1

 2

 3

 4

 5

 6

 7

6

οὐκ ἔχετε εἰς τὸ ἐσθίειν, καὶ πίνειν; ἢ τῆς ἐκκλησίας τοῦ Θεοῦ καταφρονεῖτε, φησὶ, καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας; Σὺ μὲν νομίζεις, φησὶ, τὸν ἀδελφὸν ὑβρίζειν μόνον, κοινωνεῖ δὲ καὶ ὁ τόπος τῆς ὕβρεως. Ἐκκλησίας γὰρ ὁλοκλήρου καταφρονεῖς. Ἐκκλησία γὰρ διὰ τοῦτο λέγεται, ὅτι κοινῇ πάντας ὑποδέχεται. Τί τοίνυν τῆς οἰκίας σου τὴν εὐτέλειαν εἰς τὴν ἐκκλησίαν εἰσάγεις; Εἰ γὰρ καταφρονεῖς τοῦ ἀδελφοῦ, αἰδέσθητι τὸν τόπον· καὶ γὰρ ἡ ἐκκλησία ὑβρίζεται. Καὶ οὐκ εἶπεν, Ἀποστερεῖτε τοὺς μὴ ἔχοντας, ἢ, Οὐκ ἐλεεῖτε τοὺς μὴ ἔχοντας, ἀλλὰ τί; Καταισχύνετε τοὺς μὴ ἔχοντας. Ἐντρεπτικώτατα τὴν ἀσωτίαν αὐτῶν ἐτραγῴδησεν. Οὐ γὰρ οὕτω μέλει τῷ πένητι, φησὶν, ὑπὲρ τῆς τροφῆς, ὡς ὑπὲρ τῆς ὕβρεως. Ὅρα πῶς καὶ ὑπὲρ τούτου σεμνῶς ἀπελογήσατο, κἀκείνων σφοδρότερον καθήψατο. Τί ὑμῖν εἴπω; ἐπαινέσω ὑμᾶς; Ἐν τούτῳ οὐκ ἐπαινῶ. Τί τοῦτο; Μετὰ τὴν ἀπόδειξιν τῆς ἀτοπίας ὑφειμένη ἡ 51.259 κατηγορία, καὶ μάλα εἰκότως, ἵνα μὴ ἀναισχυντότεροι γένωνται. Πρὶν ἢ μὲν γὰρ ἀποδεῖξαι τὸ πρᾶγμα ἄτοπον, ἀπηρτισμένην ἐξήνεγκε τὴν ἀπόφασιν, εἰπών· Τοῦτο δὲ παραγγέλλων οὐκ ἐπαινῶ· ὅτε δὲ ἀπέδειξεν ἀκριβῶς πολλῶν ὄντας ἐγκλημάτων ἀξίους, ὑφειμένῃ κέχρηται τῇ διαβολῇ, τῇ τῶν εἰρημένων κατασκευῇ καὶ ἀποδείξει τὸ σφοδρότερον τῆς κατηγορίας ἀφεὶς ἐναποκεῖσθαι. Εἶτα ἐπὶ τὴν μυστικὴν τράπεζαν ἐξάγει τὸν λόγον, μειζόνως αὐτοὺς φοβῆσαι βουλόμενος. Ἐγὼ γὰρ, φησὶ, παρέλαβον ἀπὸ τοῦ Κυρίου, ὃ καὶ παρέδωκα ὑμῖν. Ποία ἀκολουθία αὕτη; Περὶ ἀρίστου διαλέγῃ κοινοῦ, καὶ μυστηρίων φρικτῶν μέμνησαι; Ναὶ, φησίν. Εἰ γὰρ τὰ πνευματικὰ ἐκεῖνα, εἰ γὰρ ἡ τράπεζα ἡ φρικώδης κοινὴ πᾶσι πρόκειται, καὶ πλουσίῳ καὶ πένητι, καὶ οὐχὶ δαψιλέστερον ἀπολαύει ταύτης ὁ πλούσιος, οὐδὲ ἔλαττον ὁ πένης, ἀλλὰ μία τιμὴ, καὶ πρόσοδος μία· καὶ ἕως ἂν πάντες μετασχῶσι καὶ κοινωνήσωσι τῆς πνευματικῆς καὶ ἱερᾶς ταύτης τραπέζης, οὐ συστέλλεται τὰ προκείμενα, ἀλλ' ἑστήκασιν οἱ ἱερεῖς ἅπαντες, καὶ τὸν πάντων πενέστερον καὶ εὐτελέστερον ἀναμένοντες· πολλῷ μᾶλλον ἐπὶ τῆς αἰσθητῆς τοῦτο χρὴ ποιεῖν. ∆ιὰ τοῦτο ἐμνήσθην ἐκείνου τοῦ κυριακοῦ δείπνου. Ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ Κυρίου, ὃ καὶ παρέδωκα ὑμῖν, ὅτι ὁ Κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ, ᾗ παρεδίδοτο, ἔλαβεν ἄρτον, καὶ εὐχαριστήσας ἔκλασε, καὶ εἶπε· Τοῦτό μού ἐστι τὸ σῶμα τὸ ὑπὲρ πολλῶν κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων· Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵματι.

εʹ. Εἶτα πολλὰ διαλεχθεὶς περὶ τῶν ἀναξίως κοινωνούντων τοῖς μυστηρίοις,

καὶ σφόδρα αὐτῶν καθαψάμενος καὶ διελέγξας, διδάξας τε ὅτι τοῖς τὸν Χριστὸν ἀποκτείνασι τὴν αὐτὴν ὑποστήσονται τιμωρίαν οἱ τὸ αἷμα αὐτοῦ καὶ τὸ σῶμα ἁπλῶς καὶ ὡς ἔτυχε λαμβάνοντες, πάλιν εἰς τὴν προκειμένην ὑπόθεσιν τὸν λόγον ἐξήγαγεν, εἰπών· Ὥστε, ἀδελφοὶ, συνερχόμενοι εἰς τὸ φαγεῖν, ἀλλήλους ἐκδέχεσθε. Εἰ δέ τις πεινᾷ, ἐν οἴκῳ ἐσθιέτω, ἵνα μὴ εἰς κρίμα συνέρχησθε. Ὅρα πῶς λανθανόντως καὶ λαιμαργίαν αὐτῶν κατέγνω, καὶ οὐκ εἶπεν, Εἰ δὲ πεινᾶτε, ἀλλ', Εἰ δέ τις πεινᾷ, ἵνα ἕκαστος αἰσχυνόμενος αὐτὸς ὑπεύθυνος φανῆναι τοῖς ἐγκλήμασι, προλαβὼν διορθώσηται. Καὶ εἰς κολάσεως δὲ φόβον τὸν λόγον κατέκλεισεν, 51.260 εἰπών· Ἵνα μὴ εἰς κρίμα συνέρχησθε, τουτέστιν, εἰς κατάκριμα καὶ εἰς ὀνειδισμόν. Οὐ γάρ ἐστι τροφὴ, φησὶν, οὐδὲ τράπεζα ἡ μετὰ αἰσχύνης τοῦ ἀδελφοῦ, ἡ μετὰ καταφρονήσεως τῆς ἐκκλησίας, ἡ μετὰ λαιμαργίας ἢ ἀσωτίας γινομένη. Οὐκ ἔστιν εὐφροσύνη ταῦτα, ἀλλὰ κόλασις καὶ τιμωρία. Μεγάλην γὰρ ἐπισπᾶσθε καθ' ἑαυτῶν δίκην τοὺς ἀδελφοὺς ὑβρίζοντες, τῆς ἐκκλησίας καταφρονοῦντες, οἰκίαν ἰδιωτικὴν τὸν ἅγιον τόπον ποιοῦντες διὰ τὸ καθ' ἑαυτοὺς ἐσθίειν. Ταῦτα καὶ ὑμεῖς ἀκούσαντες, ἀγαπητοὶ, ἐπιστομίζετε τοὺς ἁπλῶς τῇ ἀποστολικῇ κεχρημένους ῥήσει καὶ