Ἐν δὲ τῇ δύσει κατὰ τὴν τρίτην ἰνδικτιῶνα, ἀρχόντων τῶν περὶ τὸν Ἴστρον πόλεων τοῦ μαγίστρου Βασιλείου τοῦ Ἀποκάπη καὶ τοῦ 114 μαγίστρου Νικηφόρου τοῦ Βοτανειάτου, τὸ τῶν Οὔζων ἔθνος, γένος δὲ καὶ οὗτοι σκυθικὸν καὶ τῶν Πατζινάκων εὐγενέστερον καὶ πολυπληθέστερον, παγγενεὶ μετὰ τῆς ἰδίας ἀποσκευῆς τὸν Ἴστρον περαιωθὲν ξύλοις μακροῖς καὶ λέμβοις αὐτοπρέμνοις καὶ βύρσαις, τοὺς διακωλύοντας τὴν αὐτῶν περαίωσιν στρατιώτας, Βουλγάρους τέ φημι καὶ Ῥωμαίους καὶ λοιποὺς τοὺς ὄντας σὺν αὐτοῖς, κατηγωνίσαντο αἰφνιδίως καὶ τοὺς ἡγεμόνας αὐτῶν, τόν τε Ἀποκάπην Βασίλειον καὶ τὸν Βοτανειάτην Νικηφόρον, αἰχμαλώτους ἀπήγαγον καὶ τὴν περὶ τὸν Ἴστρον πᾶσαν ἐπλήρωσαν ὕπαιθρον. Συνεποσοῦτο γὰρ τὸ ἔθνος, ὡς οἱ εἰδότες διεβεβαιοῦντο, εἰς ἑξήκοντα μυριάδας μαχίμων ἀνδρῶν καὶ πολεμιστῶν. Μοῖρα δέ τις αὐτῶν οὐκ ἐλαχίστη, τούτων ἀποτμηθεῖσα, ἄχρι Θεσσαλονίκης καὶ αὐτῆς Ἑλλάδος εἰσήρρεισε καὶ πᾶν τὸ προστυχὸν κατελυμήνατο καὶ ἐκεράισε καὶ λείαν ἤλασεν οὐκ ἀριθμητήν. Χειμῶνι δὲ περιπεπτωκότες πολλῷ ὅτε πρὸς τοὺς σφετέρους ὑπέστρεφον, οὐ μόνον τὰ ἀλλότρια, ἀλλὰ καὶ τὰ ἑαυτῶν σχεδὸν ἀπέβαλον ἅπαντα καὶ δυστυχῶς εἰς τὴν παρεμβολὴν ἐπανέζευξαν. Ὁ δὲ βασιλεὺς πυνθανόμενος περὶ τοῦ πληθυσμοῦ ἤσχαλλε μὲν καὶ ἠδημόνει, στρατιὰν δὲ ἀθροῖσαι καὶ δυνάμεις ἀξιομάχους ἀφεῖναι κατ' αὐτῶν ὀκνηρότερος ἦν, ὡς μέν τινες ἔλεγον τῶν ἀναλωμάτων φειδοῖ ἦν γάρ, ὡς ἔφημεν, φιλοχρήματος καὶ τὸν ὀβολὸν παντὸς προτιμῶν ὡς δ' ἔνιοι, μὴ ἀποθαρρῶν πρὸς τοσαύτην ἰσχὺν ἀντιπαρατάξασθαι· ἅπαντες γὰρ ἀπρόσμαχον τῶν ἐναντίων τὸ πλῆθος διισχυρίζοντο, καὶ ἀμήχανος ἐδόκει πᾶσιν ἡ λύτρωσις καὶ μετοικίαν ἤδη οἱ πλείους ἐβουλεύοντο. Ὁ δὲ βασιλεὺς πρεσβείαν πρὸς τοὺς ἐθνάρχας 115 αὐτῶν ἐσταλκὼς ἐπειρᾶτο ὡς οἷόν τε παρενεγκεῖν αὐτοὺς καὶ καταστεῖλαι, 115 πολλὰ τούτοις ἀποστείλας ἐπαγωγὰ καὶ θελκτήρια· χαρίσμασι γὰρ ἐνίους αὐτῶν ἁδροῖς ἐδεξιώσατο. Μέγιστον δὲ τὸ ἔθνος ὂν καὶ διὰ τοῦτο πρὸς πορισμὸν τῶν ἀναγκαίων ὁσημέραι ἐπιρρηγνύμενον ἐν πολλοῖς μέρεσι τὴν Βουλγαρίαν, ἤδη δὲ τήν τε Θρᾴκην καὶ τὴν Μακεδονίαν συνέθλιβε. Μὴ φέρων δὲ ὁ βασιλεὺς τὸ λεγόμενον- ἀνέδην γὰρ παρὰ πάντων ὡς φειδωλὸς καὶ γλίσχρος διεσύρετο καὶ διεβάλλετο- ἔξεισι τῆς βασιλίδος καὶ περὶ τὸν τόπον ὃς Χοιροβάκχοι καλεῖται τὴν σκηνὴν πήγνυσιν, οὐ πλείους τῶν ἑκατὸν πεντήκοντα στρατιωτῶν ἐπαγόμενος μεθ' ἑαυτοῦ. Ὅθεν καὶ πολλοῖς θαυμάζειν ἐπῄει ὅπως μετὰ τοσούτων ἀνδραρίων πρὸς τοσαύτην πληθὺν ἀπεδειλίασεν. Ἐν τοιαύτῃ δὲ παρασκευῇ ὄντος αὐτοῦ καὶ περὶ συναγωγῆς βουλευομένου στρατοῦ δρομαῖοι προσελθόντες τινὲς ἐδήλουν τῷ βασιλεῖ τήν τε τῶν ἡγεμόνων λύτρωσιν καὶ τοῦ ἔθνους παντὸς τὴν ἀπώλειαν, φράζοντες ὡς οἱ μὲν ἡγεμόνες αὐτῶν ἐμβάντες σκάφεσι τὸν Ἴστρον διαβεβήκασι, τὸ δὲ περιλειφθὲν πλῆθος λιμῷ τε καὶ λοιμῷ τοῖς τε παρακειμένοις Βουλγάροις καὶ Πατζινάκοις καταπολεμηθέντες ἄρδην ἀπώλοντο, Θεοῦ τὸ πᾶν ἐργασαμένου. Λέγεται γὰρ ὡς ἀπογνοὺς ὁ βασιλεὺς ἐκ πάντων, νηστείαν παραγγείλας τῷ τε πλήθει καὶ ἑαυτῷ, λιτανείαν ἐκτενῆ ἐποιήσατο, αὐτὸς πεζὸς συμπορευόμενος μετὰ δακρύων καὶ συντετριμμένης καρδίας, καθ' ἣν ἡμέραν ἐφάνη τοῖς ἐν Τζουρουλῷ ἐσκηνωμένοις τῶν Οὔζων πλῆθος στρατιωτικὸν ἐπιστὰν ἐναέριον καὶ διᾷττον σὺν σπουδῇ βέλη ἀφιέναι κατ' αὐτῶν συνεχῆ, ὥστε μηδένα ἐξ αὐτῶν ἀπομεῖναι ἄτρωτον. Ὁ δὲ βασιλεὺς τῷ Θεῷ τε καὶ τῇ Θεοτόκῳ θύσας τὰ χαριστήρια εὐθὺ τῆς βασιλίδος πεπόρευτο. Εὗρε δὲ καὶ ταύτην 116 ἐκπλήξεως γέμουσαν καὶ σῶστρα τῷ Θεῷ ἐπιθύουσαν. Ἀλλὰ καὶ πάντες ἁπλῶς θεοσημίαν τὸ γεγονὸς ἐλογίζοντο καὶ τῇ τοῦ βασιλέως περὶ τὸ θεῖον εὐσεβείᾳ τὸ πᾶν ἀνετίθεσαν, ἀρετῇ καὶ τῇ τοῦ ἄρχοντος ῥοπῇ καὶ περὶ τὸ θεῖον εὐλαβείᾳ τὸ θεῖον ἐπικλινόμενον. Προσῆλθον δὲ τούτων τινὲς μετὰ τὸν τοιοῦτον ὄλεθρον τῷ βασιλεῖ, καὶ χώραν λαβόντες δημοσίαν ἀπὸ τῆς μακεδονικῆς τὰ Ῥωμαίων ἐφρόνησαν καὶ σύμμαχοι καὶ ὑπήκοοι τούτων μέχρι τοῦ