1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

6

ὥσπερ καὶ τῶν ὅπλων τὸ δύσμαχον ἀπὸ Γαλατῶν. καὶ μάρτυρες μὲν τούτων ὅ τε Καπίτων καὶ Φοντήϊος, ἐξ ὧν καὶ ὁ διδασκαλικώτατος Οὐάρρων, Ῥωμαῖοι πάντες, μεθ' οὓς Σαλούστιος οὗτος ὁ ἱστορικὸς ἐπὶ τῆς πρώτης ἱστορίας σαφῶς ἀναδιδάσκει. 1.38 Ῥαμνίτας καὶ Τιτίους ἱστῶν καὶ Λούκερας· τὰς δὲ αἰτίας τουτωνὶ τῶν ὀνομάτων ἐν τοῖς περὶ μηνῶν, ὡς εἴρηται, τεθεῖσιν ἡμῖν ἀποδεδώκαμεν. 1.39 Γλωσσίδα τινὰ ἤγουν διάβλημα, χρυσοτελὲς καὶ αὐτό, εἰς βότρυος σχῆμα πεποιημένον δι' ἣν ἐν τῇ περὶ μηνῶν συγγραφῇ ἀποδεδώκαμεν αἰτίαν. 1.40 Πάλαι γὰρ καὶ νῦν δὲ παρ' αὐτοῖς τῶν ὅπλων στρατεύμασιν ἐπιφέρεται ὁ τῶν λεγομένων βιάρχων πρῶτος ῥάβδον κλήματι ἐξ ἀργύρου πεποιημένῳ περιπεπλεγμένην πρὸς τιμῆς τοῦ ποτε τιμηθέντος ∆ιονύσου, ὡς ἐν τοῖς περὶ μηνῶν ἀποχρώντως ἡμῖν ἀνήνεκται. 1.41 Ὅτι βηξιλλατίωνες οἱ Ῥωμαίων ἱππεῖς καὶ βήξιλλα παραπετάσματα ἐκ πορφύρας καὶ χρυσοῦ εἰς τετράγωνον σχῆμα πεποιημένα· ταῦτα ἐξαρτῶντες ἐπὶ μακρῶν δοράτων, κύκλῳ παραπορευόμενοι τῶν βασιλέων κατασκέπτουσιν αὐτούς. εἶεν δ' ἂν τὰ λεγόμενα φλάμμουλα. 2.t LIBER ALTER. Περὶ ἡμέρας. 2.1 ... ἀναγκαῖόν μοι δοκεῖ περὶ τῶν μηνῶν εἰπεῖν, ὅθεν καὶ ὅπως τὴν προσηγορίαν αὐτῶν ἕκαστος εἴληφε, καὶ ἅπερ καθ' ἕκαστον αὐτῶν τοῖς Ῥωμαίοις πάλαι παρατετήρηται, ὅσα γε ἡμεῖς ἐκ τῶν Ῥωμαϊκῶν ἱστοριῶν παρειλήφαμεν· πρὸς τούτοις καὶ περὶ διαφορᾶς ἔτι πρότερον ἐνιαυτῶν, αἰώνων τε καὶ χρόνων καὶ ἀρχῆς ἡμερῶν. γένοιτο ἂν καὶ τοῦτο ὥσπερ ἥδυσμά τι ταῖς τῶν πολλῶν ἀκοαῖς. 2.2 Ἡ φυσικὴ ἡμέρα ἀπὸ τῶν ἡλίου ἀνατολῶν ἕως δυσμῶν λαμβάνεται, ἀλλ' οὐ παρὰ πᾶσιν οὕτως. Βαβυλώνιοι μὲν γὰρ ἀπὸ ἀνατολῶν ἡλίου ἕως αὐτῶν λαμ βάνουσι δυσμῶν, νυκτὸς οὐδ' ὅλως μνήμην ποιούμενοι, οἷα οὐ καθ' ὑπόστασιν ἀλλὰ μᾶλλον κατὰ συμβεβηκὸς γινομένης. Αἰγύπτιοι δὲ καὶ Ἑβραῖοι ἀπὸ ἀρχῆς ἑσπέρας τὴν ἐπιφοιτῶσαν συναριθμοῦντες ἡμέραν ἕως τῆς ἐπιούσης πάλιν ἑσπέρας, τὴν προλαβοῦσαν δηλονότι νύκτα μετὰ τῆς ἐπακολουθούσης ἡμέρας συνενοῦντες καὶ μίαν ἀμφοτέρας ὀνομάζοντες ἡμέραν, ἀρχόμενοι δὲ πρότερον ἀπὸ τῆς νυκτός, διὰ τὸ ἀρχεγονώτερον εἶναι τὸ σκότος τοῦ φωτὸς καὶ πρὸ τῆς τοῦδε τοῦ παντὸς διακοσμήσεως ἔρεβος καὶ σκότος προϋποτίθεσθαι τοὺς κοσμογράφους, νύκτα δὲ πάντων μητέρα ὀνομάζειν· ὅθεν καὶ οἱ μυθικοὶ ἀπὸ Λητοῦς τεχθῆναι Ἄρτεμιν ποιοῦσι καὶ Ἀπόλλωνα, καὶ πρώτην Ἄρτεμιν, οἱονεὶ ἀερότεμιν Σελήνην, μεθ' ἣν τὸν Ἥλιον. εἴη δ' ἂν Λητὼ ἡ νύξ· καὶ γὰρ λήθη κατ' αὐτὴν καὶ ὕπνος ἐπιγίνεται. οἵ γε μὴν Οὖμβροι, ἔθνος Ἰταλικὸν καὶ ἀστρο λόγον, ἀπὸ μεσημβρίας τὴν ἀρχὴν τῆς ἡμέρας λαμβάνουσιν, ἕως πάλιν τῆς ἄλλης μεσημβρίας μίαν λέγοντες ἡμέραν, ὥσπερ καὶ οἱ ἀστρολόγοι ἐπὶ ταῖς γενέσεσιν. Ἀθηναῖοι δὲ καὶ αὐτοὶ ἀπὸ δυσμῶν εἰς δυσμὰς ὥσπερ καὶ οἱ Ἑβραῖοι, Ῥωμαῖοι δὲ τὸ μὲν πρῶτον ἴσα τοῖς Βαβυλωνίοις κατὰ τὸν φυσικὸν νόμον καὶ αὐτοὶ τὴν ἡμέραν μόνην ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν ἡμέραν ὡρίζοντο, τὴν νύκτα μηδὲν λογιζόμενοι· ὕστερον δὲ ἀπὸ μέσης νυκτὸς ἤγουν τῆς ἀρχῆς τῆς ἑβδόμης ὥρας αὐτῆς καὶ ἕως μέσης πάλιν τῆς ἐπιούσης νυκτὸς ἐτύπωσαν τὴν ἡμέραν καὶ νομίζεσθαι καὶ ὀνομάζεσθαι. 2.3 Πάντας τοὺς ῥυθμοὺς ἐκ τῆς τῶν πλανήτων κινήσεως εἶναι συμβαίνει· ὁ μὲν γὰρ Κρόνος τῷ ∆ωρίῳ, ὁ δὲ Ζεὺς τῷ Φρυγίῳ, ὁ δ' Ἄρης τῷ Λυδίῳ καὶ οἱ λοιποὶ τοῖς λοιποῖς κινοῦνται κατὰ τὸν Πυθαγόραν πρὸς τὸν ἦχον τῶν φωνηέντων· ὁ μὲν γὰρ Ἑρμοῦ τὸν α, ὁ δ' Ἀφροδίτης τὸν ε, ὁ δ' Ἥλιος τὸν η, καὶ ὁ μὲν τοῦ Κρόνου τὸν ι, ὁ δὲ