1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

6

περὶ τῆς ἁρμονίου μουσικῆς τῶν ᾀσμάτων, ἢ τῶν ᾀδόντων τὰ ψυχοτερπῆ μέλη καὶ τῶν τῷ θεῷ κεκληρωμένων σπουδάσματα πῶς τῷ λόγῳ σημανῶ; 10.5 πῶς δὲ τὴν τούτων διαγράψωμαι δήλωσιν; μέχρι γὰρ τοῦδε τοῦ διηγήματος οὐκ οἶδ' ὅπως τῇ ῥύμῃ τοῦ λόγου συναπαχθεὶς καὶ τῆς οἰκείας ὥσπερ ἰδιωτείας ἐπιλαθόμενος ἐπειρώμην μετρίως πως, καὶ ὡς οὐκ ἄν τις ἄλλος τῶν λίαν ἀμαθῶν καὶ ἀγροίκων, τῶν παρὰ τῆς σῆς ἀρετῆς αἰτηθέντων τὴν δήλωσιν διαγράφεσθαι· 10.6 τὸ δ' ἀπὸ τούτου, καὶ μάλισθ' ὅτι τῆς εὐρύθμου τῶν ᾀσμάτων ἐμνήσθην ἡδυφωνίας, οὐκ οἶδα τίς γένωμαι ἢ ποῖ τῷ λόγῳ χωρήσω, ποῖον δὲ παραλείπω τῶν ἡδίστων ἐκείνων καὶ εὐτάκτων μελῳδημάτων, οἷς συνέψαλλον καὶ συνεόρταζον ἄνθρωποι ταῖς οὐρανίαις δυνάμεσιν. 10.7 εἰ γάρ τις τὴν μοῦσαν ἐκείνην, τὴν ἐκ παντὸς στόματος ὑφ' ἓν τῷ θεῷ ἀναπεμπομένην τοὺς ὕμνους ἐν ταῖς πανδήμοις συνάξεσι, τῷ ἤχῳ τῶν ἑορταζόντων ἀγγέλων, ἔνθα εὐφραινομένων πάντων ἡ κατοικία, ἐξεικονίσαι θελήσειεν, οὐδὲν τοῦ δέοντος ἁμαρτήσεται. 11.1 Ναοὶ γάρ τινες παμμεγέθεις καὶ περικαλλεῖς τῇ ποικίλῃ διακοσμήσει, διὰ μέσου προβεβλημένοι τῆς πόλεως ὥσπερ τινὰ κοινὰ πρὸς τὸ θεῖον ἐξιλαστήρια, καὶ τούτων μάλιστα ὁ τῆς παντουργοῦ καὶ θείας τοῦ ὑπερουσίου λόγου σοφίας οἶκος, καὶ ὁ τῆς ἀειπαρθένου πανάγνου καὶ θεομήτορος, ἀλλὰ μὴν καὶ ὁ τοῦ προλεχθέντος πανενδόξου καὶ καλλινίκου μάρτυρος ∆ημητρίου, ἔνθα τοὺς θείους ἄθλους διήνυσε καὶ τὸ βραβεῖον τῆς νίκης ἐδέξατο, οἱ καὶ τὸν ἅπαντα δῆμον ταῖς κατὰ περίοδον ἐπανιούσαις τῶν ἑορτῶν ἡμέραις ἐν ἑαυτοῖς ἐκκλησιάζοντες, ἀνεκλάλητον εὐφροσύνην καὶ πνευματικὴν χαρμονὴν τοῖς συνιοῦσιν ἐβράβευον. 11.2 ἐκεκλήρωντο γὰρ ἐν ἑκάστῳ τούτων τάγματα ἱερέων, δι' ὧν ἡ μυστικὴ 11.2 τελεῖται λατρεία, καὶ ἀναγνωστῶν συστήματα, δι' ὧν ἡ τῶν ᾀσμάτων σπουδάζεται ὑμνῳδία, ἀμοιβαδὸν τοὺς στίχους ἀλαλάζοντες, καὶ ταῖς χειρονομίαις τῶν μελῶν τὸν φθόγγον διατιθέντες, καὶ μεγάλην τινὰ καὶ ἀξιοθέατον χορείαν συνιστῶντες, τῷ τε εἴδει τῆς ἀστραπτούσης στολῆς τὰς τῶν ὁρώντων θέλγοντες ὄψεις, καὶ τῇ τεχνωμένῃ τῶν ψαλμῶν λύρᾳ τὴν ἀκοὴν κατατέρποντες. 11.3 τί γὰρ ἦν πρὸς τοῦτον τὸν ὕμνον ὁ μυθικὸς Ὀρφεὺς ἢ ἡ Ὁμηρικὴ μοῦσα ἢ τὰ τῶν Σειρήνων ληρήματα, τῷ ψεύδει τῶν πλασμάτων ἀναγραφόμενα, οἷς λόγος μὲν ἐπαίνων οὐδεὶς ἀληθής, φῆμαι δὲ ψευδεῖς τοὺς ἀνθρώπους πλανῶσαι καὶ πρὸς ἀπάτην ἀνδραποδίζουσαι. 11.4 μάτην οὖν ἐν τούτοις ἐψευδοκτύπησαν Ἕλληνες, τὴν ἀληθῆ γνῶσιν τῶν πραγμάτων ἀφῃρημένοι καὶ ταῖς κενολογίαις τῆς αὐτῶν δεισιδαιμονίας καθ' ἑαυτῶν ὁπλισάμενοι. 11.5 ἡμῖν δὲ καὶ τὸ σεβαζόμενον ἦν ἀληθὲς καὶ αὐτὸ δὲ τὸ ὑμνούμενον. 12.1 Ἔνθα δή μοι καὶ θάμβος ἐπέρχεται καὶ φρίκη καὶ ἔκπληξις, ὅταν κατὰ νοῦν λάβω πῶς ὁ τοιοῦτος καὶ τοσοῦτος ὕμνος, ὁ μήπω τινὶ τῶν ἄλλων προφερομένων θυσιῶν τῷ μεγέθει ἐξομοιούμενος, ἀθρόον οὕτως ἐσίγησε καὶ εἰς οὐδὲν ἐλογίσθη καὶ ὡς ὄναρ ὑπανεχώρησε. 12.2 πλήν γε τοῦτο λογίζομαι, ὅτι ἐν ἁμαρτίαις ὄντες τὰ θεῖα κατὰ τὸν ψαλμῳδὸν ἐδιηγούμεθα δικαιώματα, καὶ τὸ μοχθηρὸν ἡμῶν τῶν τρόπων ἀδόκιμον τὸ περιφανὲς τοῦτο καὶ σεβάσμιον ἀπειργάσατο, ἀνάξιον κρίναντος τοῦ θεοῦ βεβήλοις καὶ ἐναγέσι χείλεσιν ὑμνεῖσθαί τε καὶ γεραίρεσθαι. 12.3 μέχρι γὰρ τίνος τὴν ἀληθῆ αἰτίαν τοῦ πάντα κίνδυνον ἐπενεχθῆναι ἡμῖν εἰς μέσον οὐ παριστῶμεν, ἵν' ἔχωσι γνῶναι διὰ τοῦ καθ' ἡμᾶς ὑποδείγματος οἱ μετέπειτα ὅπως δεῖ λατρεύειν θεῷ ζῶντι καὶ ἀληθινῷ καὶ ἑαυτοὺς ὑπεράνω παντὸς ὀλέθρου διατηρεῖν, ἵνα μὴ τοῖς ὁμοίοις ἡμῶν τῆς κακίας ὑπολισθαίνοντες πλημμελήμασι τὴν θείαν ἀγανάκτησιν ἐφ' ἑαυτοὺς ἐπισπῶνται. 12.4 οὐδὲ γὰρ ἄλλου τινὸς ἕνεκεν τῆς μεγάλης ἀπειλῆς ἐκείνης, ἧς καὶ μεμνημένος ἐξίσταμαι, διὰ πείρας γεγόναμεν, ἀλλ' ἢ διὰ μοχθηρᾶς καὶ κακῆς προαιρέσεως, 12.5 εἴτε διὰ τὸ παρηλλαγμένον καὶ διάφορον τῆς τε πολιτείας καὶ τῶν ἠθῶν, τῶν συνεισρεόντων τῇ πόλει ἀνθρώπων ἐκ παντὸς ἔθνους καὶ τόπου ἄλλων ἄλλο τι συνεισφερόντων κακὸν καὶ τούτου τῷ πλησίον