ΤOΥ AΓIOΥ IOΥΣΤIΝOΥ ΦIΛOΣOΦOΥ ΚAI ΜAΡΤΥΡOΣ EΡΩΤHΣEIΣ EΛΛHΝIΚAI ΠΡOΣ ΤOΥΣ ΧΡIΣΤIAΝOΥΣ

 λῶν ἀπόρων, τῶν παρὰ τοῖς λιθοκαρδίοις κινουμένων, ἔστι καὶ τοῦτο. ιε. Eἰ γὰρ δεῖ, φησί, σώους ἀνίστασθαι τοὺς τετελευ τηκότας, πῶς, εἰ συμβαίη ἄνθρωπ

 ἄλογον γὰρ τὸ κεχρῆσθαι μὲν ταῖς τοῦ ἀσωμάτου ἐνεργείαις, ἀγνοεῖν δὲ τοῦ ἀσωμάτου τὴν ὕπαρξιν. Ἄλλο. ∆ύο εἰσὶν ἐν ἡμῖν καταληπτικαὶ τῶν πραγμά των δυν

 δὲ ἡ οὐσία κατὰ τὴν πρώτην διαίρεσιν εἰς σῶμα καὶ ἀσώματον, πῶς οὐκ ἔστι τὸ ἀσώματον οὐσία ἐφ' ἑαυτῆς ὑπάρχουσα Ἄλλο. Τὸ δυνάμενον ἑαυτὸ χωρίζειν τοῦ

 σεως ὑποστησαμένου, τοῦ ἡμῖν γνωσθέντος διὰ προῤῥήσεως καὶ διδασκαλίας προφητῶν τε καὶ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῶν αὐτοῦ ἀποστόλ

 πῶς οὐκ ἔστιν ἐφ' ἑαυτῆς ἡ ψυχή Ἐρώτησις. Τί διαφέρει θεὸς ψυχῆς Ἀπόκρισις. Ἠι διαφέρει τὸ δημιουργὸν καὶ δεσπότην εἶναι τοῦ δη μιουργὸν καὶ δεσπότη

 μὲν διὰ χρειώδη τινὰ δύναταί τις ἔχειν, ἀγενεσίαν δὲ οὐκέτι· τὸ γὰρ ἀγένητον χωρὶς πάσης χρειώδους αἰτίας δεῖ ὑπάρχειν ἀγένητον. Ἄλλο. Eἰ πρῶτον μὲν σ

 γίνεται εἰς τὰ στοιχεῖα ἐξ ὧν τὴν ἀρχὴν συνετέθησαν. Eἰ καὶ ὁ τρόπος τῆς μέρων ἀναλύσεως γίνεται διὰ τῆς ὑπ' ἀλλή λων βρώσεως, ἀλλὰ πάσης ἀναλύσεως τῆ

 λουσι τὴν ἀνάστασιν οἱ ταύτην ἀπιστοῦντες Ἀλλ' εἰ μὲν τῷ πρώτῳ, ψευδής ἐστιν ὁ λόγος· οὐ γὰρ κατὰ ἀνάκτισιν ἀσύμ μετρος γίνεται ἡ διάμετρος τῇ πλευρᾷ

 ἀσθενοῦσι. Τὸ γὰρ ἰχθυόβρωτον γενέσθαι τὸν ἄνθρωπον ἀπο ρίαν μὲν ἔχει, ἀπόδειξιν δὲ οὔ. Ἀδύνατον γὰρ τὸ αὐτὸ πρᾶγμα καὶ θεότητι ὑποπεσεῖν ὡς γεγονός·

 Πλάτωνος ἐκ τοῦ εἶναι αὐτὸν ἄνθρωπον εἰς τὸ γενέσθαι αὐτὸν μύρμηκα, μεταγενέσθαι καὶ τὸν θεὸν τοῦ εἶναι ὅ ἐστιν. Eἰ δὲ ὁ Πλάτων μὲν μεταφέρεται, ὁ δὲ

 ἀπέβαλε ταύτην, πῶς οὐκ ἔστιν ἄλογον τὸ ὡς ἐπ' ἀδυνάτῳ πράγματι ἀπιστεῖν θεῷ, ἐπαγγειλαμένῳ καθ' ὁμοίωσιν τοῦ ἐγερθέντος ἐκ τῶν νεκρῶν ὑπ' αὐτοῦ εἰς ἄ

 μ. Eἰ καλὸν μὲν τὸ εἶναι ἡμᾶς ἐν τῷ παρόντι θνητούς, κάλλιον δὲ τὸ εἶναι ἡμᾶς ἀθανάτους ἐν τῷ μέλλοντι, πῶς οὐκ ἔστιν ἄτοπον τὸ λέγειν τὸν θεὸν δυνατὸ

πῶς οὐκ ἔστιν ἐφ' ἑαυτῆς ἡ ψυχή; Ἐρώτησις. Τί διαφέρει θεὸς ψυχῆς; Ἀπόκρισις. Ἠι διαφέρει τὸ δημιουργὸν καὶ δεσπότην εἶναι τοῦ δη μιουργὸν καὶ δεσπότην ἔχειν, καὶ ᾗ διαφέρει τὸ ὑπὲρ τὸ ὂν τοῦ ὄντος. Ἐρώτησις. Eἰ μετὰ βουλῆς ποιεῖ ὁ θεός, ὀργάνῳ κεχρημένος ἢ ἄνευ ὀργάνου; Ἀπόκρισις. Ἀνενδεής ἐστιν ὁ θεὸς παντὸς τοῦ ἔξωθεν τῆς ἑαυτοῦ φύσεως· καὶ ὥσπερ ἄνευ ὀργάνου βουλεύεται, οὕτως καὶ ἄνευ ὀργάνου ποιεῖ. Eἰ γὰρ ἅμα τῷ βούλεσθαι αὐτὸν γενέσθαι τι ὑφίσταται βουληθέντος, πῶς οὐ περιττὴ τῶν ὀργάνων ἡ χρῆσις τῶν γινομένων; Ἐρώτησις. Eἰ ἄνευ βουλῆς ποιεῖ ὁ θεός, πότερον ἀλόγως ποιεῖ ἄνευ διανοίας καὶ ἐπισκέψεως ἢ μετά τινος ἐπικρίσεως; Καὶ εἰ μετὰ ἐπικρίσεως, τίνος ἐνδείᾳ ἐπικρίσεως δεῖται; Eἰ δὲ ἀκρίτως, ποίῳ τῷ λόγῳ; Ἀπόκρισις. Eἰ γνωστὰ τῷ θεῷ τὰ ἔργα αὐτοῦ, τὰ δὲ γνωστὰ λόγῳ ἐστὶ γνωστά, πῶς οὐ λόγῳ γινώσκει ὁ θεὸς ἃ ποιεῖ; Τὸ δὲ μετὰ διανοίας καὶ ἐπισκέψεως καὶ ἐπικρίσεως ποιεῖν τι τῶν παρ' ἡμῖν τεχνιτῶν ἐστιν ἴδιον, τῶν τούτοις πρὸς ἄμεινον τέλος τῶν γινομένων ἀφικνουμένων, ὁ δὲ θεός, ἅτε μήτε προσ λαμβάνων γνῶσιν μήτε ἀποβάλλων γνῶσιν, οὐδενὸς τούτων δεῖται. Ἐρώτησις. Eἰ τὸ ὅλως γενητὸν δύναται ἄφθαρτον εἶναι, ποίῳ τῷ λόγῳ; Ἀπόκρισις. Ὧν ἡ ἀφθαρσία ἐκ τῆς ἑτέρου βουλῆς ἐξήρτηται, ταῦτα οὐ δύναται ἀγενήτως ἄφθαρτα εἶναι· διὸ μόνον τὸν θεὸν λέγομεν ἔχειν ἀθανασίαν, ὅτι ἐκ τῆς οἰκείας φύσεως καὶ οὐκ ἐκ τῆς ἑτέρου βουλῆς πρόσεστιν αὐτῷ ταῦτα. Ἄλλο. Ὁ θεὸς εἰ ὑπὲρ μὲν τοὺς ἀφθάρτους ἐστὶν ὡς τούτων ποιητής, ὑπὲρ δὲ τὸ ἀγένητον οὐκ ἔστιν (οὐδὲ γάρ ἐστιν τῶν ἀγενήτων δημιουργός), οὐκ ἄρα ἕπεται τῷ ἀφθάρτῳ τὸ ἀγένητον. Ἄλλο. Eἰ ἄφθαρτός ἐστιν ὁ θεὸς τῇ αὑτοῦ φύσει, ἄφθαρτος δὲ καὶ ἡ ψυχὴ τῇ βουλήσει τοῦ δημιουργοῦ, πῶς ἐν τοσαύτῃ ἀφθαρσίας διαφορᾷ ἕπεται καθ' ὑμᾶς τῷ ἀφθάρτῳ τὸ ἀγένητον; Ἄλλο. Eἰ οὖν τελεῖ τι πρὸς σύστασιν τῶν φθαρτῶν, πῶς οὐκ εἰσὶ τῶν φθορίμων πραγμάτων τὰ ἄφθαρτα ὑπουρ γικά, τῆς αἰτίας τῆς ἀφθαρσίας αὐτῶν πρὸς τὴν τοιαύτην ἀγούσης αὐτὰ ὑπουργίαν; Ἀλλ' εἰ τοῦτο, δῆλον ὅτι ἀφθαρσίαν