ἐξ ἐπιδρομῆς εὐεπίβατος ἦν, εἰς ὕψος ὅτι πλεῖστον ἠρμένος, καὶ δυσὶ ταφρείαις διεζωσμένος εἰς βάθος ὀρωρυγμέναις ἀνάλογον), καὶ τὴν τῶν βαρβάρων ἀπόγνωσιν καὶ ἀντίστασιν τὸ μέτρον ἐκβαίνουσαν· ἔγνω, μὴ θανατῶσι καὶ ἀπονενοημένοις ἀνδράσι συμπλέκεσθαι κάτωθεν, καὶ ἀνηνύτοις ἐπιχειρεῖν, ὑψόθεν τε βάλλεσθαι, καὶ τὴν Ῥωμαϊκὴν ἐς οὐδὲν δέον διαφθείρειν παράταξιν· τῷ δὲ λιμῷ παραδώσειν τὸ ἄστυ, ἕως ἂν τὰς ἑλεπόλεις καὶ ὅσα εἰς τειχομαχίαν ἐξεύρηται ὄργανα δεόντως ἐπισκευάσοιτο. ταύτῃ τοι καὶ τὸν πόλεμον ἀναβάλλεται, καὶ τῇ σάλπιγγι τὰς στρατιωτικὰς ἀνακαλεσάμενος φάλαγγας, ἐς τὸν χάρακα ἀπεφοίτα. καὶ τοῦτον κυκλόθεν ἑρκίῳ καὶ ταφρείᾳ ἱκανῶς ὀχυρώσας, τόν τε στρατὸν διεγύμναζε, καὶ ταῖς καθ' ἡμέραν μελέταις πολλὴν τὴν ἐμπειρίαν ταῖς φάλαγξιν ἀπετίθετο, καὶ τὰς ἑλεπόλεις ἐκλογῇ τεχνιτῶν ἐτεκταίνετο, ἐκδρομάς τε καὶ ἀκροβολισμοὺς ἐκ τοῦ παρείκοντος ἐποιεῖτο, καὶ αὐτόθι πανσυδὶ πρὸ τοῦ ἄστεος διεχείμαζεν. 17 ΛΕΟΝΤΟΣ ∆ΙΑΚΟΝΟΥ ΙΣΤΟΡΙΑΣ Β. αʹ. Ὁ μὲν δὴ τῶν Ῥωμαίων στρατηγὸς Νικηφόρος ἐς τὴν τῶν Κρητῶν νῆσον, ᾗπέρ μοι εἴρηται, ἤδη τὴν Ῥωμαϊκὴν περαιωσάμενος δύναμιν, καὶ τῶν ἰθαγενῶν βαρβάρων ἐν τῇ συστάδην μάχῃ τοὺς μὲν παρανάλωμα μαχαίρας ἀπεργασάμενος , τοὺς δὲ περιλειφθέντας ἀπονητί τε καὶ ἀκαρῆ τῷ ἄστει συγκλείσας, αὐτόθι τε διεχείμαζε, καὶ τὸν στρατὸν ὁσημέραι τῷ πολεμεῖν ἐξεπαίδευεν. ἐν τούτῳ δὲ Χαμβδᾶν, ὁ τῶν τῆς Κιλικίας προσοίκων Ἀγαρηνῶν ἀρχηγὸς, ἀνὴρ ἀγχίνους τε καὶ δραστήριος, ἐμ 18 πειρίᾳ τε πολέμων ἐκ νεότητος ἁπάντων τῶν ὁμοεθνῶν ἀδηρίτως ὑπερτερῶν, ἐπεὶ τὰς Ῥωμαϊκὰς ᾔσθετο δυνάμεις ἔκπλουν καὶ ἄπαρσιν ποιουμένας κατὰ τῶν Κρητῶν, ἔγνω πρὸς αὑτοῦ τὸν καιρὸν εἶναι, ἀδεῶς τε τῆς ἀνατολῆς καταδραμεῖν, ὁπόσον ἡ Ῥωμαϊκὴ διέπει ἀρχὴ, καὶ τοῦτο ληΐσασθαι ἀναιμωτὶ, καὶ πλοῦτον συναγεῖραι πλεῖστον, καὶ κλέος ἀείμνηστον ἀπενέγκασθαι. καὶ δῆτα τὸ ἀκμαῖον καὶ νεανικὸν τῶν Ἀράβων καὶ Ἀγαρηνῶν συναλίσας, κατὰ τῆς Ῥωμαϊκῆς ἐπικρατείας ἐχώρει, πᾶν τὸ παραπίπτον κατεμπιπρῶν καὶ λείαν τιθέμενος. ὁ δὲ αὐτοκράτωρ Ῥωμανὸς, τὴν ἔφοδον τούτου αἰσθόμενος καὶ τὴν ὕπαιθρον καὶ βιαίαν καταδρομὴν, Λέοντα τὸν Φωκᾶν, ὁμαίμονα τοῦ Νικηφόρου τελοῦντα, καὶ τῶν τῆς Εὐρώπης στρατιωτικῶν καταλόγων κατάρχοντα (∆ομέστικον δύσεως Ῥωμαῖοι τὴν τοιαύτην ἀρχὴν ὀνομάζουσι), τῷ Χαμβδᾶν ἀντίξουν ἐκπέμπει· ἄνδρα γενναῖον καὶ νεανικὸν, φρενήρη τε διαφερόντως, καὶ τὸ ξυνοῖσον ἐν περιστάσεσιν ἐπιφράσασθαι πάντων, ὧν ἴσμεν, ἐπιβολώτατον· ᾧ θεία τις, οἶμαι, κατὰ τὰς μάχας συνεμάχει ῥοπὴ , ἅπαν τὸ ἀντίπαλον καταστρεφομένη καὶ τιθεῖσα ὑπόσπονδον. βʹ. Πολλῶν γὰρ αὐτῷ συῤῥαγέντων πολέμων παρὰ τὸν τῆς στρατηγίας καιρὸν, οὐδέποτε τοῦ ἀντικαθισταμένου ἀπῆλθε μειονεκτῶν, ἀλλ' ἀεὶ τὸ πλέον τῆς νίκης ἀποφερόμενος. τῷ τοι καὶ Σκυθικῆς στρατιᾶς τὸν Ἴστρον περαιωθείσης τὸ κατ' ἐκεῖνο καιροῦ (Οὕννους τὸ ἔθνος κατονομάζουσιν), ἐπεὶ μὴ οἷός τε ἦν ὁ 19 στρατηγὸς Λέων ἐξ ἀντιπάλου ταύτῃ συμπλέκεσθαι, ὑπεράριθμον ἐπαγαλλομένης τὸ πλῆθος τῆς φάλαγγος, σπανίζουσαν αὐτὸς καὶ οὐκ ἀξιόμαχον ἴλην στρατιωτῶν ἐπαγόμενος, ἔγνω μὴ ἐς προῦπτον κίνδυνον φέρων ἐνσεῖσαι αὑτόν τε καὶ τοὺς συνεπομένους, λαθραίως δὲ μᾶλλον τοῖς Σκύθαις ἐπιπεσεῖν, καί τι γενναῖον δρᾶσαι καὶ ἀνδρικὸν, καὶ δόξαν εὐκλεᾶ σφετερίσασθαι. ἄρτι γοῦν διὰ τῶν δρυμῶν κρύβδην παραδραμὼν, καὶ τὴν ἔπαυλιν τῶν Οὕννων ἐξ ἀπόπτου περιαθρήσας, καὶ τὸ πλῆθος ἐς τὸ ἀκριβὲς κατασκοπήσας, ἀωρὶ τῶν