο φός τις ἐφθέγξατο· ἐγὼ δὲ τὸ λεχθὲν ὡς ἀληθὲς δέχομαι. Ὅταν γὰρ ἀκούσω τοῦ Παύλου, τοῦ σκεύους τῆς ἐκλογῆς, τοῦ τρίτον οὐρανὸν ἐμβεβηκότος, τοῦ ·ημάτων ἀῤῥήτων ἀκη κοότος ἃ μὴ θέμις γλώσσαις ἀνθρωπίναις ἐκλαλεῖν, τοῦ λαλοῦντα ἐν ἑαυτῷ ἔχοντος τὸν τῶν λόγων χορηγόν, μερικὴν ἐν ἑαυτῷ τὴν γνῶσιν προσμαρτυροῦντος καὶ λέγοντος· Ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην, καὶ πάλιν· Ἐκ μέρους γινώσκομεν καὶ ἐκ μέ ρους προφητεύομεν· πῶς τὴν τελείαν τῶν θείων γνῶσιν ἀν θρώποις οὖσιν πιστεύσω; Eἰ γὰρ τοῖς εἰς τὸ Παύλου μέτρον ἐφθακόσιν ἀμυδρά τις καὶ μερικὴ γέγονεν (τὸ γὰρ δι' ἐσό πτρου βλέπειν καὶ ἐν αἰνίγματι τὸ ἀμυδρὸν παραινίσσεται), τίς οὕτω τολμηρὸς πρὸς ἀπόνοιαν ὡς τελείαν τῶν θείων γνῶσιν ἑαυτῷ προσμαρτυρεῖν; Aὐτίκα δὲ καὶ ἡμεῖς, τὸ τῶν ἀποῤῥήτων ἀδιεξίτητον εἰδότες, τὰ τοῦ ∆αυῒδ πρὸς τὸν τῶν ὅλων θεὸν ἐπιφθεγγόμεθα· Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν. Ἀλλὰ ταῦτα μὲν καὶ λέγειν ὅσιον καὶ φρονεῖν ὁσιώτερον· τοῖς γὰρ θείοις παραχωρεῖν εὐσεβοῦς ἀνδρὸς ἂν εἴη καὶ σώφρονος. Oὐκοῦν ὅσον μὲν τῶν θείων εἰς ἀσφαλῆ ἔρευναν, ὅσον δὲ πρὸς εὐσεβῆ θρησκείαν θεοπρεπῶς νοοῦμεν. Oὐ γάρ, ἐπειδὴ πάμπαν ἀκατάληπτον τὸ θεῖον, διὰ τοῦτό που πάν τως μηδ' ὅλως ζητεῖν περὶ αὐτοῦ προσῆκεν, ἀλλ' ἐν ·ᾳστώνῃ τὸν τοῦ βίου καταναλίσκειν χρόνον· κατὰ δὲ τὸ μέτρον τὸ μερισθὲν ἑκάστῳ παρὰ τοῦ κυρίου τῆς γνώσεως τὴν ἐξέτασιν φιλοπόνως ποιεῖσθαι, ὅτι μὲν ἀκατάληπτον ἀκριβῶς πε