ὁ δὲ θεὸς οὐ διὰ τὸ πᾶν ὑπάρχει. ∆ιὸ μείζων ὁ θεὸς τοῦ παντός, ὥσπερ τῇ οὐσίᾳ οὕτως καὶ τῇ ἀξίᾳ. Ἐρώτησις ιβ. *) Eἰ τὸ περιέχον ἐπὶ φρουρᾷ καὶ συντηρήσει ἐστὶ τοῦ περιεχομένου, πῶς ὁ θεὸς περιέχων τὸ πᾶν οὐκ ἐπὶ φρουρᾷ τοῦ κακοῦ καὶ διαμονῇ περιέχει τὸ πᾶν; Καὶ γὰρ ἐν τῷ μέρει τοῦ παντὸς τὸ κακὸν θεωρεῖται. Ἀπόκρισις. Τὸ πᾶν ἔργον ἐστὶ τοῦ θεοῦ, καὶ τηρῶν ὁ θεὸς τὸ πᾶν τὸ ἔργον ἑαυτοῦ τηρεῖ· καὶ ὥσπερ οὐκ ἐποίησεν ὁ θεός τι φύσει κακόν, οὕτως οὐδὲ τηρεῖ τι φύσει κακόν. Ἐρώτησις ιγ. Eἰ γίνεται ἡ ἀνάστασις διὰ τὴν τῶν βεβιωμένων ἑκάστῳ ἀντίδοσιν, πῶς τὰ βρέφη ἢ καὶ τὰ ἐν γαστρὶ τελευτήσαντα περιττῶς οὐκ ἀνίστανται, οὔτ' ἔργων ἀμοιβὰς κομιζόμενα οὔτε ἀνέσεως ἢ θλίψεως διὰ τὸ τῆς ἡλικίας ἄωρον λαβεῖν δυνάμενα αἴσθησιν; Ἀπόκρισις. Τῷ πιστεύοντι ἀληθὲς εἶναι τὸ Σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει, τούτῳ δυνατὸν καὶ πρέπον ἐστὶ τὸ πι στεύειν καὶ τῶν βρεφῶν τὴν ἀνάστασιν. Ὁ γὰρ τὴν ἀφθαρσίαν αὐτοῖς παρέχων δύναται καὶ τὴν αἰσθητικὴν τῶν προσόντων ἀγαθῶν χαρίσασθαι αὐτοῖς δύναμιν. Ὧν εἰ μὴ γίνεται ἀνά στασις, εὑρεθήσεται ὁ θεὸς μάτην πλασάμενος αὐτά· εἰ δὲ μάτην ποιεῖ ὁ θεὸς οὐδέν, ἀνάγκη ἄρα καὶ τὰ βρέφη εἰς τὸ εἶναι παραγενέσθαι διὰ τῆς ἀναστάσεως. Πῶς δ' οὐκ ἄκαιρον τὸ πρὸς τὴν ἐκδίκησιν τῆς τῶν βρεφῶν ἀναιρέσεως κατακρί νειν τὸν Ἡρώδην, τῶν βρεφῶν οὐκ ὄντων τῶν ἐκδικουμένων; Μαρτυρεῖ δὲ τούτοις τὰ τοῦ βαπτιστοῦ Ἰωάννου ἐν τῇ κοιλίᾳ τῆς μητρὸς τῆς ἀγαλλιάσεως σκιρτήματα καὶ ὁ ὕμνος τῶν νηπίων καὶ θηλαζόντων. Ἐρώτησις ιδ. Eἰ ἐψευσμένον τυγχάνει καὶ μάταιον τὸ ὑπὸ τῶν αἱρετι κῶν διδόμενον βάπτισμα, διὰ τί οἱ ὀρθόδοξοι τὸν προσφεύ γοντα τῇ ὀρθοδοξίᾳ αἱρετικὸν οὐ βαπτίζουσιν, ἀλλ' ὡς ἐν ἀληθεῖ τῷ νόθῳ ἐῶσι βαπτίσματι; Eἰ δὲ καὶ χειροτονίαν τύχοι παρ' ἐκείνων δεξάμενος, καὶ ταύτην ὡς βεβαίαν αὐτοὶ ἀπο δέχονται. Πῶς οὖν ὁ δεχθεὶς καὶ οἱ δεξάμενοι τὸ ἄμεμπτον ἔχουσιν; Ἀπόκρισις. Τοῦ αἱρετικοῦ ἐπὶ τὴν ὀρθοδοξίαν ἐρχομένου τὸ σφάλμα διορθοῦται τῆς μὲν κακοδοξίας τῇ μεταθέσει τοῦ φρονήμα τος, τοῦ δὲ βαπτίσματος τῇ ἐπιχρίσει τοῦ ἁγίου μύρου, τῆς δὲ χειροτονίας τῇ χειροθεσίᾳ, καὶ οὐδὲν τῶν πάλαι μένει ἄλυτον. Ἐρώτησις ιε. Eἰ οὐχ ἥμαρτεν ὁ Ἰὼβ ἀρασάμενος τὴν ἡμέραν, δῆλον ὅτι ὡς δίκαιος ἠκούσθη. Καὶ εἰ μὲν ἠκούσθη, τὸν οἰκεῖον ὁ θεὸς ἀνέτρεψεν ὅρον, καὶ ἀνάγκη ζητεῖν ἐν τῇ θείᾳ γραφῇ τὴν