1

 2

 3

 4

 5

 6

 7

 8

6

διελέγχων ἄριστα τοὺς οἰκίαν πρὸς οἰκίαν συνάπτοντας, καὶ Ναβουθαὶ διαρπάζειν ἐπειγομένους τὸν ἀμπελῶνα, ὡς οὐκ ὄντος Ἠλιοῦ τοῦ διελέγξοντος. Ἀλλ' ἤγειρεν αὖθις Ἠλίαν τὸ Πνεῦμα τὸ ἅγιον, ἐμφιλοχωροῦν ἐν δικαίων ψυχαῖς. Κατὰ γενεὰν καὶ γενεὰν προφήτας ἀνίστησι, ζηλωτὰς ἔργων ἀγαθῶν, ἀποστυγοῦντας μὲν ὅ τι φαῦλον καὶ ἄτοπον, εἰσοικιζομένους δὲ καὶ ἀντεισάγοντας πᾶν ἔννομόν τε καὶ δίκαιον. ιδʹ. Οὕτως οὗτος ὁ θεῖος ἀνὴρ κριτὴς τῆς ἀδικίας ἐγίνετο· οὐ ταύτῃ κρίνων, ἄπαγε· πῶς γάρ; ἀλλὰ κατακρίνων, καὶ δεικνὺς ταύτην ἀπόβλητον, καὶ τῶν θείων περιβόλων ἀπείργων, ποιοῦντας τὰ ἄδικα. Χήρα γὰρ αὐτὸν ὑπεπίαζε θαμινὰ παρενοχλοῦσα, τρυχομένη τὴν καρδίαν τῷ ἀδικήματι. Καταφύγιον ὥσπερ ὀχυρόν τι καὶ ἀκαθαίρετον τουτονὶ καταλαμβάνει τὸν τοῦ Θεοῦ ἄνθρωπον, ἀσφαλῶς οὐχ ἥκιστα βεβουλευομένη. Τίνα γὰρ ἂν ἕτερον εὕρατο τοῦ πάθους ἀντιληψόμενον; ἄρχοντα; ἀλλ' ἦρχε τῶν ἀρχόντων ἡ ταῦτα ἐπηρεάζουσα. Βασιλέα; ἀλλὰ τῇ τοῦ μέλους προσπαθείᾳ τὴν γνώμην κατεθηλύνετο. Σὰρξ γὰρ ἦν ἐκ τῆς σαρκὸς αὐτοῦ ὀστοῦν αὐτοῦ κεχρημάτικεν ἡ δρῶσα τὸ βίαιον. Καὶ ἣν ἔδει τοὺς ἀδικοῦντας ἐπιστομίζειν, ἀδικεῖν ἠπείγετο. Τί δρᾷς ὦ παράνομον γύναιον; ἁλουργίδα περίκεισαι, οἷα νόμου φύλαξ προβεβλημένη, καὶ νόμον καταπατεῖς; ὢ τῆς ἀῤῥήτου σοφίας τοῦ φήσαντος· Μὴ δότε τὰ ἅγια τοῖς κυσὶ, μηδὲ ῥίπτετε τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων! Αὕτη γὰρ τὸν θεῖον νόμον καταπατήσασα τὸν ἅγιον, τὸν μαργαρίτην δηλαδὴ τὸν πολύτιμον, στραφεῖσα τὴν πενιχρὰν 96.777 χήραν ἔῤῥηξε, τὴν ταύτης ἐφήμερον βιοτὴν διαρπάσασα. Τί πράττει, ὢ ἄπληστον καὶ ἀχάριστον γύναιον; γῆν τε καὶ θάλασσαν δωροφοροῦσαν ἔχουσα, χήρας ἀπόρου κατατρέχεις τοῦ πενιχροῦ κτήματος, ἧς σε δίκαιον ἦν ἀνταλλάξασθαι βίον; λόγῳ δὲ βεβαιοῦσα τὸν νόμον, ἔργῳ τοῦτον δρᾷς ἀποκήρυκτον; οὐκ ᾐδέσθης τὸν πατέρα τῶν ὀρφανῶν καὶ κριτὴν τῶν χηρῶν; ἀλλ' ἤκουσεν ὄντως ὁ τοῖς θείοις λόγοις ἀεὶ τρεφόμενος τῆς θεοπνεύστου ῥήσεως· Κρίνατε ὀρφανὸν, καὶ δικαιώσατε χήραν· καὶ Ἠλίαν ἔχων τοῦ ζήλου ποδηγὸν τὸν πυρίπνοον, Ἰωάννου μιμεῖται τὴν παῤῥησίαν, οὐκ ἔξεστί σοι λέγων ἔχειν τὸν ἀμπελῶνα τῆς ἀδελφῆς σου. Οἴει γὰρ τὴν φύσιν ἐκβεβηκέναι, εἰ καὶ τὴν ἀξίαν ὑπερέβης τῷ τυραννικῷ ἀξιώματι; Ἀρχὴ γὰρ νόμῳ τυπουμένη βασιλεία καθίσταται, παρανομίᾳ δὲ στοιχειουμένη, τυραννὶς οὐκ ἀδίκως κατονομάζεται. Οὐκ ἀνέγνως Ἰεζαβὲλ τὸ δραματούργημα; τί τουτονὶ τὸν θεῖον εἰσέρχῃ σηκόν; ἄπαγε πόῤῥω τῶν θείων ἀνακτόρων. Λουτὴρ ὑπάρχει ὁ θεῖος ναὸς, ἀποῤῥίπτων τὰ ἁμαρτήματα. Οὐ τελώνης τὸν Ἰησοῦν ἐφέστιον εἰσδεξάμενος καλῶς διεσκόρπισεν, ἃ κακῶς ἐτελώνησε; καὶ σὺ θύγατερ (ἔτι γάρ σε μέλος οὖσαν, εἰ καὶ δύσχρηστον περιέδω ἐλπίδι τῆς σωτηρίας, σωτηρία δὲ μετανοίας δίχα, τῶν ἀνυπάρκτων καθέστηκεν)· ἀπόδος καλῶς, ἃ κακῶς διήρπασας. ιεʹ. Ταῦτα λέγων, οὐκ ἔπειθεν. Ἔβυσε γὰρ τὴν ἀκοὴν ὡσεὶ ἀσπὶς, οὐκ ἐπαίουσα τοῦ φιλοθέως καὶ σοφῶς φαρμακεύοντος. Ἐπεὶ δὲ τὸ πάθος ἑώρα πάμπαν ἀνίατον, ἐξωθεῖ τοῦ ἱεροῦ θαλάμου τὴν ἔνδυμα γάμου μὴ ἔχουσαν. Εἶτα τί; ἡ Ἰεζαβὲλ πάλιν τοῦ προφήτου κατεξανίσταται, καὶ φεύγει μὲν οὐδαμῶς ὁ κήρυξ τῆς ἀληθείας, οὐδὲ φρουρᾷ παραδίδοται, οἷα φωνὴ βοῶντος, ἀλλ' ὑπερορίαν καταδικάζεται. Ὢ τοῦ ἀτόπου φρονήματος! πάλιν τὸ τοῦ ὄφεως θέλγητρον τῆς Ἐκκλησίας τὸν τοῦ Θεοῦ ἄνθρωπον ἐξορίζειν ἐπείγεται, καὶ τῆς ἐφέσεως οὐ διήμαρτε. Μικρὸν ὅσον τοῦ θείου μακροθύμως ἐπινυστάξαντος βλέμματος, τοῦ βασιλικοῦ ἐξορίζεται ἄστεος, μᾶλλον δὲ προμηθείᾳ Θεοῦ τοῦ θριαμβεύσαντος τῶν αὐτοῦ φιλῶν θεραπευτῶν τὸ ἀῤῥενωπὸν φρόνημα, καὶ πᾶσαν Θεοῦ οἷα Θεοῦ ὣν ἐν αὐτῷ, καὶ σὺν αὐτῷ περιῄει, σὺν Ἀβραὰμ πρὸς ἀλλοδαπὴν καλούμενος, σὺν Μωϋσῇ τῶν βασιλείων φυγαδευόμενος, σὺν Ἠλίᾳ πρὸς τὸ ἄντρον